Герметический корпус. X. Ключ

Перевод Л.Ю. Лукомского (2001)

AP

Corpus Hermeticum

X. ἙΡΜΟΥ ΤΡΙΣΜΕΓΙΣΤΟΥ ΚΛΕΙΣ

1 Τὸν χθὲς λόγον, ὦ Ἀσκληπιέ, σοι ἀνέθηκα, τὸν δὲ σήμερον δίκαιόν ἐστι τῷ Τὰτ ἀναθεῖναι, ἐπεὶ καὶ τῶν Γενικῶν λόγων τῶν πρὸς αὐτὸν λελαλημένων ἐστὶν ἐπιτομή. ὁ μὲν οὖν θεὸς καὶ πατὴρ καὶ τὸ ἀγαθόν, ὦ Τάτ, τὴν αὐτὴν ἔχει φύσιν, μᾶλλον δὲ καὶ ἐνέργειαν· ἡ μὲν γὰρ † φύσεως † καὶ αὐξήσεώς ἐστι προσηγορία, ἅπερ ἐστὶ περὶ τὰ μεταβλητὰ καὶ κινητὰ ... καὶ ἀκίνητα, τουτέστι τὰ θεῖά τε καὶ ἀνθρώπεια † ὧν αὐτὸς βούλεται εἶναι· ἀλλαχοῦ δὲ ἐνέργειαν † καθὼς καὶ ἐπὶ τῶν ἄλλων ἐδιδάξαμεν θείων τε καὶ ἀνθρωπίνων· ἃ δεῖ νοεῖν ἐπὶ τούτου.

2 ἡ γὰρ τούτου ἐνέργεια ἡ θέλησίς ἐστι καὶ ἡ οὐσία αὐτοῦ τὸ θέλειν πάντα εἶναι. τί γάρ ἐστι θεὸς καὶ πατὴρ καὶ τὸ ἀγαθόν, ἢ τὸ τῶν πάντων εἶναι οὐκέτι ὄντων † ἀλλὰ ὕπαρξιν αὐτὴν τῶν ὄντων †; τοῦτο ὁ θεός, τοῦτο ὁ πατήρ, τοῦτο τὸ ἀγαθόν, ᾧ μηδὲν πρόσεστι τῶν ἄλλων. ὁ μὲν γὰρ κόσμος καὶ ὁ ἥλιος, τῶν κατὰ μετουσίαν καὶ αὐτὸς πατήρ, οὐκέτι δὲ τοῦ ἀγαθοῦ τοῖς ζῴοις ἴσως αἴτιός ἐστιν, οὐδὲ τοῦ ζῆν. εἰ δὲ τοῦτο οὕτως ἔχει, πάντως μέντοι ἀναγκαζόμενος ὑπὸ τοῦ ἀγαθοῦ θελήματος, οὗ χωρὶς οὔτε εἶναι οὔτε γενέσθαι δυνατόν.

3 αἴτιος δὲ ὁ πατὴρ τῶν τέκνων καὶ τῆς σπορᾶς καὶ τῆς τροφῆς, τὴν ὄρεξιν λαβὼν τοῦ ἀγαθοῦ διὰ τοῦ ἡλίου· τὸ γὰρ ἀγαθόν ἐστι τὸ ποιητικόν· τοῦτο δὲ οὐ δυνατὸν ἐγγενέσθαι ἄλλῳ τινὶ ἢ μόνῳ ἐκείνῳ, τῷ μηδὲν μὲν λαμβάνοντι, πάντα δὲ θέλοντι εἶναι· οὐ γὰρ ἐρῶ, ὦ Τάτ, ποιοῦντι· ὁ γὰρ ποιῶν ἐλλιπής ἐστι πολλῷ χρόνῳ, ἐν ᾧ ὁτὲ μὲν ποιεῖ, ὁτὲ δὲ οὐ ποιεῖ, καὶ ποιότητος καὶ ποσότητος· ποτὲ μὲν γὰρ ποσὰ καὶ ποιά. ὁτὲ δὲ τὰ ἐναντία· ὁ δὲ θεὸς καὶ πατὴρ καὶ τὸ ἀγαθὸν τῷ εἶναι τὰ πάντα.

4 οὕτως ἄρα ταῦτα τῷ δυναμένῳ ἰδεῖν· καὶ γὰρ τοῦτο θέλει εἶναι, καὶ ἔστι † καὶ αὐτῷ, μάλιστα δὲ αὐτό. † καὶ γὰρ τὰ ἄλλα πάντα διὰ τοῦτον ἔστιν ... ἴδιον γὰρ τοῦ ἀγαθοῦ τὸ γνωρίζεσθαί ἐστι τὸ ἀγαθόν, ὦ Τάτ. — Ἐπλήρωσας ἡμᾶς, ὦ πάτερ, τῆς ἀγαθῆς καὶ καλλίστης θέας καὶ ὀλίγου δεῖν † ἐσεβάσθη † μου ὁ τοῦ νοῦ ὀφθαλμὸς ὑπὸ τῆς τοιαύτης θέας. — Οὐ γάρ, ὥσπερ ἡ τοῦ ἡλίου ἀκτίς, πυρώδης οὖσα, καταυγάζει καὶ μύειν ποιεῖ τοὺς ὀφθαλμούς, οὕτω καὶ ἡ τοῦ ἀγαθοῦ θέα· τοὐναντίον ἐκλάμπει καὶ ἐπὶ τοσοῦτον, ἐφ’ ὅσον δύναται ὁ δυνάμενος δέξασθαι τὴν ἐπεισροὴν τῆς νοητῆς λαμπηδόνος· ὀξυτέρα μὲν γάρ ἐστιν εἰς τὸ καθικνεῖσθαι, ἀβλαβὴς δὲ καὶ πάσης ἀθανασίας ἀνάπλεως,

5 ἧς οἱ δυνάμενοι πλέον τι ἀρύσασθαι τῆς θέας κατακοιμίζονται πολλάκις [δὲ] ἀπὸ τοῦ σώματος εἰς τὴν καλλίστην ὄψιν ᾧπερ Οὐρανὸς καὶ Κρόνος, οἱ ἡμέτεροι πρόγονοι, ἐντετυχήκασιν. — Εἴθε καὶ ἡμεῖς, ὦ πάτερ. — Εἴθε γάρ, ὧ τέκνον· νῦν δὲ ἔτι ἀτονοῦμεν πρὸς τὴν ὄψιν καὶ οὔπω ἰσχύομεν ἀναπετάσαι ἡμῶν τοὺς τοῦ νοῦ ὀφβαλμούς, καὶ θεάσασθαι τὸ κάλλος τοῦ ἀγαθοῦ ἐκείνου τὸ ἄφθαρτον, τὸ ἄληπτον. τότε γὰρ αὐτὸ ὄψει, ὅταν μηδὲν περὶ αὐτοῦ ἔχῃς εἰπεῖν. ἡ γὰρ γνῶσις αὐτοῦ καὶ θεία σιωπή ἐστι καὶ καταργία πασῶν τῶν αἰσθήσεων.

