Герметический корпус. XI. Ум к Гермесу

Перевод Л.Ю. Лукомского (2001)

AP

Corpus Hermeticum

XI. ΝΟΥΣ ΠΡΟΣ ΕΡΜΗΝ

1 Κατάσχες οὖν τὸν λόγον, ὦ Τρισμέγιστε Ἑρμῆ, καὶ μέμνησο τῶν λεγομένων. ὡς δέ μοι ἐπῆλθεν εἰπεῖν οὐκ ὀκνήσω. — Ἐπεὶ πολλὰ πολλῶν καὶ ταῦτα διάφορα περὶ τοῦ παντὸς καὶ τοῦ θεοῦ εἰπόντων, ἐγὼ τὸ ἀληθὲς οὐκ ἔμαθον, σύ μοι περὶ τούτου, δέσποτα, διασάφησον· σοὶ γὰρ ἂν καὶ μόνῳ πιστεύσαιμι τὴν περὶ τούτου φανέρωσιν.

2 [ὁ χρόνος]. — Ἄκουε, ὦ τέκνον, ὡς ἔχει ὁ θεὸς καὶ τὸ πᾶν. 〈ὁ〉 θεός, ὁ αἰών, ὁ κόσμος, ὁ χρόνος, ἡ γένεσις. ὁ θεὸς αἰῶνα ποιεῖ, ὁ αἰὼν δὲ τὸν κόσμον, ὁ κόσμος δὲ χρόνον, ὁ χρόνος δὲ γένεσιν. τοῦ δὲ θεοῦ ὥσπερ οὐσία ἐστὶ [τὸ ἀγαθόν, τὸ καλόν, ἡ εὐδαιμονία,] ἡ σοφία· τοῦ δὲ αἰῶνος ἡ ταυτότης· τοῦ δὲ κόσμου ἡ τάξις· τοῦ δὲ χρόνου ἡ μεταβολή· τῆς δὲ γενέσεως ἡ ζωὴ καὶ ὁ θάνατος. ἐνέργεια δὲ τοῦ θεοῦ νοῦς καὶ ψυχή· τοῦ δὲ αἰῶνος διαμονὴ καὶ ἀθανασία· τοῦ δὲ κόσμου ἀποκατάστασις καὶ ἀνταποκατάστασις· τοῦ δὲ χρόνου αὔξησις καὶ μείωσις· τῆς δὲ γενέσεως ποιότης 〈καὶ ποσότησ〉. ὁ οὖν αἰὼν ἐν τῷ θεῷ, ὁ δὲ κόσμος ἐν τῷ αἰῶνι, ὁ δὲ χρόνος ἐν τῷ κόσμῳ, ἡ δὲ γένεσις ἐν τῷ χρόνῳ. καὶ ὁ μὲν αἰὼν ἕστηκε περὶ τὸν θεόν, ὁ δὲ κόσμος κινεῖται ἐν τῷ αἰῶνι, ὁ δὲ χρόνος περαιοῦται ἐν τῷ κόσμῳ, ἡ δὲ γένεσις γίνεται ἐν τῷ χρόνῳ.

3 πηγὴ μὲν οὖν πάντων ὁ θεός, οὐσία δὲ ὁ αἰών, ὕλη δὲ ὁ κόσμος, δύναμις δὲ τοῦ θεοῦ ὁ αἰών, ἔργον δὲ τοῦ αἰῶνος ὁ κόσμος, γενόμενος οὔποτε, καὶ ἀεὶ γινόμενος ὑπὸ τοῦ αἰῶνος· διὸ οὐδὲ φθαρήσεταί ποτε (αἰὼν γὰρ ἄφθαρτος) οὐδὲ ἀπολεῖταί τι τῶν ἐν τῷ κόσμῳ, τοῦ κόσμου ὑπὸ τοῦ αἰῶνος ἐμπεριεχομένου. — Ἡ δὲ τοῦ θεοῦ σοφία τί ἔστι; — Τὸ ἀγαθὸν καὶ τὸ καλὸν καὶ εὐδαιμονία καὶ ἡ πᾶσα ἀρετὴ καὶ ὁ αἰών. κοσμεῖ οὖν τὴν ἀθανασίαν καὶ διαμονὴν ἐνθεὶς ὁ αἰὼν τῇ ὕλῃ.

4 ἡ γὰρ ἐκείνης γένεσις ἤρτηται ἐκ τοῦ αἰῶνος, καθάπερ καὶ ὁ αἰὼν ἐκ τοῦ θεοῦ. ἡ γὰρ γένεσις καὶ ὁ χρόνος ἐν οὐρανῷ καὶ ἐν γῇ εἰσιν, ὄντες διφυεῖς· ἐν μὲν οὐρανῷ ἀμετάβλητοι καὶ ἄφθαρτοι, ἐν δὲ γῇ μεταβλητοὶ καὶ φθαρτοί. καὶ τοῦ μὲν αἰῶνος [ἡ] ψυχὴ ὁ θεός, τοῦ δὲ κόσμου ὁ αἰών, τῆς δὲ γῆς ὁ οὐρανός. καὶ ὁ μὲν θεὸς ἐν τῷ νῷ, ὁ δὲ νοῦς ἐν τῇ ψυχῇ, ἡ δὲ ψυχὴ ἐν τῇ ὕλῃ· πάντα δὲ ταῦτα διὰ τοῦ αἰῶνος· τὸ δὲ πᾶν τοῦτο σῶμα, ἐν ᾧ τὰ πάντα ἐστὶ σώματα, ψυχὴ πληρὴς τοῦ νοῦ καὶ τοῦ θεοῦ ἐντὸς μὲν αὐτὸ πληροῖ, ἐκτὸς δὲ περιλαμβάνει, ζῳοποιοῦσα τὸ πᾶν, ἐκτὸς μὲν τοῦτο τὸ μέγα καὶ τέλειον ζῷον, τὸν κόσμον, ἐντὸς δὲ πάντα τὰ ζῷα καὶ ἄνω μὲν ἐν τῷ οὐρανῷ διαμένουσα τῇ ταυτότητι, κάτω δὲ ἐπὶ τῆς γῆς τὴν γένεσιν μεταβάλλουσα.

