Corpus Hermeticum
XII. ἙΡΜΟΥ ΤΡΙΣΜΕΓΙΣΤΟΥ ΠΕΡΙ ΝΟΥ ΚΟΙΝΟΥ ΠΡΟΣ ΤΑΤ
1 Ὁ νοῦς, ὦ Τάτ, ἐξ αὐτῆς τῆς τοῦ θεοῦ οὐσίας ἐστίν, εἴ γέ τις ἔστιν οὐσία θεοῦ· καὶ ποία τις οὖσα τυγχάνει, οὗτος μόνος ἀκριβῶς αὐτὸν οἶδεν. ὁ νοῦς οὖν οὐκ ἔστιν ἀποτετμημένος τῆς οὐσιότητος τοῦ θεοῦ, ἀλλ’ ὥσπερ ἡπλωμένος καθάπερ τὸ τοῦ ἡλίου φῶς. οὗτος δὲ ὁ νοῦς ἐν μὲν ἀνθρώποις θεός ἐστι· διὸ καί τινες τῶν ἀνθρώπων θεοί εἰσι, καὶ ἡ αὐτῶν ἀνθρωπότης ἐγγύς ἐστι τῆς θεότητος· καὶ γὰρ ὁ Ἀγαθὸς Δαίμων τοὺς μὲν θεοὺς εἶπεν ἀθανάτους 〈ἀνθρώπουσ〉, τοὺς δὲ ἀνθρώπους θεοὺς θνητούς· ἐν δὲ τοῖς ἀλόγοις ζῴοις ἡ φύσις ἐστίν.
2 ὅπου γὰρ ψυχή, ἐκεῖ καὶ νοῦς ἐστιν, ὥσπερ ὅπου καὶ ζωή, ἐκεῖ καὶ ψυχή· ἐν δὲ τοῖς ἀλόγοις ζῴοις ἡ ψυχὴ ζωή ἐστι κενὴ τοῦ νοῦ. ὁ γὰρ νοῦς ψυχῶν ἐστιν εὐεργέτης ἀνθρώπων· ἐργάζεται γὰρ αὐτὰς εἰς τὸ ἀγαθόν, καὶ τοῖς μὲν ἀλόγοις τῇ δι’ ἑκάστου φύσει συνεργεῖ, ταῖς δὲ τῶν ἀνθρώπων ἀντιπράσσει. ψυχὴ γὰρ πᾶσα ἐν σώματι γενομένη εὐθέως ὑπό τε τῆς λύπης καὶ τῆς ἡδονῆς κακίζεται. σώματος γὰρ συνθέτου ὥσπερ χυμοὶ ζέουσιν ἥ τε λύπη καὶ ἡ ἡδονή, εἰς ἃς ἐμβᾶσα ἡ ψυχὴ βαπτίζεται.
3 ὅσαις ἂν οὖν ψυχαῖς ὁ νοῦς ἐπιστατήσῃ, ταύταις φαίνει ἑαυτοῦ τὸ φέγγος, ἀντιπράσσων αὐτῶν τοῖς προλήμμασιν. ὥσπερ ἰατρὸς ἀγαθὸς λυπεῖ τὸ σῶμα προειλημμένον ὑπὸ νόσου, καίων ἢ τέμνων, τὸν αὐτὸν τρόπον καὶ ὁ νοῦς ψυχὴν λυπεῖ, ἐξυφαιρῶν αὐτὴν τῆς ἡδονῆς, ἀφ’ ἧς πᾶσα νόσος ψυχῆς γίνεται· νόσος δὲ μεγάλη ψυχῆς ἀθεότης, ἔπειτα δόξα, αἷς πάντα τὰ κακὰ ἐπακολουθεῖ καὶ ἀγαθὸν οὐδέν· ἄρ’ οὖν ὁ νοῦς ἀντιπράσσων αὐτῇ τὸ ἀγαθὸν περιποιεῖται τῇ ψυχῇ, ὥσπερ καὶ ὁ ἰατρὸς τῷ σώματι τὴν ὑγίειαν.