6 οὔτε γὰρ ἄλλο τι δύναται νοῆσαι ὁ τοῦτο νοήσας οὔτε ἄλλο τι θεάσασθαι ὁ τοῦτο θεασάμενος οὔτε περὶ ἄλλου τινὸς ἀκοῦσαι οὔτε τὸ σύνολον τὸ σῶμα κινῆσαι· πασῶν γὰρ τῶν σωματικῶν αἰσθήσεών τε καὶ κινήσεων ἐπιλαθόμενος ἀτρεμεῖ· περιλάμψαν δὲ πάντα τὸν νοῦν καὶ τὴν ὅλην ψυχὴν ἀναλάμπει καὶ ἀνέλκει διὰ τοῦ σώματος καὶ ὅλον. αὐτὸν εἰς οὐσίαν μεταβάλλει. ἀδύνατον γάρ, ὦ τέκνον, ψυχὴν ἀποθεωθῆναι ἐν σώματι ἀνθρώπου θεασαμένην 〈τὸ〉 τοῦ ἀγαθοῦ κάλλος.

7 — Τὸ ἀποθεωθῆναι πῶς λέγεις, ὦ πάτερ, — Πάσης ψυχῆς, ὦ τέκνον, διαιρετῆς μεταβολαί. — Πῶς πάλιν διαιρετῆς; — Οὐκ ἤκουσας ἐν τοῖς Γενικοῖς ὅτι ἀπὸ μιᾶς ψυχῆς τῆς τοῦ παντὸς πᾶσαι αἱ ψυχαί εἰσιν αὗται ἐν τῷ παντὶ κόσμῳ κυλινδούμεναι, ὥσπερ ἀπονενεμημέναι; τούτων τοίνυν τῶν ψυχῶν πολλαὶ αἱ μεταβολαί, τῶν μὲν ἐπὶ τὸ εὐτυχέστερον, τῶν δὲ ἐπὶ τὸ ἐναντίον. αἱ μὲν γὰρ ἑρπετώδεις οὖσαι εἰς ἔνυδρα μεταβάλλουσιν, αἱ δὲ ἔνυδροι εἰς χερσαῖα, αἱ δὲ χερσαῖαι εἰς πετεινά, αἱ δὲ ἀέριαι εἰς ἀνθρώπους, αἱ δὲ ἀνθρώπιναι ἀρχὴν ἀθανασίας ἴσχουσιν εἰς δαίμονας μεταβάλλουσαι, εἶθ’ οὕτως εἰς τὸν τῶν θεῶν χορόν· χοροὶ δὲ δύο θεῶν, ὁ μὲν τῶν πλανωμένων, ὁ δὲ τῶν ἀπλανῶν.

8 καὶ αὕτη ψυχῆς ἡ τελειοτάτη δόξα· ψυχὴ δὲ εἰς ἀνθρώπους ἐλθοῦσα ἐὰν κακὴ μείνῃ, οὔτε γεύεται ἀθανασίας οὔτε τοῦ ἀγαθοῦ μεταλαμβάνει, παλίσσυτος δὲ τὴν ὁδὸν ὑποστρέφει τὴν εἰς τὰ ἑρπετά, καὶ αὕτη καταδίκη ψυχῆς κακῆς. κακία δὲ ψυχῆς ἀγνωσία. ψυχὴ γάρ, μηδὲν ἐπιγνοῦσα τῶν ὄντων μηδὲ τὴν τούτων φύσιν, μηδὲ τὸ ἀγαθόν, τυφλώττουσα δέ, ἐντινάσσει τοῖς πάθεσι τοῖς σωματικοῖς, καὶ ἡ κακοδαίμων, ἀγνοήσασα ἑαυτήν, δουλεύει σώμασιν ἀλλοκότοις καὶ μοχθηροῖς, ὥσπερ φορτίον βαστάζουσα τὸ σῶμα, καὶ οὐκ ἄρχουσα ἀλλ’ ἀρχομένη. αὕτη κακία ψυχῆς.

9 τοὐναντίον δὲ ἀρετὴ ψυχῆς γνῶσις· ὁ γὰρ γνοὺς καὶ ἀγαθὸς καὶ εὐσεβὴς καὶ ἤδη θεῖος. — Τίς δέ ἐστιν οὗτος, ὦ πάτερ; — Ὁ μὴ πολλὰ λαλῶν, μηδὲ πολλὰ ἀκούων· ὃ γὰρ δύο λόγοις σχολάζων καὶ ἀκοαῖς, ὦ τέκνον, σκιαμαχεῖ. ὁ γὰρ θεὸς καὶ πατὴρ καὶ τὸ ἀγαθὸν οὔτε λέγεται οὔτε ἀκούεται· τούτου δὲ οὕτως ἔχοντος, ἐν πᾶσι τοῖς οὖσιν αἱ αἰσθήσεις εἰσί, διὰ τὸ μὴ δύνασθαι εἶναι χωρὶς αὐτοῦ· γνῶσις δὲ αἰσθήσεως πολὺ διαφέρει· αἴσθησις μὲν γὰρ γίνεται τοῦ ἐπικρατοῦντος, γνῶσις δέ ἐστιν ἐπιστήμης τὸ τέλος, ἐπιστήμη δὲ δῶρον τοῦ θεοῦ.

10 πᾶσα γὰρ ἐπιστήμη ἀσώματος, ὀργάνῳ χρωμένη αὐτῷ τῷ νοΐ, ὁ δὲ νοῦς τῷ σώματι. ἀμφότερα οὖν χωρεῖ εἰς σῶμα, τά τε νοητὰ καὶ τὰ ὑλικά. ἐξ ἀντιθέσεως γὰρ καὶ ἐναντιότητος δεῖ τὰ πάντα συνεστάναι· καὶ τοῦτο ἄλλως εἶναι ἀδύνατον. — Τίς οὖν ὁ ὑλικὸς θεὸς ὅδε; — Ὁ καλὸς κόσμος, οὐκ ἔστι δὲ ἀγαθός· ὑλικὸς γάρ, καὶ εὐπάθητος, καὶ πρῶτος μὲν πάντων παθητῶν, δεύτερος δὲ τῶν ὄντων καὶ αὐτοδεής, καὶ αὐτὸς ποτὲ μὲν γενόμενος, ἀεὶ δὲ ὤν, ὢν δὲ ἐν γενέσει, καὶ γινόμενος ἀεί, γένεσις τῶν ποιῶν καὶ τῶν ποσῶν· κινητὸς γάρ· πᾶσα γὰρ ὑλικὴ κίνησις γένεσίς ἐστιν.