5 συνέχει δὲ τοῦτον ὁ αἰών, εἴτε δι’ ἀνάγκην εἴτε πρόνοιαν εἴτε φύσιν καὶ εἴ τι ἄλλο οἴεται ἢ οἰήσεταί τις. τοῦτό ἐστι πᾶν ὁ θεὸς ἐνεργῶν, ἡ δὲ ἐνέργεια θεοῦ, δύναμις οὖσα ἀνυπέρβλητος, ᾗ οὔτε τὰ ἀνθρώπεια οὔτε τὰ θεῖα παραβάλλοι ἄν τις. διό, Ἑρμῆ, μηδέποτε τῶν κάτω μηδὲ τῶν ἄνω ὅμοιόν τι ἡγήσῃ τῷ θεῷ, ἐπεὶ τῆς ἀληθείας ἐκπεσῇ οὐδὲν γὰρ ὅμοιον τῷ ἀνομοίῳ καὶ μόνῳ καὶ ἑνί. καὶ μηδὲ ἄλλῳ τινὶ ἡγήσῃ τῆς δυνάμεως ἐκχωρεῖν. τίς γὰρ μετ’ ἐκεῖνόν ἐστι ζωῆς καὶ ἀθανασίας 〈καὶ〉 μεταβολῆς ποιητής; τί δὲ αὐτὸς ἄλλο τι 〈ἢ〉 ποιήσειεν; οὐ γὰρ ἀργὸς ὁ θεός, ἐπεὶ πάντα ἂν ἦν ἀργά· ἅπαντα γὰρ πλήρη τοῦ θεοῦ. ἀλλ’ οὐδὲ ἐν τῷ κόσμῳ ἐστὶν ἀργία οὐδαμοῦ, οὐδὲ ἔν τινι ἄλλῳ· ἀργία γὰρ ὄνομα κενόν ἐστι, καὶ τοῦ ποιοῦντος καὶ τοῦ γινομένου,

6 πάντα δὲ δεῖ γίνεσθαι καὶ ἀεὶ καὶ καθ’ ἑκάστου τόπου ῥοπήν. ὁ γὰρ ποιῶν ἐν πᾶσίν ἐστιν, οὐκ ἔν τινι ἱδρυμένος, οὐδὲ ἔν τινι ποιῶν, ἀλλὰ πάντα· δύναμις γὰρ ὢν ἐνεργής, οὐκ αὐτάρκης ἐστὶ τοῖς γινομένοις ἀλλὰ τὰ γινόμενα ὑπ’ αὐτῷ. θέασαι δὲ δι’ ἐμοῦ τὸν κόσμον ὑποκείμενον τῇ σῇ ὄψει, τό τε κάλλος αὐτοῦ ἀκριβῶς κατανόησον, σῶμα μὲν ἀκήρατον καὶ οὗ παλαιότερον οὐδὲν ἔσται, διὰ παντὸς δὲ ἀκμαῖον καὶ νέον καὶ μᾶλλον ἀκμαιότερον.

7 ἴδε καὶ τοὺς ὑποκειμένους ἑπτὰ κόσμους κεκοσμημένους τάξει αἰωνίῳ καὶ δρόμῳ διαφόρῳ τὸν αἰῶνα ἀναπληροῦντας, φωτὸς δὲ πάντα πλήρη, πῦρ δὲ οὐδαμοῦ· ἡ γὰρ φιλία καὶ ἡ σύγκρασις τῶν ἐναντίων καὶ τῶν ἀνομοίων φῶς γέγονε, καταλαμπόμενον ὑπὸ τῆς τοῦ θεοῦ ἐνεργείας παντὸς ἀγαθοῦ γεννήτορος καὶ πάσης τάξεως ἄρχοντος καὶ ἡγεμόνος τῶν ἑπτὰ κόσμων· σελήνην δὲ ἐκείνων πρόδρομον πάντων, ὄργανον τῆς φύσεως, τὴν κάτω ὕλην μεταβάλλουσαν· τήν τε γῆν μέσην τοῦ παντός, ὑποστάθμην τοῦ καλοῦ κόσμου ἱδρυμένην, τροφὸν καὶ τιθήνην τῶν ἐπιγείων. θέασαι δὲ καὶ τὸ πλῆθος τῶν ἀθανάτων ζῴων ὅσον ἐστὶ καὶ τὸ τῶν θνητῶν, μέσην δὲ ἀμφοτέρων, τῶν τε ἀθανάτων καὶ τῶν θνητῶν, τὴν σελήνην περιπορευομένην.

8 πάντα δὲ πλήρη ψυχῆς καὶ πάντα κινούμενα, τὰ μὲν περὶ τὸν οὐρανόν, τὰ δὲ περὶ τὴν γῆν, καὶ μήτε τὰ δεξιὰ ἐπὶ τὰ ἀριστερά, μήτε τὰ ἀριστερὰ ἐπὶ τὰ δεξιά, μήτε τὰ ἄνω κάτω μήτε τὰ κάτω ἄνω. καὶ ὅτι ταῦτα πάντα γενητά, ὦ φίλτατε Ἑρμῆ, οὐκέτι ἐμοῦ χρῄζεις μαθεῖν. καὶ γὰρ σώματά ἐστι καὶ ψυχὴν ἔχει καὶ κινεῖται· ταῦτα δὲ εἰς ἓν συνελθεῖν ἀδύνατον χωρὶς τοῦ συνάγοντος· δεῖ οὖν τινα εἶναι τοῦτον καὶ πάντως ἕνα.