4 ὅσαι δὲ ψυχαὶ ἀνθρώπιναι οὐκ ἔτυχον κυβερνήτου τοῦ νοῦ, τὸ αὐτὸ πάσχουσι ταῖς τῶν ἀλόγων ζῴων· συνεργὸς γὰρ αὐταῖς γενόμενος καὶ ἀνέσας ταῖς ἐπιθυμίαις, εἰς ἃς φέρονται τῇ ῥύμῃ τῆς ὀρέξεως πρὸς τὸ ἄλογον συντεινούσας καὶ ὥσπερ τὰ ἄλογα τῶν ζῴων ἀλόγως θυμούμεναι καὶ ἀλόγως ἐπιθυμοῦσαι οὐ παύονται, οὐδὲ κόρον ἔχουσι τῶν κακῶν· θυμοὶ γὰρ καὶ ἐπιθυμίαι ἄλογοι κακίαι ὑπερβάλλουσαι· ταύταις δὲ ὥσπερ τιμωρὸν καὶ ἔλεγχον ὁ θεὸς ἐπέστησε τὸν νόμον.
5 — Ἐνταῦθα, ὦ πάτερ, ὁ περὶ τῆς εἱμαρμένης λόγος ὁ ἔμπροσθέν μοι ἐξεληλυθὼς κινδυνεύει ἀνατρέπεσθαι. εἰ γὰρ πάντως εἵμαρται τῷδέ τινι μοιχεῦσαι ἢ ἱεροσυλῆσαι ἢ ἄλλο τι κακὸν δρᾶσαι, καὶ κολάζεται [ἢ] ὁ ἐξ ἀνάγκης τῆς εἱμαρμένης δράσας τὸ ἔργον; — Εἱμαρμένης γὰρ πάντα τὰ ἔργα, ὦ τέκνον, καὶ χωρὶς ἐκείνης οὐδέν ἐστι τῶν σωματικῶν· οὔτε ἀγαθὸν οὔτε κακὸν γενέσθαι συμβαίνει. εἵμαρται δὲ καὶ τὸ καλὸν ποιήσαντα παθεῖν, καὶ διὰ τοῦτο δρᾷ ἵνα πάθῃ ὃ πάσχει ὅτι ἔδρασε.
6 τὸ δὲ νῦν ἔχον οὐ περὶ κακίας καὶ εἱμαρμένης 〈ὁ〉 λόγος. ἐν ἄλλοις μὲν περὶ τούτων εἰρήκαμεν· νῦν δὲ περὶ νοῦ ἔστιν ἡμῖν ὁ λόγος, τί δύναται νοῦς καὶ πῶς ἐνδιάφορός ἐστιν, ἐν μὲν ἀνθρώποις τοιόσδε, ἐν δὲ τοῖς ἀλόγοις ζῴοις ἠλλαγμένος· καὶ πάλιν ὅτι ἐν μὲν τοῖς ἄλλοις ζῴοις οὐκ ἔστιν εὐεργετικὸς ἀλλ’ ἀνόμοιος ἐν πᾶσι, τό τε θυμικὸν καὶ τὸ ἐπιθυμητικὸν σβεννύων, καὶ τούτων τοὺς μὲν ἐλλογίμους ἄνδρας δεῖ νοεῖν, τοὺς δὲ ἀλόγους, πάντες δὲ οἱ ἄνθρωποι εἱμαρμένῃ ὑπόκεινται καὶ γενέσει καὶ μεταβολῇ· ἀρχὴ γὰρ καὶ τέλος ταῦτα εἱμαρμένης.
7 καὶ πάντες μὲν ἄνθρωποι πάσχουσι τὰ εἱμαρμένα, οἱ δὲ ἐλλόγιμοι, ὧν ἔφαμεν τὸν νοῦν ἡγεμονεύειν, οὐχ ὁμοίως τοῖς ἄλλοις πάσχουσιν, ἀλλὰ τῆς κακίας ἀπηλλαγμένοι οὐ κακοὶ ὄντες πάσχουσι. — Πῶς πάλιν λέγεις, ὦ πάτερ; ὁ μοιχὸς οὐ κακός; ὁ φονεὺς οὐ κακός, καὶ οἱ ἄλλοι πάντες; — Ἀλλ’ ὁ ἐλλόγιμος, ὦ τέκνον, οὐ μοιχεύσας πείσεται ἀλλ’ ὡς μοιχεύσας, οὐδὲ φονεύσας ἀλλ’ ὡς φονεύσας, καὶ ποιότητα μεταβολῆς ἀδύνατόν ἐστι διεκφυγεῖν, ὥσπερ καὶ γενέσεως· κακίαν δὲ τῷ νοῦν ἔχοντι διεκφυγεῖν ἔστι.