11 ἡ δὲ νοητὴ στάσις κινεῖ τὴν ὑλικὴν κίνησιν τὸν τρόπον τοῦτον. ἐπεὶ ὁ κόσμος σφαῖρά ἐστι, τουτέστι κεφαλή, κεφαλῆς δὲ οὐδὲν ὑπεράνω ὑλικόν, ὥσπερ οὐδὲ ποδῶν οὐδὲν νοητὸν ὑποκάτω, πᾶν δὲ ὑλικόν, νοῦς δὲ κεφαλή, αὕτη σφαιρικῶς κινουμένη. τοῦτό ἐστι κεφαλικῶς, —ὅσα οὗν προσήνωται τῷ ὑμένι τῆς κεφαλῆς ταύτης, 〈ἐν ᾗ〉 ἐστιν ἡ ψυχή, ἀθάνατα πέφυκεν, ὥσπερ ἐν ψυχῇ δὲ σώματος πεποιημένου καὶ πλείονα τοῦ σώματος τὴν ψυχὴν ἔχοντα· τὰ δὲ πόρρω τοῦ ὑμένος θνητά, πλέον ἔχοντα τῆς ψυχῆς τὸ σῶμα· πᾶν δὲ ζῷον, ὥσπερ οὖν τὸ πᾶν, ἔκ τε ὑλικοῦ καὶ νοητοῦ συνέστηκε.

12 καὶ ὁ μὲν κόσμος πρῶτος, ὁ δὲ ἄνθρωπος δεύτερον ζῷον μετὰ τὸν κόσμον, πρῶτον δὲ τῶν θνητῶν, τῶν μὲν ἄλλων ζῴων τὸ ἔμψυχον ἔχει· οὐκέτι δὲ μόνον οὐκ ἀγαθός, ἀλλὰ καὶ κακὸς ὡς θνητός. ὁ μὲν γὰρ κόσμος οὐκ ἀγαθὸς ὡς κινητός, οὐ κακὸς δὲ ὡς ἀθάνατος· ὁ δὲ ἄνθρωπος, καὶ ὡς κινητὸς, καὶ ὡς θνητός, κακός.

13 ψυχὴ δὲ ἀνθρώπου ὀχεῖται τὸν τρόπον τοῦτον· ὁ νοῦς ἐν τῷ λόγῳ, ὁ λόγος ἐν τῇ ψυχῇ, ἡ ψυχὴ ἐν τῷ πνεύματι· τὸ πνεῦμα διῆκον διὰ φλεβῶν καὶ ἀρτηριῶν καὶ αἵματος κινεῖ τὸ ζῷον καὶ ὥσπερ τρόπον τινὰ βαστάζει. διὸ καί τινες τὴν ψυχὴν αἷμα νομίζουσιν εἶναι, σφαλλόμενοι τὴν φύσιν, οὐκ εἰδότες ὅτι πρῶτον δεῖ τὸ πνεῦμα ἀναχωρῆσαι εἰς τὴν ψυχὴν καὶ τότε τὸ αἷμα παγῆναι καὶ τὰς φλέβας καὶ τὰς ἀρτηρίας κενωθῆναι καὶ τότε τὸ ζῷον καθελεῖν· καὶ τοῦτό ἐστιν ὁ θάνατος τοῦ σώματος.

14 ἐκ μιᾶς δὲ ἀρχῆς τὰ πάντα ἤρτηται, ἡ δὲ ἀρχὴ ἐκ τοῦ ἑνὸς καὶ μόνου, καὶ ἡ μὲν ἀρχὴ κινεῖται, ἵνα πάλιν ἀρχὴ γένηται, τὸ δὲ ἓν μόνον ἕστηκεν, οὐ κινεῖται. καὶ τρία τοίνυν ταῦτα, ὁ θεὸς καὶ πατὴρ καὶ τὸ ἀγαθόν, καὶ ὁ κόσμος, καὶ ὁ ἄνθρωπος· καὶ τὸν μὲν κόσμον ὁ θεὸς ἔχει, τὸν δὲ ἄνθρωπον ὁ κόσμος· καὶ γίνεται ὁ μὲν κόσμος τοῦ θεοῦ υἱός, ὁ δὲ ἄνθρωπος τοῦ κόσμου, ὥσπερ ἔγγονος.

15 οὐ γὰρ ἀγνοεῖ τὸν ἄνθρωπον ὁ θεός, ἀλλὰ καὶ πάνυ γνωρίζει καὶ θέλει γνωρίζεσθαι. τοῦτο μόνον σωτήριον ἀνθρώπῳ ἐστίν, ἡ γνῶσις τοῦ θεοῦ. αὕτη εἰς τὸν Ὄλυμπον ἀνάβασις· οὕτω μόνως ἀγαθὴ ψυχή, καὶ οὐδέποτε ἀγαθὴ 〈ἀεί〉, κακὴ δὲ γίνεται· κατ’ ἀνάγκην γίνεται. — Πῶς τοῦτο λέγεις, ὦ Τρισμέγιστε; — Ψυχὴν παιδὸς θέασαι, ὦ τέκνον, αὐτὴν διάλυσιν αὐτῆς μηδέπω ἐπιδεχομένην, τοῦ σώματος αὐτῆς † ἔτι ὀλίγον ὄγκωτο καὶ † μηδέπω τὸ πᾶν ὠγκωμένου, πῶς καλὴν μὲν βλέπειν πανταχοῦ, μηδέποτε δὲ τεθολωμένην ὑπὸ τῶν τοῦ σώματος παθῶν, ἔτι σχεδὸν ἠρτημένην τῆς τοῦ κόσμου ψυχῆς· ὅταν δὲ ὀγκωθῇ τὸ σῶμα καὶ κατασπάσῃ αὐτὴν εἰς τοὺς τοῦ σώματος ὄγκους, διαλύσασα δὲ ἑαυτὴν ἐγγεννᾷ λήθην, καὶ τοῦ καλοῦ καὶ ἀγαθοῦ οὐ μεταλαμβάνει· ἡ δὲ λήθη κακία γίνεται.