9 ἐνδιαφόρων γὰρ καὶ πολλῶν οὐσῶν τῶν κινήσεων καὶ τῶν σωμάτων οὐχ ὁμοίων, μιᾶς δὲ κατὰ πάντων ταχύτητος τεταγμένης, ἀδύνατον δύο ἢ πλείους ποιητὰς εἶναι· μία γὰρ ἐπὶ πολλῶν οὐ τηρεῖται τάξις· ζῆλος δὲ τοῖς πολλοῖς παρέπεται τοῦ κρείττονος. καὶ ἐρῶ σοι· καὶ εἰ ἕτερος ἦν ὁ ποιητὴς τῶν μεταβλητῶν ζῴων καὶ θνητῶν, ἐπεθύμησεν ἂν καὶ ἀθανάτους ποιῆσαι, ὥσπερ καὶ ὁ τῶν ἀθανάτων θνητούς. φέρε δὲ εἰ καὶ δύο εἰσί, μιᾶς οὔσης τῆς ὕλης καὶ μιᾶς τῆς ψυχῆς, παρὰ τίνι ἂν αὐτῶν ἡ χορηγία τῆς ποιήσεως; εἰ δέ τι καὶ παρὰ ἀμφοτέροις, παρὰ τίνι τὸ πλεῖον μέρος;

10 οὕτω δὲ νόει, ὡς παντὸς σώματος ζῶντος ἐξ ὕλης καὶ ψυχῆς τὴν σύστασιν ἔχοντος, καὶ τοῦ ἀθανάτου καὶ τοῦ θνητοῦ, καὶ 〈τοῦ λογικοῦ καὶ〉 τοῦ ἀλόγου· πάντα γὰρ σώματα ζῶντα ἔμψυχα, τὰ δὲ μὴ ζῶντα ὕλη πάλιν καθ’ ἑαυτήν ἐστι, καὶ ψυχὴ ὁμοίως καθ’ ἑαυτὴν τῷ ποιητῇ παρακειμένη τῆς ζωῆς αἰτία, τῆς δὲ ζωῆς πᾶς αἴτιος ὁ τῶν ἀθανάτων. πῶς οὖν καὶ τὰ θνητὰ ζῷα ἄλλα τῶν † θνητῶν †; πῶς δὲ τὸ ἀθάνατον καὶ ἀθανασίαν ποιοῦν τὰ ζῴων μὴ ποιεῖ;

11 καὶ ὅτι μὲν ἔστι τις ὁ ποιῶν ταῦτα δῆλον· ὅτι δὲ καὶ εἷς, φανερώτατον· καὶ γὰρ μία ψυχὴ καὶ μία ζωὴ καὶ μία ὕλη. τίς δὲ οὗτος; τίς δὲ ἂν ἄλλος εἰ μὴ εἷς ὁ θεός; τίνι γὰρ ἄλλῳ ἂν καὶ πρέποι ζῷα ἔμψυχα ποιεῖν, εἰ μὴ μόνῳ τῷ θεῷ; εἷς οὖν θεός. † γελοιότατον †· καὶ τὸν μὲν κόσμον ὡμολόγησας ἀεὶ εἶναι καὶ τὸν ἥλιον ἕνα καὶ τὴν σελήνην μίαν καὶ θειότητα μίαν, αὐτὸν δὲ τὸν θεὸν πόστον εἶναι θέλεις;

12 πάντα οὖν αὐτὸς ποιεῖ † ἐν πολλῷ γελοιότατον †. καὶ τί μέγα τῷ θεῷ ζωὴν καὶ ψυχὴν καὶ ἀθανασίαν καὶ μεταβολὴν ποιεῖν, σοῦ τοσαῦτα ποιοῦντος; καὶ γὰρ βλέπεις καὶ λαλεῖς καὶ ἀκούεις καὶ ὀσφραίνῃ καὶ ἅπτῃ καὶ περιπατεῖς καὶ νοεῖς καὶ πνεῖς, καὶ οὐχ ἕτερος μέν ἐστιν ὁ βλέπων, ἕτερος δὲ ὁ ἀκούων, ἕτερος δὲ ὁ λαλῶν, ἄλλος δὲ ὁ ἁπτόμενος, ἄλλος δὲ ὁ ὀσφραινόμενος, ἄλλος δὲ ὁ περιπατῶν, καὶ ἄλλος ὁ νοῶν, καὶ ἄλλος ὁ ἀναπνέων, ἀλλὰ εἷς ὁ ταῦτα πάντα. ἀλλὰ οὐδὲ δυνατὰ ἐκεῖνα χωρὶς τοῦ θεοῦ εἶναι. ὥσπερ γάρ, ἂν τούτων καταργηθῇς, οὐκέτι ζῷον εἶ, οὕτως οὐδ’ ἂν ἐκείνων καταργηθῇ ὁ θεός, ὃ μὴ θέμις ἐστὶν εἰπεῖν, οὐκέτι ἐστὶ θεός.

13 εἰ γὰρ ἀποδέδεικταί 〈σε〉 μηδὲν 〈ποιοῦντα μὴ〉 δυνάμενον εἶναι, πόσῳ μᾶλλον ὁ θεός; εἰ γάρ τί ἐστιν ὃ μὴ ποιεῖ, ὃ μὴ θέμις εἰπεῖν, ἀτελής ἐστιν· εἰ δὲ μήτε ἀργός ἐστι, τέλειος δέ, ἄρα πάντα ποιεῖ. πρὸς ὀλίγον δ’ ἄν μοι σεαυτὸν ἐπιδῷς, ὦ Ἑρμῆ, ῥᾴδιον νοήσεις τὸ τοῦ θεοῦ ἔργον ἓν ὄν, ἵνα πάντα γίνηται τὰ γινόμενα ἢ τὰ ἅπαξ γεγονότα ἢ τὰ μέλλοντα γίνεσθαι. ἔστι δὲ τοῦτο, ὦ φίλτατε, ζωή· τοῦτο δέ ἐστι τὸ καλόν, τοῦτο δέ ἐστι τὸ ἀγαθόν, τοῦτό ἐστιν ὁ θεός.