8 διὸ καὶ τοῦ Ἀγαθοῦ Δαίμονος ἐγὼ ἤκουσα λέγοντος ἀεί, καὶ εἰ ἐγγράφως ἐκδεδώκει, πάνυ ἂν τὸ τῶν ἀνθρώπων γένος ὠφελήκει· ἐκεῖνος γὰρ μόνος, ὦ τέκνον, ἀληθῶς, ὡς πρωτόγονος θεός, τὰ πάντα κατιδὼν θείους λόγους ἐφθέγξατο· ἤκουσα γοῦν ποτε αὐτοῦ λέγοντος, ὅτι ἕν ἐστι τὰ πάντα καὶ μάλιστα 〈τὰ〉 νοητὰ σώματα· ζῶμεν δὲ δυνάμει καὶ ἐνεργείᾳ καὶ Αἰῶνι· καὶ ὁ νοῦς τούτου ἀγαθός ἐστιν, ὅπερ ἐστὶν αὐτοῦ καὶ ψυχή. τούτου δὲ τοιούτου ὄντος οὐδὲν διαστατὸν τῶν νοητῶν· ὡς οὖν δυνατὸν νοῦν, ἄρχοντα πάντων καὶ ψυχὴν ὄντα τοῦ θεοῦ, ποιεῖν ὅπερ βούλεται.
9 σὺ δὲ νόει, καὶ τὸν λόγον τοῦτον ἀνένεγκαι πρὸς τὴν πεῦσιν ἣν ἐπύθου μου ἐν τοῖς ἔμπροσθεν· λέγω δὲ περὶ τῆς εἱμαρμένης [τοῦ νοῦ]. ἐὰν γὰρ τοὺς ἐριστικοὺς λόγους ἀκριβῶς ἀφέλῃ, ὦ τέκνον, εὑρήσεις ὅτι ἀληθῶς πάντων ἐπικρατεῖ ὁ νοῦς, ἡ τοῦ θεοῦ ψυχή, καὶ εἱμαρμένης καὶ νόμου καὶ τῶν ἄλλων πάντων· καὶ οὐδὲν αὐτῷ ἀδύνατον, οὔτε εἱμαρμένης ὑπεράνω θεῖναι ψυχὴν ἀνθρωπίνην οὔτε ἀμελήσασαν, ἅπερ συμβαίνει, ὑπὸ τὴν εἱμαρμένην θεῖναι. καὶ ταῦτα μὲν ἐπὶ τοσοῦτον λελέχθω τὰ τοῦ Ἀγαθοῦ Δαίμονος ἄριστα. — Καὶ θείως, ὦ πάτερ, ταῦτα καὶ ἀληθῶς καὶ ὠφελίμως.
10 ἐκεῖνο δέ μοι ἔτι διασάφησον. ἔλεγες γὰρ τὸν νοῦν ἐν τοῖς ἀλόγοις ζῴοις φύσεως δίκην ἐνεργεῖν, συνεργοῦντα αὐτῶν ταῖς ὁρμαῖς· αἱ δὲ ὁρμαὶ τῶν ἀλόγων ζῴων, ὡς οἶμαι, πάθη εἰσίν· εἰ δὲ καὶ ὁ νοῦς συνεργεῖται ταῖς ὁρμαῖς, αἱ δὲ ὁρμαὶ πάθη, καὶ ὁ νοῦς ἄρα πάθος ἐστί, συγχρωτίζων τοῖς πάθεσιν; — Εὖγε, ὦ τέκνον· γενναίως πυνθάνῃ· δίκαιον δὲ κἀμὲ ἀποκρίνασθαι.
11 πάντα, ὦ τέκνον, τὰ ἐν σώματι ἀσώματα παθητά, καὶ κυρίως αὐτά ἐστι πάθη· πᾶν γὰρ τὸ κινοῦν ἀσώματον, πᾶν δὲ τὸ κινούμενον σῶμα, καὶ τὰ ἀσώματα δὲ κινεῖται ὑπὸ τοῦ νοῦ· κίνησις δὲ πάθος· πάσχει οὖν ἀμφότερα, καὶ τὸ κινοῦν καὶ τὸ κινούμενον, τὸ μὲν ἄρχον, τὸ δὲ ἀρχόμενον· ἀπαλλαγεὶς δὲ τοῦ σώματος ἀπηλλάγη καὶ τοῦ πάθους· μᾶλλον δέ ποτε, ὦ τέκνον, οὐδὲν ἀπαθές, πάντα δὲ παθητά· διαφέρει δὲ πάθος παθητοῦ· τὸ μὲν γὰρ ἐνεργεῖ, τὸ δὲ πάσχει· τὰ δὲ σώματα καὶ καθ’ ἑαυτὰ ἐνεργεῖ· ἢ γὰρ ἀκίνητά ἐστιν ἢ κινεῖται. ὁπότερον δὲ ἂν ᾖ. πάθος ἐστί, τὰ δὲ ἀσώματα ἀεὶ ἐνεργεῖται, καὶ διὰ τοῦτο παθητά ἐστι. μὴ οὖν σε αἱ προσηγορίαι ταραττέτωσαν. ἥ τε γὰρ ἐνέργεια καὶ τὸ πάθος ταὐτό ἐστιν· εὐφημοτέρῳ δὲ τῷ ὀνόματι χρήσασθαι οὐ λυπεῖ.