16 τὸ δὲ αὐτὸ συμβαίνει καὶ τοῖς τοῦ σώματος ἐξιοῦσιν. ἀναδραμοῦσα γὰρ ἡ ψυχὴ εἰς ἑαυτήν, συστέλλεται τὸ πνεῦμα εἰς τὸ αἷμα, ἡ δὲ ψυχὴ εἰς τὸ πνεῦμα, ὁ δὲ νοῦς καθαρὸς γενόμενος τῶν ἐνδυμάτων, θεῖος ὢν φύσει, σώματος πυρίνου λαβόμενος περιπολεῖ πάντα τόπον, καταλιπὼν τὴν ψυχὴν κρίσει καὶ τῇ κατ’ ἀξίαν δίκῃ. — Πῶς τοῦτο λέγεις, ὦ πάτερ; ὁ νοῦς τῆς ψυχῆς χωρίζεται καὶ ἡ ψυχὴ τοῦ πνεύματος, σοῦ εἰπόντος ἔνδυμα εἶναι τοῦ μὲν νοῦ τὴν ψυχήν, τῆς δὲ ψυχῆς τὸ πνεῦμα;

17 — Συννοεῖν δεῖ, ὦ τέκνον, τὸν ἀκούοντα τῷ λέγοντι, καὶ συμπνέειν καὶ ὀξυτέραν ἔχειν τὴν ἀκοὴν τῆς τοῦ λέγοντος φωνῆς· ἡ σύνθεσις τῶν ἐνδυμάτων τούτων, ὦ τέκνον, ἐν σώματι γηίνῳ γίνεται· ἀδύνατον γὰρ τὸν νοῦν ἐν γηίνῳ σώματι γυμνὸν αὐτὸν καθ’ ἑαυτὸν ἑδράσαι· οὔτε γὰρ τὸ γήινον σῶμα δυνατόν ἐστι τὴν τηλικαύτην ἀθανασίαν ἐνεγκεῖν, οὔτε τὴν τοσαύτην ἀρετὴν ἀνασχέσθαι συγχρωτιζόμενον αὐτῇ παθητὸν σῶμα· ἔλαβεν οὖν ὥσπερ περιβόλαιον τὴν ψυχήν, ἡ δὲ ψυχὴ καὶ αὐτὴ θεία τις οὖσα καθάπερ ὑπηρέτῃ τῷ πνεύματι χρῆται· τὸ δὲ πνεῦμα τὸ ζῷον διοικεῖ.

18 ὅταν οὖν ὁ νοῦς ἀπαλλαγῇ τοῦ γηίνου σώματος, τὸν ἴδιον εὐθὺς ἐνεδύσατο χιτῶνα, τὸν πύρινον, ὃν οὐκ ἐδύνατο ἔχων εἰς τὸ γήινον σῶμα κατοικῆσαι· γῆ γὰρ πῦρ οὐ βαστάζει· πᾶσα γὰρ φλέγεται καὶ ὑπὸ ὀλίγου σπινθῆρος καὶ διὰ τοῦτο τὸ ὕδωρ περικέχυται τῇ γῇ, ὥσπερ ἔρυμα καὶ τεῖχος ἀντέχον πρὸς τὴν τοῦ πυρὸς φλόγα. νοῦς δὲ ὀξύτατος ὢν πάντων τῶν θείων νοημάτων καὶ τὸ ὀξύτατον πάντων τῶν στοιχείων ἔχει σῶμα, τὸ πῦρ· δημιουργὸς γὰρ ὢν ὁ νοῦς τῶν πάντων, ὀργάνῳ τῷ πυρὶ πρὸς τὴν δημιουργίαν χρῆται· καὶ ὁ μὲν τοῦ παντός, τῶν πάντων, ὁ δὲ τοῦ ἀνθρώπου, τῶν ἐπὶ γῆς μόνον· γυμνὸς γὰρ ὢν τοῦ πυρὸς ὁ ἐν ἀνθρώποις νοῦς ἀδυνατεῖ τὰ θεῖα δημιουργεῖν, ἀνθρώπινος ὢν τῇ οἰκήσει.

19 ψυχὴ δὲ ἀνθρωπίνη, οὐ πᾶσα μέν, ἡ δὲ εὐσεβής, δαιμονία τίς ἐστι καὶ θεία· καὶ ἡ τοιαύτη καὶ μετὰ τὸ ἀπαλλαγῆναι τοῦ σώματος τὸν τῆς εὐσεβείας ἀγῶνα ἠγωνισμένη (ἀγὼν δὲ εὐσεβείας, τὸ γνῶναι τὸ θεῖον καὶ μηδένα ἀνθρώπων ἀδικῆσαι), ὅλη νοῦς γίνεται. ἡ δὲ ἀσεβὴς ψυχὴ μένει ἐπὶ τῆς ἰδίας οὐσίας, ὑφ’ ἑαυτῆς κολαζομένη, καὶ γήινον σῶμα ζητοῦσα εἰς ὃ εἰσέλθῃ, εἰς ἀνθρώπινον δέ· ἄλλο γὰρ σῶμα οὐ χωρεῖ ἀνθρωπίνην ψυχήν, οὐδὲ θέμις ἐστὶν εἰς ἀλόγου ζῴου σῶμα ψυχὴν ἀνθρωπίνην καταπεσεῖν. θεοῦ γὰρ νόμος οὗτος, φυλάσσειν ψυχὴν ἀνθρωπίνην ἀπὸ τῆς τοσαύτης ὕβρεως.

20 — Πῶς οὖν κολάζεται, ὦ πάτερ, ἀνθρωπίνη ψυχή; — Καὶ τίς ἐστι μείζων κόλασις ἀνθρωπίνης ψυχῆς, ὦ τέκνον, ἢ ἀσέβεια; ποῖον πῦρ τοσαύτην φλόγα ἔχει ὅσην ἡ ἀσέβεια; ποῖον δὲ δακετὸν θηρίον, ὥστε λυμᾶναι σῶμα, ὅσον αὐτὴν τὴν ψυχὴν ἡ ἀσέβεια; ἢ οὐχ ὁρᾷς ὅσα κακὰ πάσχει ψυχὴ ἀσεβής, βοώσης αὐτῆς καὶ κεκραγυίας, «καίομαι, φλέγομαι· τί εἴπω, τί ποιήσω, οὐκ οἶδα· διεσθίομαι ἡ κακοδαίμων ὑπὸ τῶν κατεχόντων με κακῶν· οὔτε βλέπω οὔτε ἀκούω»; αὗται αἱ φωναὶ οὐ κολαζομένης εἰσὶ ψυχῆς; ἢ ὡς οἱ πολλοὶ δοκοῦσι, καὶ σὺ δοξάζεις, ὦ τέκνον, ὅτι ψυχὴ ἐξελθοῦσα τοῦ σώματος θηριάζεται, ὅπερ ἐστὶ πλάνη μεγίστη;