14 εἰ δὲ καὶ ἔργῳ αὐτὸ θέλεις νοῆσαι, ἴδε τί σοὶ ἐγγίνεται θέλοντι γεννῆσαι· ἀλλ’ οὐκ ἐκείνῳ τοῦτο ὅμοιον· ἐκεῖνος ἄρ’ οὐχ ἥδεται· οὐδὲ γὰρ ἄλλον ἔχει συνεργόν· αὐτουργὸς γὰρ ὤν, ἀεί ἐστιν ἐν τῷ ἔργῳ, αὐτὸς ὢν ὃ ποιεῖ· εἰ γὰρ χωρισθείη αὐτοῦ, πάντα μὲν συμπεσεῖσθαι, πάντα δὲ τεθνήξεσθαι ἀνάγκη, ὡς μὴ οὔσης ζωῆς. εἰ δὲ πάντα ζῷα, μία δὲ καὶ ἡ ζωή, εἷς ἄρα καὶ ὁ θεός. καὶ πάλιν εἰ πάντα ζῷά ἐστι, καὶ τὰ ἐν οὐρανῷ καὶ τὰ ἐν τῇ γῇ. μία δὲ κατὰ πάντων ζωή, ὑπὸ τοῦ θεοῦ γίνεται, καὶ αὕτη ἐστὶ θεός· ὑπὸ τοῦ θεοῦ ἄρα γίνεται πάντα, ζωὴ δέ ἐστιν ἕνωσις νοῦ καὶ ψυχῆς· θάνατος δὲ οὐκ ἀπώλεια τῶν συναχθέντων, διάλυσις δὲ τῆς ἑνώσεως.

15 ἐστὶ τοίνυν εἰκὼν τοῦ θεοῦ ὁ αἰών, τοῦ δὲ αἰῶνος ὁ κόσμος, τοῦ δὲ κόσμου ὁ ἥλιος, τοῦ δὲ ἡλίου ὁ ἄνθρωπος· τὴν δὲ μεταβολὴν θάνατόν φασιν εἶναι, διὰ τὸ μὲν σῶμα διαλύεσθαι, τὴν δὲ ζωὴν εἰς τὸ ἀφανὲς χωρεῖν. τὰ διαλυόμενα τούτῳ τῷ λόγῳ, φίλτατέ μοι Ἑρμῆ, καὶ τὸν κόσμον †δεισιδαίμων ὡς ἀκούεις †, φημὶ μεταβάλλεσθαι διὰ τὸ γίνεσθαι μέρος αὐτοῦ καθ’ ἑκάστην ἡμέραν ἐν τῷ ἀφανεῖ, μηδέποτε 〈δὲ〉 διαλύεσθαι. καὶ ταῦτά ἐστι τὰ τοῦ κόσμου πάθη, δινήσεις τε καὶ κρύψεις. καὶ ἡ μὲν δίνησις † στροφή †, ἡ δὲ κρύψις ἀνανέωσις.

16 παντόμορφος δέ ἐστιν, οὐ τὰς μορφὰς ἐγκειμένας ἔχων, ἐν ἑαυτῷ δὲ αὐτὸς μεταβάλλων. ἐπεὶ οὖν ὁ κόσμος παντόμορφος γέγονεν, ὁ ποιήσας τί ἂν εἴη; ἄμορφος μὲν γὰρ μὴ γένοιτο. εἰ δὲ καὶ αὐτὸς παντόμορφος, ὅμοιος ἔσται τῷ κόσμῳ. ἀλλὰ μίαν ἔχων μορφήν; κατὰ τοῦτο ἐλάττων ἔσται τοῦ κόσμου. τί οὖν φαμεν αὐτὸν εἶναι, μὴ εἰς ἀπορίαν τὸν λόγον περιστήσωμεν; οὐδὲν γὰρ ἄπορον περὶ τοῦ θεοῦ νοούμενον· μίαν οὖν ἔχει ἰδέαν, εἴ τίς ἐστιν αὐτοῦ ἰδέα, ἥτις ταῖς ὄψεσιν οὐχ ὑποσταίη, ἀσώματος. καὶ πάσας διὰ τῶν σωμάτων δείκνυσι.

17 καὶ μὴ θαυμάσῃς εἰ ἔστι τις ἀσώματος ἰδέα· ἔστι γὰρ ὥσπερ ἡ τοῦ λόγου· καὶ ἐν ταῖς γραφαῖς ἀκρώρειαι ὁρῶνται μὲν γὰρ πάνυ ἐξέχουσαι, λεῖαι δὲ τῇ φύσει καὶ ὁμαλαί εἰσι παντελῶς. ἐννόησον δὲ τὸ λεγόμενον, τολμηρότερον, ἀληθέστερον δέ· ὥσπερ γὰρ ὁ ἄνθρωπος χωρὶς ζωῆς οὐ δύναται ζῆν, οὕτως οὐδὲ ὁ θεὸς δύναται μὴ ποιῶν τὸ ἀγαθόν· τοῦτο γὰρ ὥσπερ ζωὴ καὶ ὥσπερ κίνησίς ἐστι τοῦ θεοῦ, κινεῖν τὰ πάντα καὶ ζωοποιεῖν.