12 — Σαφέστατα, ὦ πάτερ, τὸν λόγον ἀποδέδωκας. — Κἀκεῖνο δὲ ὅρα, ὦ τέκνον, ὅτι δύο ταῦτα τῷ ἀνθρώπῳ ὁ θεὸς παρὰ πάντα τὰ θνητὰ ζῷα ἐχαρίσατο τόν τε νοῦν καὶ τὸν λόγον, ἰσότιμα τῇ ἀθανασίᾳ, [τὸν δὲ προφορικὸν λόγον ἔχει]. τούτοις δὲ εἴ τις χρήσαιτο εἰς ἃ δεῖ, οὐδὲν τῶν ἀθανάτων διοίσει· μᾶλλον δὲ καὶ ἐξελθὼν ἐκ τοῦ σώματος ὁδηγηθήσεται ὑπὸ ἀμφοτέρων εἰς τὸν τῶν θεῶν καὶ μακάρων χορόν.
13 — Τὰ γὰρ ἄλλα ζῷα λόγῳ οὐ χρᾶται, ὦ πάτερ; — Οὔ, τέκνον, ἀλλὰ φωνῇ· πάμπολυ δὲ διαφέρει λόγος φωνῆς. ὁ μὲν γὰρ λόγος κοινὸς πάντων ἀνθρώπων, ἰδία δὲ ἑκάστου φωνή ἐστι γένους ζῴου. — Ἀλλὰ καὶ τῶν ἀνθρώπων, ὦ πάτερ, ἕκαστον κατὰ ἔθνος διάφορος ὁ λόγος; — Διάφορος μέν, ὦ τέκνον, εἷς δὲ ὁ ἄνθρωπος· οὕτω καὶ ὁ λόγος εἷς ἐστι καὶ μεθερμηνεύεται καὶ ὁ αὐτὸς εὑρίσκεται καὶ ἐν Αἰγύπτῳ καὶ Περσίδι καὶ ἐν Ἑλλάδι. δοκεῖς δέ μοι, ὦ τέκνον, ἀγνοεῖν ἀρετὴν καὶ μέγεθος λόγου. ὁ γὰρ μακάριος θεὸς Ἀγαθὸς Δαίμων ψυχὴν μὲν ἐν σώματι ἔφη εἶναι, νοῦν δὲ ἐν ψυχῇ, λόγον δὲ ἐν τῷ νῷ, τὸν οὖν θεὸν τούτων πατέρα.
14 ὁ οὖν λόγος ἐστὶν εἰκὼν καὶ νοῦς τοῦ θεοῦ, καὶ τὸ σῶμα δὲ τῆς ἰδέας, ἡ δὲ ἰδέα τῆς ψυχῆς. ἔστιν οὖν τῆς μὲν ὕλης τὸ λεπτομερέστατον ἀήρ, ἀέρος δὲ ψυχή, ψυχῆς δὲ νοῦς, νοῦ δὲ θεός· καὶ ὁ μὲν θεὸς περὶ πάντα καὶ διὰ πάντων, ὁ δὲ νοῦς περὶ τὴν ψυχὴν, ἡ δὲ ψυχὴ περὶ τὸν ἀέρα, ὁ δὲ ἀὴρ περὶ τὴν ὕλην. ἀνάγκη δὲ καὶ ἡ πρόνοια καὶ ἡ φύσις ὄργανά ἐστι τοῦ κόσμου καὶ τῆς τάξεως τῆς ὕλης, —καὶ τῶν μὲν νοητῶν ἕκαστόν ἐστιν οὐσία, οὐσία δὲ αὐτῶν ἡ ταυτότης· τῶν δὲ τοῦ παντὸς σωμάτων ἕκαστον πολλά ἐστιν· ἔχοντα γὰρ τὴν ταυτότητα 〈τὰ〉 σύνθετα σώματα καὶ τὴν μεταβολὴν εἰς ἄλληλα ποιούμενα ἀεὶ τῆς ταυτότητος τὴν ἀφθαρσίαν σῴζει.