21 ψυχὴ γὰρ κολάζεται τοῦτον τὸν τρόπον. ὁ γὰρ νοῦς, ὅταν δαίμων γένηται, πυρίνου τυχεῖν σώματος τέτακται πρὸς τὰς τοῦ θεοῦ ὑπηρεσίας καὶ εἰσδύνας εἰς τὴν ἀσεβεστάτην ψυχὴν αἰκίζεται αὐτὴν ταῖς τῶν ἁμαρτανόντων μάστιξιν, ὑφ’ ὧν μαστιζομένη ἀσεβὴς ψυχὴ τρέπεται ἐπὶ φόνους καὶ ὕβρεις καὶ βλασφημίας καὶ βίας ποικίλας, δι’ ὧν ἄνθρωποι ἀδικοῦνται. εἰς δὲ τὴν εὐσεβῆ ψυχὴν ὁ νοῦς ἐμβὰς ὁδηγεῖ αὐτὴν ἐπὶ τὸ τῆς γνώσεως φῶς· ἡ δὲ τοιαύτη ψυχὴ κόρον οὐδέποτε ἔχει ὑμνοῦσα, εὐφημοῦσα δὲ πάντας ἀνθρώπους καὶ ἔργοις καὶ λόγοις πάντα εὖ ποιοῦσα, μιμουμένη αὐτῆς τὸν πατέρα.

22 διό, ὦ τέκνον, εὐχαριστοῦντα τῷ θεῷ δεῖ εὔχεσθαι καλοῦ τοῦ νοῦ τυχεῖν. εἰς μὲν οὖν τὸ κρεῖττον ψυχὴ μεταβαίνει, εἰς δὲ τὸ ἔλαττον ἀδύνατον· κοινωνία δέ ἐστι ψυχῶν, καὶ κοινωνοῦσι μὲν αἱ τῶν θεῶν ταῖς τῶν ἀνθρώπων, αἱ δὲ τῶν ἀνθρώπων ταῖς τῶν ἀλόγων. ἐπιμελοῦνται δὲ οἱ κρείττονες τῶν ἐλαττόνων, θεοὶ μὲν ἀνθρώπων, ἄνθρωποι δὲ τῶν ἀλόγων ζῴων, ὁ δὲ θεὸς πάντων· πάντων γὰρ οὗτος κρείττων, καὶ πάντα αὐτοῦ ἐλάττονα. ὁ μὲν οὖν κόσμος ὑπόκειται τῷ θεῷ, ὁ δὲ ἄνθρωπος τῷ κόσμῳ, τὰ δὲ ἄλογα τῷ ἀνθρώπῳ· ὁ δὲ θεὸς ὑπὲρ πάντα καὶ περὶ πάντα· καὶ τοῦ μὲν θεοῦ καθάπερ ἀκτῖνες αἱ ἐνέργειαι, τοῦ δὲ κόσμου ἀκτῖνες αἱ φύσεις, τοῦ δὲ ἀνθρώπου, αἱ τέχναι καὶ ἐπιστῆμαι· καὶ αἱ μὲν ἐνέργειαι διὰ τοῦ κόσμου ἐνεργοῦσι καὶ ἐπὶ τὸν ἄνθρωπον διὰ τῶν τοῦ κόσμου φυσικῶν ἀκτίνων, αἱ δὲ φύσεις διὰ τῶν στοιχείων, οἱ δὲ ἄνθρωποι διὰ τῶν τεχνῶν καὶ ἐπιστημῶν.

23 καὶ αὕτη ἡ τοῦ παντὸς διοίκησις, ἠρτημένη ἐκ τῆς τοῦ ἑνὸς φύσεως καὶ διήκουσα δι’ ἑνὸς τοῦ νοῦ· 〈οὗ〉 οὐδέν ἐστι θειότερον καὶ ἐνεργέστερον καὶ ἑνωτικώτερον ἀνθρώπων μὲν πρὸς τοὺς θεούς, θεῶν δὲ πρὸς τοὺς ἀνθρώπους· οὗτός ἐστιν ὁ ἀγαθὸς δαίμων. μακαρία ψυχή, ἡ τούτου πληρεστάτη, κακοδαίμων δὲ ψυχὴ ἡ τούτου κενωτάτη. Πῶς τοῦτο πάλιν λέγεις, ὦ πάτερ; — Οἴει οὖν, ὦ τέκνον, ὅτι πᾶσα ψυχὴ νοῦν ἔχει τὸν ἀγαθόν; περὶ γὰρ τούτου ὁ νῦν λόγος, οὐ περὶ τοῦ ὑπηρετικοῦ, οὗ ἔμπροσθεν εἰρήκαμεν, τοῦ καταπεμπομένου ὑπὸ τῆς Δίκης.

24 ψυχὴ γὰρ χωρὶς νοῦ
οὔτε τι εἰπεῖν
οὔτ’ ἔρξαι δύναται.
πολλάκις γὰρ ἐξίπταται ὁ νοῦς τῆς ψυχῆς, καὶ ἐν ἐκείνῃ τῇ ὥρᾳ οὔτε βλέπει ἡ ψυχὴ οὔτε ἀκούει, ἀλλ’ ἀλόγῳ ζῴῳ ἔοικε· τηλικαύτη δύναμίς ἐστι τοῦ νοῦ. ἀλλ’ οὐδὲ νωθρᾶς ψυχῆς ἀνέχεται, ἀλλὰ καταλείπει τὴν τοιαύτην ψυχὴν τῷ σώματι προσηρτημένην καὶ ὑπ’ αὐτοῦ ἀγχομένην κάτω. ἡ δὲ τοιαύτη ψυχή, ὦ τέκνον, νοῦν οὐκ ἔχει· ὅθεν οὐδὲ ἄνθρωπον δεῖ λέγεσθαι τὸν τοιοῦτον· ὁ γὰρ ἄνθρωπος ζῷόν ἐστι θεῖον καὶ οὐδὲ τοῖς ἄλλοις ζῴοις συγκρινόμενον τῶν ἐπιγείων ἀλλὰ τοῖς ἐν οὐρανῷ ἄνω λεγομένοις θεοῖς· μᾶλλον δ’ εἰ χρὴ τολμήσαντα εἰπεῖν τὸ ἀληθές, καὶ ὑπὲρ ἐκείνους ἐστὶν ὁ ὄντως ἄνθρωπος, ἢ πάντως γε ἰσοδυναμοῦσιν ἀλλήλοις.