18 ἔνια δὲ τῶν λεγομένων ἰδίαν ἔννοιαν ἔχειν ὀφείλει· οἷον ὃ λέγω νόησον. πάντα ἐστὶν ἐν τῷ θεῷ. οὐχ ὡς ἐν τόπῳ κείμενα (ὁ μὲν γὰρ τόπος καὶ σῶμά ἐστι, καὶ σῶμα ἀκίνητον, καὶ τὰ κείμενα κίνησιν οὐκ ἔχει)· κεῖται γὰρ ἄλλως ἐν ἀσωμάτῳ φαντασίᾳ. νόησον τὸν περιέχοντα τὰ πάντα καὶ νόησον ὅτι τοῦ ἀσωμάτου οὐδέν ἐστι περιοριστικόν, οὐδὲ ταχύτερον, οὐδὲ δυνατώτερον· αὐτὸ δὲ πάντων καὶ ἀπεριόριστον καὶ ταχύτατον καὶ δυνατώτατον.

19 καὶ οὕτω νόησον ἀπὸ σεαυτοῦ, καὶ κέλευσόν σου τῇ ψυχῇ εἰς Ἰνδικὴν πορευθῆναι, καὶ ταχύτερόν σου τῆς κελεύσεως ἐκεῖ ἔσται. μετελθεῖν δὲ αὐτῇ κέλευσον ἐπὶ τὸν ὠκεανόν, καὶ οὕτως ἐκεῖ πάλιν ταχέως ἔσται, οὐχ ὡς μεταβᾶσα ἀπὸ τόπου εἰς τόπον, ἀλλ’ ὡς ἐκεῖ οὖσα. κέλευσον δὲ αὐτῇ καὶ εἰς τὸν οὐρανὸν ἀναπτῆναι, καὶ οὐδὲ πτερῶν δεηθήσεται. ἀλλ’ οὐδὲ αὐτῇ οὐδὲν ἐμπόδιον, οὐ τοῦ ἡλίου πῦρ, οὐχ ὁ αἰθήρ, οὐχ ἡ δίνη, οὐχὶ τὰ τῶν ἄλλων ἀστέρων σώματα· πάντα δὲ διατεμοῦσα ἀναπτήσεται μέχρι τοῦ ἐσχάτου σώματος. εἰ δὲ βουληθείης καὶ αὐτὸ ὅλον διαρρήξασθαι καὶ τὰ ἐκτός (εἴ γέ τι ἐκτὸς τοῦ κόσμου) θεάσασθαι, ἔξεστί σοι.

20 ἴδε ὅσην δύναμιν, ὅσον τάχος ἔχεις· εἶτα σὺ μὲν δύνασαι ταῦτα, ὁ θεὸς δὲ οὔ; τοῦτον οὖν τὸν τρόπον νόησον τὸν θεόν, ὥσπερ νοήματα πάντα ἐν ἑαυτῷ ἔχειν, τὸν κόσμον, ἑαυτόν, 〈τὸ〉 ὅλον. ἐὰν οὖν μὴ σεαυτὸν ἐξισάσῃς τῷ θεῷ, τὸν θεὸν νοῆσαι οὐ δύνασαι· τὸ γὰρ ὅμοιον τῷ ὁμοίῳ νοητόν. συναύξησον σεαυτὸν τῷ ἀμετρήτῳ μεγέθει, παντὸς σώματος ἐκπηδήσας, καὶ πάντα χρόνον ὑπεράρας Αἰὼν γενοῦ, καὶ νοήσεις τὸν θεόν· μηδὲν ἀδύνατον σεαυτῷ ὑποστησάμενος, σεαυτὸν ἥγησαι ἀθάνατον καὶ πάντα δυνάμενον νοῆσαι, πᾶσαν μὲν τέχνην, πᾶσαν δὲ ἐπιστήμην, παντὸς ζῴου ἦθος· παντὸς δὲ ὕψους ὑψηλότερος γενοῦ καὶ παντὸς βάθους ταπεινότερος· πάσας δὲ τὰς αἰσθήσεις τῶν ποιητῶν σύλλαβε ἐν σεαυτῷ, πυρός, ὕδατος, ξηροῦ, καὶ ὑγροῦ, καὶ ὁμοῦ πανταχῆ εἶναι, ἐν γῇ, ἐν θαλάττῃ, ἐν οὐρανῷ, μηδέπω γεγενῆσθαι, ἐν τῇ γαστρὶ εἶναι, νέος, γέρων, τεθνηκέναι, τὰ μετὰ τὸν θάνατον· καὶ ταῦτα πάντα ὁμοῦ νοήσας, χρόνους, τόπους, πράγματα, ποιότητας, ποσότητας, δύνασαι νοῆσαι τὸν θεόν.

21 ἐὰν δὲ κατακλείσῃς σου τὴν ψυχὴν ἐν τῷ σώματι καὶ ταπεινώσῃς αὐτὴν καὶ εἴπῃς, «οὐδὲν νοῶ, οὐδὲν δύναμαι· φοβοῦμαι τὴν θάλασσαν, εἰς τὸν οὐρανὸν ἀναβῆναι οὐ δύναμαι· οὐκ οἶδα τίς ἤμην, οὐκ οἶδα τίς ἔσομαι», τί σοι καὶ τῷ θεῷ; οὐδὲν γὰρ δύνασαι τῶν καλῶν καὶ ἀγαθῶν, φιλοσώματος καὶ κακὸς ὤν, νοῆσαι· ἡ γὰρ τελεία κακία, τὸ ἀγνοεῖν τὸ θεῖον· τὸ δὲ δύνασθαι γνῶναι καὶ θελῆσαι καὶ ἐλπίσαι, ὁδός ἐστιν † εὐθεῖα ἰδία † τοῦ ἀγαθοῦ φέρουσα καὶ ῥᾳδία. ὁδεύοντί σοι πανταχοῦ συναντήσει καὶ πανταχοῦ ὀφθήσεται, ὅπου καὶ ὅτε οὐ προσδοκᾷς, γρηγοροῦντι, κοιμωμένῳ, πλέοντι, ὁδεύοντι, νυκτός, ἡμέρας, λαλοῦντι, σιωπῶντι· οὐδὲν γάρ ἐστιν ὃ οὐκ ἔστιν.