25 οὐδεὶς μὲν γὰρ τῶν οὐρανίων θεῶν ἐπὶ γῆς κατελεύσεται, οὐρανοῦ τὸν ὅρον καταλιπών, ὁ δὲ ἄνθρωπος καὶ εἰς τὸν οὐρανὸν ἀναβαίνει καὶ μετρεῖ αὐτὸν καὶ οἶδε ποῖα μὲν αὐτοῦ ἐστιν ὑψηλά, ποῖα δὲ ταπεινά, καὶ τὰ ἄλλα πάντα ἀκριβῶς μανθάνει, καὶ τὸ πάντων μεῖζον, οὐδὲ τὴν γῆν καταλιπὼν ἄνω γίνεται· τοσοῦτον τὸ μέγεθός ἐστιν αὐτοῦ τῆς ἐκτάσεως· διὸ τολμητέον εἰπεῖν τὸν μὲν ἄνθρωπον ἐπίγειον εἶναι θεὸν θνητόν, τὸν δὲ οὐράνιον θεὸν ἀθάνατον ἄνθρωπον· διόπερ διὰ τούτων τὰ πάντα τῶν δύο, κόσμου καὶ ἀνθρώπου· ὑπὸ δὲ τοῦ ἑνὸς τὰ πάντα.

Герметический корпус

X. Ключ

(1) Вчерашнее рассуждение, Асклепий, было посвящено тебе; сегодняшнее же будет справедливо посвятить Тату, тем более что оно является кратким изложением «Общих положений», которые были представлены ему. Итак, Тат, бог, отец и благо обладают одной и той же природой, или, вернее, энергией. В самом деле, слово «природа» есть определение рождения и роста, каковые подразумевают изменчивое и движущееся. Энергия же бога относится к неизменному и неподвижному, то есть к божественному, одним среди которого он желает видеть и человеческое. Учение, посвященное энергиям — как божественным, так и человеческим, мы изложили в другом месте; его следует иметь в виду и в данном случае, как и во всех остальных.

(2) В самом деле, его энергия есть воление; его сущность состоит в желании, чтобы Есе существовало. Ибо чем бы еще мог быть бог и отец [и благо], как не бытием всего того, чего еще не существует? Однако таково само наличное бытие сущих. Таков бог, таков отец. К нему присоединяется благо, причем такое, которое не свойственно ничему другому. Действительно, космос [и Солнце] сам отец всех благ, выступающих в сопричастности, но, пожалуй, не причинствует во благе для живых существ; ибо не причинствует он и для жизни. Если дело обстоит именно так, то, разумеется, потому, что он принуждается волением бога, без которого ничто не может ни существовать, ни возникать.

(3) Причинствует же он, как отец для потомства, предоставляя свое семя и пищу, поскольку воспринимает от бога [при посредстве Солнца] дар блага. Ибо благо есть действенное начало; оно же не может возникнуть ни в чем другом, кроме как только в нем, который не воспринял в себя ничего, но желает, чтобы все было. Ведь я, Тат, не буду говорить о созидающем: созидающий на протяжении длительного времени бывает несовершенен, поскольку он то творит, то не творит. Кроме того, он порой созидает качества и количества; причем порой он творит количественно и качественно определенное, а порой противоположное. Бог же [отец и благо] является отцом в силу самого своего воления к бытию всего.

(4) Ибо он желает, чтобы все это было, и тем самым, следовательно, оно и существует. И в первую очередь, Тат, существует само благо, поскольку все остальное есть вследствие него. <...> В самом деле, собственным признаком блага является познаваемость.
Тат. Ты наполнил нас, отец, благим и прекраснейшим зрелищем; и я близок к тому, чтобы подобным зрелищем было помрачено око моего ума.
Гермес. Но ведь вовсе не получается того, чтобы, подобно тому как луч Солнца, огненный по природе, ослепляет и заставляет закрыть глаза, то же производило и созерцание блага. Напротив, оно светит до тех пор, пока созерцающий его в состоянии воспринимать достигающее его умопостигаемое сияние. Ибо оно, конечно, мощнее в своей способности поражать, но безвредно и полно всяческого бессмертия.

(5) И в самом деле, те, кто может извлечь для себя из этого зрелища нечто большее, часто погружаются в телесный сон; освободившись же от тела, они достигают этого наипрекраснейшего созерцания, подобно тому как его достигли Уран и Крон, наши предки.
Тат. Хорошо бы и мы удостоились его, отец!
Гермес. Хорошо бы, дитя. Но пока мы еще слишком слабы для его восприятия и потому не обладаем силой, достаточной, чтобы отворить очи нашего ума и узреть красоту блага, его нетленность и непроизносимость. В самом деле, ты будешь видеть его тогда, когда тебе будет нечего сказать о нем; ибо знание о нем есть глубокое молчание и бездеятельность всех чувств.

(6) Действительно, тот, кто осмыслил его, не в состоянии мыслить ни о чем другом; тот, кто узрел его, не может созерцать ничего другого, как не может слышать ни о чем другом и вообще каким бы то ни было способом привести в движение тело; в самом деле, утратив все телесные ощущения, он пребывает в неподвижности, охватив все умом, и возвышает и возводит ввысь всю свою душу при посредстве <оцепенения> тела, и в целом превращает самого себя в сущность. Ибо невозможно, дитя, чтобы душа обожествилась, пребывая в человеческом теле; напротив, необходимо, чтобы она изменилась и именно так, начав созерцать красоту блага, обожествилась.

(7) Тат. Как ты говоришь, отец?
Гермес. У всякой делимой души, дитя, имеется воистину множество изменений.
Тат. Но в свой черед — что значит «делимая»?
Гермес. Разве ты не слышал в «Общих положениях» о том, что от единой всеобщей души происходят все души, которые сами по себе словно бы обособлены, но странствуют по всеобщему космосу? Так вот, этим душам свойственны многочисленные изменения, будь то к лучшему, будь то к противоположному. Ибо одни, пребывающие в облике пресмыкающихся, превращаются в души водных животных, души водных животных — в души сухопутных, души сухопутных — в души пернатых, а души воздушных живых существ — в человеческие. Человеческие же души, изначально обретшие бессмертие, превращаются в демонов, а затем, следуя по этому пути, входят в божественный хор; [есть же два божественных хора: один образованный блуждающими <звездами>, а другой — неподвижными;] именно такова высшая слава для души.