22 εἶτα φῄς, «ἀόρατος ὁ θεός»; εὐφήμησον. καὶ τίς αὐτοῦ φανερώτερος; δι’ αὐτὸ τοῦτο πάντα ἐποίησεν, ἵνα διὰ πάντων αὐτὸν βλέπῃς. τοῦτό ἐστι τὸ ἀγαθὸν τὸ τοῦ θεοῦ, τοῦτο δὲ αὐτοῦ ἀρετή, τὸ αὐτὸν φαίνεσθαι διὰ πάντων· οὐδὲν γὰρ ἀόρατον, οὐδὲ τῶν ἀσωμάτων· νοῦς ὁρᾶται ἐν τῷ νοεῖν, ὁ θεὸς ἐν τῷ ποιεῖν. ταῦτά σοι ἐπὶ τοσοῦτον πεφανέρωται, ὦ Τρισμέγιστε· τὰ δὲ ἄλλα πάντα ὁμοίως κατὰ σεαυτὸν νόει, καὶ οὐ διαψευσθήσῃ.

Герметический корпус

XI. Ум к Гермесу

(1) Ум. Придерживайся моего учения, Трисмегист Гермес, и помни о сказанном. Что же касается меня, то я не задержусь со своим рассказом.
Гермес. Поскольку многие люди много чего наговорили обо всем и о боге и эти рассказы противоречат друг другу, я не могу научиться истине. Просвети меня относительно нее, господин, ибо лишь тебе одному я мог бы довериться в разъяснении этого вопроса.
Ум. Так слушай же, дитя, о том, в каком положении находятся бог и все.

(2) Бог, вечность, космос, время, становление. Бог созидает вечность, вечность — космос, космос — время, время — становление. Подобием сущности для бога является благо, [красота, счастье, мудрость,] для вечности — тождественность, для космоса — порядок, для времени — изменение, для становления — жизнь [и смерть]. Энергии у бога — ум и душа, у вечности — бессмертие и пребывание, у космоса — возобновление и взаимное возобновление, у времени — рост и уменьшение, у становления — качество <и количество>. Далее, вечность — в боге, космос — в вечности, время — в космосе, становление — во времени. Далее, вечность покоится вокруг бога, космос движется в вечности, время проплывает по космосу, становление возникает во времени.

(3) Итак, истоком всего является бог [, сущностью — вечность, материей же — космос]. Силой бога выступает вечность, делом вечности — космос, никогда не возникший, но вечно возникающий благодаря вечности. Поэтому он никогда не погибнет, ибо вечность нетленна. И не гибнет ничто в космосе, так как он объемлется вечностью.
[Гермес. А [мудрость] <сущность> бога — что она есть?
Ум. Благо и красота.] [И мудрость есть счастье и всяческая добродетель.]

(4) И вечность упорядочивает материю, поскольку она заложила в материю бессмертие и пребывание; [ибо ей принадлежит становление;] в самом деле, становление [и время располагаются на небе и на земле] имеет две природы, и на небе оно относится к неизменному и нетленному, а на земле — к изменчивому и тленному. Итак, космос зависит от вечности, подобно тому как сама вечность зависит от бога; и душа вечности — бог, душа космоса — вечность [, а душа земли — небо]. [Бог располагается в уме, ум — в душе, а душа — в материи.] [Все перечисленное — через Вечность.] И вот это всеобщее тело, в котором находятся все тела, полно души; душа полна ума, а ум полон бога. Душа наполняет его изнутри и охватывает снаружи, животворя все: извне — это великое и совершенное живое существо [— космос], а внутри — все живые существа, и в высшем она пребывает на небе в тождественности, а в низшем — на земле, изменяясь вместе со становлением.

(5) Это самое все связует вечность — будь то по необходимости, будь то благодаря промыслу, будь то по какой-то иной причине, которую подразумевает или будет подразумевать кто-нибудь, — и в таком состоянии и находится бог в своем действии. Энергия же бога по своей силе не может быть превзойдена, — пожалуй, с ней невозможно сопоставить ни человеческую, ни божественную энергию. Потому-то, Гермес, не придерживайся того мнения, что хотя бы что-нибудь среди низшего или высшего подобно богу, ибо в этом случае ты отклонишься от истины. В самом деле, нет ничего подобного [неподобному,] единственному и единому. И не сочти, что он уступает кому-либо другому по своей силе; ибо кто может сделать то же, что он? Кто другой причинствует для жизни и является творцом бессмертия и изменения? Разве является ему другим действие или творение? Ведь бог не бездеятелен, коль скоро в таком случае все было бы бездеятельно; ибо все полно бога. Однако и в космосе ни в каком месте нет бездеятельности [и нет ее ни в чем другом]. В самом деле, бездеятельность есть пустое имя, не имеющее отношения ни к созидающему, ни к возникающему.

(6) Необходимо, чтобы возникало все — всегда и всяким способом. Ведь творец — во всех <своих творениях>, а не в каком-то одном, и созидает не что-то одно, а все, поскольку совершает свое действие повсюду. В самом деле, сила не является собственным достоянием возникающего, напротив, возникающее подчинено ему. Подвергни же детальному рассмотрению при моем посредстве космос, который находится перед твоим взором [и тщательно обдумай его красоту], чистое тело, древнее коего нет ничего и которое тем не менее во всем находится в поре расцвета и юности [и даже более чем в поре расцвета].

(7) Взгляни также и на находящиеся перед тобой семь космосов, упорядоченных в вечном порядке и наполняющих вечность различным бегом. Все полно света, огня же нигде <, кроме как на небесах, нет>; ибо благодаря дружбе противоположного и слиянию неподобного огонь сделался светом, который сияет благодаря энергии Солнца, прародителя всякого блага, архонта всякого порядка и вождя семи космосов. Посмотри на Луну, предводителя в их беге, орудие природы, изменяющую низшую материю; посмотри на Землю, расположенную в середине всего, основание прекрасного космоса, дарующую пропитание и прокормление наземным живым существам. Рассмотри, сколь велико множество бессмертных живых существ и сколь велико множество смертных и Луну, совершающую свой путь между ними [— смертными и бессмертными].

(8) Все они полны души, все движутся — одни по небу, а другие по земле. [И ни левое не противостоит правому, ни правое — левому, ни верхнее — нижнему, ни нижнее — верхнему.] И чтобы изучить то, что все эти живые существа рождены, о наилюбезнейший Гермес, ты уже не нуждаешься во мне. Ведь они являются телами и обладают душой, благодаря которой совершают движение; свести же их воедино невозможно без некоего посредника. Следовательно, необходимо, чтобы был кто-то подобный, причем, разумеется, единый.

(9) В самом деле, в то время как движения их различаются между собой — и их много, и их тела не подобны друг другу, но тем не менее для них всех установлен единый порядок, невозможно, чтобы существовало два их творца или же большее их число. Действительно, при наличии многих творцов не мог бы сохраниться единый порядок; за многими творцами последовала бы зависть <и борьба между лучшим и худшим>, и творцы погрузились бы в споры. И если бы один был творцом изменчивых и смертных живых существ, то он возжелал бы создать и бессмертных, подобно тому как творец бессмертных пожелал бы создавать и смертных. Далее, если бы их было двое, то, в то время как материя и душа едины, кому из них было бы назначено предоставлять их для творения? А если им обоим, то кому принадлежала бы большая часть?

(10) Понимай это следующим образом: всякое живое тело подразумевает свое составление из материи и души — и бессмертное и смертное, и разумное и бессловесное. Ведь все живущие тела одушевлены, а неживущие, в свой черед, есть материя сама по себе; равным образом в распоряжении творца имеется и душа сама по себе, сущность жизни. Почему же тогда жизнь бессмертных живых существ должна быть иной, чем жизнь смертных? Разве не разумно, чтобы тот, кто создает бессмертные живые существа, творил и смертных? Ведь тот, кто создает бессмертных, причинствует для жизни вообще.

(11) Таким образом, то, что существует некто создавший всех их, очевидно. Совершенно ясно также, что он един, ибо едина Душа, едина жизнь и едина материя. Кто же он? Да кто другой мог бы им быть, как единый бог? Ибо кому другому подобало бы сотворить одушевленное, как не единственному богу? [Следовательно, есть единый бог. Это самое смешное.] Ты согласился, что космос един, что Солнце едино, что Луна едина и что Земля едина. Так в каком же числе, согласно твоему желанию, должен выступать бог? [Итак, он все творит сам.] И если бы богов было много, то это было бы самое смешное.

(12) И разве сделал бог что-то сверхъестественное, когда сотворил [жизнь и душу,] бессмертие и изменение, когда ты сам в состоянии делать столько дел? Ведь и ты смотришь, говоришь, слышишь, обоняешь, осязаешь, гуляешь, мыслишь и дышишь. И отнюдь не получается такого, чтобы один человек смотрел, другой слышал, третий говорил, четвертый осязал, пятый обонял, шестой прогуливался, седьмой мыслил, а восьмой вдыхал; напротив, есть единый человек, который совершает все эти действия. Однако невозможно также быть богом помимо созидания. В самом деле, если бы ты перестал выполнять названные действия, то уже перестал бы быть живым существом; точно так же и бог: если бы он пренебрег своими действиями (о чем даже говорить не положено) — уже не был бы богом.

(13) Действительно, если было доказано, что ничего не делающий человек не в состоянии и существовать, то разве это тем более не справедливо применительно к богу? Ибо если существует нечто, чего он не созидает, то бог несовершенен (о чем даже говорить не положено); если же нет такого отношения, в котором он был бы бездеятелен, то он совершенен. Следовательно, бог созидает все. И если бы ты вверил мне себя хотя бы на короткое время, Гермес, то ты легко понял бы, что действие у бога одно — цель его в том, чтобы все возникало [возникающее, или единожды возникшее, или то, что возникнет в будущем]; такова, о наилюбезнейший, жизнь; [такова красота,] таково благо. [Таков бог.]

(14) И если ты хочешь понять это на деле, посмотри, что происходит в тебе самом, когда ты стремишься к деторождению. Конечно же, твое состояние не похоже на его; ибо он не испытывает наслаждения, так как нет у него другого — единомышленника. Следовательно, будучи самодействующим, он всегда пребывает в действии, сам будучи тем, что он созидает. Ведь если бы последнее было отделено от него, то все рухнуло бы и всему было бы необходимо быть мертвым, поскольку в этом случае не существовало бы жизни. И если все оказывается живыми существами, то, [и жизнь едина,] следовательно, и бог един. Далее, если все есть живые существа — и то, что на небе, и то, что на земле, и у всего благодаря богу возникает единая жизнь, и эта самая жизнь и есть бог, — следовательно, все возникает благодаря богу. [Жизнь же есть единство [ума] <тела> и души. Стало быть, смерть вовсе не гибель того, что было соединено, а расторжение единства.]