(8) Однако если душа, воплотившись в человеческое тело, остается дурной, то она не вкушает бессмертия [и не принимает участия в благе], но, пройдя обратно по уже пройденному пути, превращается в душу пресмыкающегося. Такова кара для дурной души. Порочность же этой души есть невежество; ибо душа, не познавшая ничего среди сущего — ни его природу, ни благо, но пребывающая слепой, погружена в телесные страсти и, злосчастная, не узнав самой себя, рабствует противоестественным и негодным телам, словно неся на себе тело как бремя и не повелевая им, но подчиняясь ему. Такова порочность души.

(9) Напротив, добродетель души есть знание; ибо познавший благ, благочестив и уже божествен.
Тат. Кто же этот человек, отец?
Гермес. Тот, кто не говорит о многом и не слушает многого. Ибо тот, дитя, кто проводит время в беседах и, внимая слухам, борется с тенями, так как бог и отец [и благо] невыразим в словах и не может быть услышан. В самом деле, речь в этом случае идет об ощущениях.

(10) Знание же во многом отличается от ощущения. Ощущение возникает, когда преобладает материальное начало, и как орудием оно пользуется телом, поскольку не в состоянии существовать помимо него; знание же [есть цель науки, а наука — дар бога; ибо всякая наука] есть бестелесное, и как орудием оно пользуется самим умом; ум же противоположен телу. Итак, душа, погрузившаяся в тело, сближается и с тем, и с другим: и с умопостигаемым, и с материальным. И это не может обстоять иначе; ведь все должно состоять из противоречия и противоположности, поскольку именно таково положение дел во всем сущем <...>.
Тат. А что ты думаешь о материальном боге, о космосе?
Гермес. Космос не есть зло, не есть он еще и благо; ибо он материален и подвержен страстям; более того, он есть первое среди всего подверженного страстям и второе среди сущего, [и он нуждается в самом себе,] и сам он [иногда возникает, но] существует вечно, пребывая же в становлении, он вечно возникает благодаря становлению качественно и количественно определенного в нем. Следовательно, он подвижен, ибо всякое становление есть материальное движение.

(11) Умопостигаемый покой возбуждает материальное движение следующим способом. Коль скоро космос — это сфера, то есть голова, [а выше головы нет ничего материального, подобно тому как под ногами нет ничего умопостигаемого, но лишь все материальное,] [и ум есть эта самая голова, движущаяся по кругу, то есть так, как это свойственно именно голове,] так вот все те живые существа, которые занимают место вблизи оболочки этой головы, где располагается душа, по своей природе бессмертны, поскольку душа в них преобладает над телом. Те же, которые находятся далеко от оболочки, смертны, поскольку тела в них больше, нежели души. Таким образом, все состоит из материального и умопостигаемого. И поскольку тело сотворено одушевленным, все есть живое существо.

(12) И космос есть первое среди всех остальных живых существ; человек же — второе живое существо, следующее за космосом, но первое из смертных [обладающее одушевленностью]. При этом он является не только благим, но и дурным, поскольку он смертен. Ибо космос не благ, поскольку ему свойственно движение, и не дурен, потому что бессмертен; человек же дурен и как подвижный, и как смертный.

(13) Душа же человеческая перемещается следующим образом: ум пребывает [в логосе, а логос] в душе, душа же в духе. И дух, проникая по жилам и артериям, вместе с кровью приводит тело в движение и несет его, словно некий груз. Потому-то некоторые и полагают, что душа есть кровь, заблуждаясь тем самым по поводу ее природы и не придавая значения тому, что сперва необходимо выйти вовне душе, и тогда, когда дух переместится вовне, кровь застывает в жилах и артерии останутся опустошенными. Такова смерть тела.

(14) Все зависит от одного начала, а начало зависит от единого и единственного. И начало движется, чтобы стать началом всего; единое же и единственное покоится и не движется. Итак, имеются три живых существа: бог [отец и благо], космос и человек; и бог владеет космосом, а космос — человеком. И космос становится сыном бога, а человек — сыном космоса и словно внуком бога.

(15) Следовательно, бог не остается в неведении о человеке, напротив, он его хорошо знает и сам желает быть познанным им. И единственное спасение для человека — знание о боге; таково восхождение на Олимп; лишь благодаря ему душа становится благой. <...> Но она никогда не остается благой, в силу необходимости она становится дурной.
Тат. Как ты это говоришь, Трисмегист?
Гермес. Взгляни, дитя, на душу младенца, еще не воспринимающую собственное разделение, когда тело ее еще мало и пока не обрело полный свой объем. Разве не прекрасное она зрелище во всех отношениях, поскольку не замутнена она пока телесными страстями и еще почти что примыкает к душе космоса? Когда же тело станет объемным и совлечет ее к телесным объемам, оно породит забвение; отделив же себя от красоты и блага, она уже не участвует в них, но вследствие забвения их она становится дурной.

(16) Противоположное случается с теми, кто покидает тело. В самом деле, душа, совершая восхождение к самой себе, отделяется от духа, а ум — от души. Ум, очистившись от своих покровов и будучи по природе божественным, обретя огненное тело, странствует по всякому месту, осудив душу на суд и заслуженное наказание.
Тат. Как ты это говоришь, отец, что ум отделяется от души, а душа от духа, после того как ты сказал, что душа есть оболочка ума, а дух есть оболочка души?

(17) Гермес. Необходимо, дитя, чтобы слушающий прослеживал ход мысли говорящего и сливался с ним в духе и чтобы он имел слух более острый, нежели голос говорящего. Соединение оболочек этих возникает в земляном теле. В самом деле, невозможно, чтобы в земляном теле обосновался ум сам по себе; ведь земляное тело не в состоянии перенести столь великое бессмертие и вытерпеть столь великую добродетель, изменив свой облик вместе с ней, ибо оно подвержено страстям. Итак, ум взял душу словно некую оболочку; душа же, будучи и сама божественной, словно оболочкой пользуется духом, дух же поселяется в теле; в самом деле, дух заключает себя в кровь, а душа — в дух.