(15) [Итак, вечность есть изображение бога, космос есть изображение вечности Солнце есть изображение космоса, человек есть изображение Солнца.] <...> Изменение же, как говорят, является смертью, потому что распадается тело и жизнь уходит в область незримого. С учетом этого рассуждения, о наилюбезнейший мой Гермес, я утверждаю, что и космос изменяется в вечности, поскольку каждый день некая часть его жизни оказывается в области незримого, но при этом никогда не распадается. И таковы свойства космоса — кругообороты и исчезновения; и кругооборот есть возвращение, а исчезновение — обновление.

(16) <...> Он всеформен, поскольку не обладает формами, заложенными в нем самом, но сам изменяется. Итак, в то время как космос всеформен, каков, по всей видимости, его творец? Ведь он, пожалуй, не будет бесформенным; а если он сам будет всеформенным, то окажется подобным космосу. Однако, в случае когда он имеет единую форму, он окажется худшим, нежели космос. Так что же мы должны сказать о нем? Конечно, мы не должны остановить рассуждение на этой апории; ибо для мыслящих о боге не должно быть никаких апорий. Итак, он имеет одну идею, [если есть у него какая-то идея,] которая не будет гипостазироваться в зрительном восприятии; ведь он бестелесен. [При этом такая идея будет являть все <формы> в виде тел.]

(17) И не удивляйся, если есть некая бестелесная идея; ведь она действительно существует. Такова, например, форма речи; кроме того, на рисунках горные вершины кажутся выступающими над их поверхностью, хотя по своей природе эти рисунки гладкие и совершенно плоские. Обдумай то, что говорится весьма смело, но правдиво. В самом деле, подобно тому как человек не в состоянии жить без жизни, точно так же и бог не может существовать не творя блага. Ибо жизни и движению для бога подобно приведение всего в движение и животворение.

(18) Кое-что среди обсуждаемого должно иметь свой собственный смысл, например то, что я говорю сейчас. В самом деле, все пребывает в боге, причем отнюдь не в смысле расположения в определенном месте. Ведь место есть тело, а всякое тело подвижно; бестелесное же неподвижно, и то, что располагается в нем, не обладает движением; ведь оно пребывает в бестелесном в некотором ином смысле. Подумай же о том, кто объемлет все. И пойми, что бестелесное нельзя охватить ничем, [ни чем-то более быстрым, ни чем-то более сильным,] оно же само охватывает все, будучи [и неохватным,] и наибыстрейшим, и наимощнейшим.

(19) И осмысли это на своем собственном примере. Прикажи своей душе совершить путешествие в ту землю, в которую ты хочешь, — и она будет там быстрее, чем прозвучит твой приказ. Прикажи ей переместиться к океану — и она будет там вновь с той же скоростью, при этом вовсе не совершив пространственного перемещения из одного места в другое, но так, как будто она там и была. Прикажи ей воспарить в небо — и ей не понадобятся крылья; напротив, ничто не будет для нее препятствием: ни огонь Солнца, [ни эфир,] ни круговращение <звезд> [, ни тела всех остальных звезд]; рассекши все, она воспарит вплоть до самого последнего тела. И если бы ты пожелал разорвать само общее и узреть внешнее, если, конечно, есть что-то вне космоса, то даже это для тебя возможно.

(20) Взгляни, сколь великую силу, сколь огромную скорость ты имеешь. Так что же, ты все это можешь, а бог — нет? Итак, рассмотри бога именно с этой точки зрения: он содержит в себе все в качестве мыслей — космос, самого себя, общее. Таким образом, если ты не приравняешь себя к богу, то не сможешь и мыслить бога; ибо умопостигаемым является то, что подобно подобному. Покинув любое тело, взрасти себя до неизмеримой величины; выйдя за пределы всякого времени, сделайся вечным — и ты будешь мыслить бога. Для тебя нет ничего невозможного — сочти себя бессмертным и способным использовать все: любое искусство, любую науку, повадки всякого живого существа. Стань выше всякой высоты, стань глубже всякой глубины; собери в себе восприятия всех качеств — [огня и воды,] <тепла и холода,> сухости и влажности; и думай, что ты находишься повсюду разом — на земле, в море, на небе; что ты еще не родился, еще представляешь собой плод в животе у матери, что ты молод, стар, мертв, пребываешь в посмертии; и, помыслив все это разом — времена, места, предметы, качества, количества, — сможешь мыслить бога.

(21) А если ты заключишь свою душу в теле, и принизишь самого себя, и скажешь: «Ничего не думаю, ничего не могу; боюсь земли и моря; не могу вознестись в небо; не знаю, кто я был, не ведаю, кем я буду», то что тебе до бога? Ведь тебе не получить ничего прекрасного и благого, поскольку ты — любитель телесного; ты порочен. Ибо самый худший порок — незнание бога; способность же к познанию, его желание и надежда на него являются кратчайшим и наилегчайшим путем, ведущим к благу идущего по нему. И повсюду встретит тебя бог, и повсюду объявится он тебе, там и тогда, когда ты этого не ждешь, — бодрствующему и спящему, плывущему и идущему по дороге, ночью и днем, говорящему и молчащему; ведь нет ничего, чем бы не был он.

(22) Станешь ли ты теперь говорить: «Бог невидим»? Придержи свой язык! Ибо кто более видим, чем он? Он сотворил все именно ради того, чтобы во всем ты увидел его. Таково божественное благо, такова божественная добродетель — то, что он проявляет себе через все. Ибо нет ничего, что нельзя было бы увидеть, хотя бы и среди бестелесного: ум видим в мышлении, а бог — в творении. Да будет сказанное тебе до этого места очевидным, Трисмегист. Обо всем же остальном думай сам, но подобным же образом, и ты не будешь обманут.

Очевидно, этот персонаж тождествен Поймандру из первого трактата «Герметического корпуса».См.: «Асклепий», 19 и 35, где речь идет о боге Пантоморфе («Всеформе»), который наделяет формами все сущее.