(18) Далее, всякий раз когда ум покидает земляное тело, он сразу облачается в свой собственный огненный хитон, которым он не мог пользоваться, когда обитал в земляном теле из земли. Действительно, земля не переносит огня; ибо вся она вспыхивает пусть даже от малой его искорки; именно по этой причине вокруг земли течет вода, словно укрепление и стена, противостоящая языкам пламени. Ум же, будучи самым острым среди всего умопостигаемого, обладает телом, также самым острым из всех стихий, — огнем. В самом деле, будучи демиургом всего, в ходе демиургии он пользуется огнем как орудием. И всеобщий ум является демиургом всего, человеческий же — лишь наземного; в самом деле, будучи свободным от огня, ум, помещающийся в человеке, не в состоянии созидать божественное, поскольку по своему нахождению он является именно человеческим.

(19) Человеческая же душа, хотя не всякая, но по крайней мере благочестивая, является демонической и божественной. И такая душа, проведшая борьбу за благочестие — а борьба за благочестие заключается в том, чтобы познать бога и не обидеть ни одного человека, — вся в целом становится умом; и вслед за уходом из тела, когда она становится демоном, для служения богу она получает в свой удел огненное тело. Нечестивая же душа остается в пределах собственной сущности, караемая ею, и ищет земляное тело, в которое она смогла бы войти. Но тело это человеческое; в самом деле, другое тело не принимает человеческой души. И не положено, чтобы душа человеческая входила в тело неразумного животного, ибо таков божественный закон — оберегать человеческую душу от подобного оскорбления.

(20) Тат. Так какое же наказание, отец, получает человеческая душа?
Гермес. Да какое же может быть большее наказание, дитя, для человеческой души, чем неблагочестие? Какой огонь обладает таким же жаром, как неблагочестие? Какой хищный зверь столь силен, чтобы растерзать тело так же, как неблагочестие терзает саму душу? Или ты не видишь все то зло, от которого страдает неблагочестивая душа, когда она кричит и взывает: «Я горю, я полыхаю! Что мне сказать, что сделать — не ведаю! Поедает меня, злосчастную, обуревающее меня зло! Не вижу я и не слышу!» Разве эти крики не принадлежат той душе, которая получает подобающее ей наказание? Или ты, дитя, точно так же как большинство, полагаешь, будто душа, покинув тело, воплощается в животном? Это величайшая ошибка!

(21) Ведь кара для души следующая. В самом деле, ум, облачившись в нечестивую душу, терзает ее бичами ее прегрешений, при посредстве которых такая душа и получает свое наказание; ибо она обращается к богохульствам, к убийствам, к дерзости и к разнообразному насилию, при посредстве которого прегрешают люди. Войдя же в благочестивую душу, ум указывает ей путь к свету знания. Подобная душа никогда не пресытится воспеванием и восхвалением бога и равным образом не перестанет совершать благодеяния на словах и на деле для всех людей и во всем, подражая своему отцу.

(22) Потому-то, дитя, человеку, почитающему бога, необходимо молиться о ниспослании ему прекрасного ума. Итак, душа переменяется к лучшему; к худшему же ей перемениться не положено. Существует общность душ; и души богов образуют общность с душами людей, а души людей — с душами бессловесных животных. Лучшие заботятся о худших: боги — о людях, а люди — о бессловесных живых существах; бог же — обо всех; в самом деле, он лучше всех [и все хуже его]. Таким образом, космос подчиняется богу, человек — космосу, а бессловесные живые существа — человеку; бог же — превыше всего и вокруг всего. И словно лучами бога оказываются его энергии; лучи же космоса — природы, а человека — искусства и науки. И энергии, действующие в космосе, оказывают влияние и на человека при посредстве физических лучей космоса; природы же совершают свое действие при посредстве стихий. [А люди — при посредстве искусств и наук.]

(23) И таково всеобщее управление, притом что все зависит от природы единого бога и управляется при посредстве единого ума; нет ничего божественнее и деятельнее его, он образует единство людей с богами, а богов — с людьми. Таков благой демон; душа, полная им, блаженна, пустая же им — злосчастна.
Тат. Как ты это снова говоришь, отец? Гермес. Так вот, полагаешь ли ты, дитя, что всякая душа обладает умом? [Причем благим; ибо ныне речь идет именно о таком уме, а не о прислуживающем, о котором мы говорили выше, о том, который посылается вниз для совершения суда.]

(24) В самом деле, ум часто покидает души; и в ту пору душа не смотрит и не слушает, но оказывается подобной бессловесному живому существу, поскольку душа без ума «ни сказать, ни сделать ничего не может». Вот сколь велика сила ума. Однако он не переносит тупую душу, напротив, он оставляет ее прикованной к телу и испытывающей от него муки внизу. Подобная же душа, дитя, не обладает умом; потому-то и необходимо полагать, что подобный человек даже и не человек вовсе. Но он не поддерживает души порочные и оставляет их привязанными к телу, которое тянет их вниз. В самом деле, человек — божественное живое существо, которое несопоставимо со всеми остальными наземными живыми существами, но сравнимо только с так называемыми высшими небесными богами; а вернее, если следует дерзнуть сказать истину, подлинный человек располагается даже превыше них или, по крайней мере, занимает с ними во всех отношениях равное по силам положение.

(25) В самом деле, ни один из небесных богов не будет опускаться на землю, покинув пределы неба; человек же восходит на небо, и измеряет его, и знает, каковы его высоты и каковы низины, и в точности изучает все остальное; еще более важно то, что он оказывается вверху, не покидая землю, — столь великая протяженность присуща ему. И потому следует дерзнуть сказать, что земной человек — смертный бог, а небесный бог — бессмертный человек. Потому-то все вещи управляются при посредстве их двоих — космоса и человека, а подчинено все единому богу.

Вновь имеется в виду диалог «Асклепий»; не случайно в нем в связи с посвящением его ученику Гермеса, по имени которого он назван, говорится о том, что Тату были специально адресованы «пояснительные речи». Вероятно, последние (с точностью до языка оригинала — в одном случае латыни, а в другом — греческого) тождественны упоминаемым в «Герметическом корпусе» «Общим положениям».Вероятно, в «Общих положениях».Пожалуй, в данном пассаже можно проследить отголоски общеплатонического учения о сопричастности.См. начало первого трактата «Герметического корпуса» «Поймандр».Общим свойством герметической философии является соотнесение ее с теогоническими схемами. Например, Гермес Трисмегист видит себя потомком и одновременно ипостасью бога Гермеса; то же касается и его ученика Асклепия. См.: «Асклепий», 37.О каковом изменении (перерождении, палингенесии) речь идет в тринадцатом трактате «Герметического корпуса».После бога.Цитата из стиха Феогнида (эпического поэта из Мегар, годы жизни ок. 570—490 до н. э.). См.: «Элегии», 1.177—178.