15 ἐν δὲ τοῖς ἄλλοις συνθέτοις πᾶσι σώμασιν ἀριθμὸς ἑκάστου ἐστί. χωρὶς γὰρ ἀριθμοῦ σύστασιν ἢ σύνθεσιν ἢ διάλυσιν ἀδύνατον γενέσθαι· αἱ δὲ ἑνάδες τὸν ἀριθμὸν γεννῶσι καὶ αὔξουσι καὶ πάλιν διαλυόμενον εἰς ἑαυτὰς δέχονται, καὶ ἡ ὕλη μία. ὁ δὲ σύμπας κόσμος οὗτος, ὁ μέγας θεὸς καὶ τοῦ μείζονος εἰκών, καὶ ἡνωμένος ἐκείνῳ καὶ συσσώζων τὴν τάξιν καὶ βούλησιν τοῦ πατρὸς πλήρωμά ἐστι τῆς ζωῆς καὶ οὐδέν ἐστιν ἐν τούτῳ διὰ παντὸς τοῦ αἰῶνος τῆς πατρῴας ἀποκαταστάσεως, οὔτε τοῦ παντὸς οὔτε τῶν κατὰ μέρος, ὃ οὐχὶ ζῇ· νεκρὸν γὰρ οὐδὲ ἓν οὔτε γέγονεν οὔτε ἔστιν οὔτε ἔσται ἐν κόσμῳ. ζῷον γὰρ ἠθέλησεν ὁ πατὴρ αὐτὸ εἶναι ἔστ’ ἂν συνέστηκε· διὸ καὶ θεὸν εἶναι ἀνάγκη.
16 πῶς ἂν οὖν δύναιτο, ὦ τέκνον, ἐν τῷ θεῷ, ἐν τῇ τοῦ παντὸς εἰκόνι, ἐν τῷ τῆς ζωῆς πληρώματι νεκρὰ εἶναι; ἡ γὰρ νεκρότης φθορά ἐστιν, ἡ δὲ φθορὰ ἀπώλεια. πῶς οὖν μέρος τι δύναται φθαρῆναι τοῦ ἀφθάρτου ἢ ἀπολέσθαι τι τοῦ θεοῦ; — Οὐκ ἀποθνῄσκει οὖν, ὦ πάτερ, τὰ ἐν αὐτῷ ζῷα, ὄντα αὐτοῦ μέρη; — Εὐφήμησον, ὦ τέκνον, πλανώμενος τῇ προσηγορίᾳ τοῦ γινομένου. οὐ γὰρ ἀποθνῄσκει, ὦ τέκνον, ἀλλ’ ὡς σύνθετα σώματα διαλύεται· ἡ δὲ διάλυσις οὐ θάνατός ἐστιν, ἀλλὰ κράματος διάλυσις· διαλύεται δὲ οὐχ ἵνα ἀπόληται, ἀλλ’ ἵνα νέα γένηται ἐπεὶ τίς τῆς ζωῆς ἐστιν ἐνέργεια; οὐχὶ κίνησις; τί οὖν ἐν τῷ κόσμῳ ἀκίνητον; οὐδέν, ὦ τέκνον.
17 — Οὐδ’ ἡ γῆ ἀκίνητός σοι δοκεῖ, ὦ πάτερ; — Οὔ, τέκνον, ἀλλὰ καὶ πολυκίνητος μόνη ἥδε καὶ στασίμη· πῶς οὐκ ἂν γελοῖον εἴη τὴν τροφὸν πάντων ἀκίνητον εἶναι, τὴν φύουσαν καὶ γεννῶσαν τὰ πάντα; ἀδύνατον γὰρ χωρὶς κινήσεως φύειν τι τὸν φύοντα. γελοιότατον δὲ ἐπύθου εἰ τὸ τέταρτον μέρος ἀργὸν ἔσται· οὐδὲν γὰρ ἕτερον σημαίνει τὸ ἀκίνητον σῶμα ἢ ἀργίαν.
18 πᾶν τοίνυν ἴσθι καθολικῶς, ὦ τέκνον, τὸ ὂν ἐν κόσμῳ κινούμενον, ἤτοι κατὰ μείωσιν ἢ αὔξησιν· τὸ δὲ κινούμενον καὶ ζῇ, τὸ δὲ ζῷον πᾶν οὐκ ἀνάγκη τὸ αὐτὸ εἶναι· ὢν γὰρ ὁμοῦ σύμπας ὁ κόσμος ἀμετάβλητος, ὦ τέκνον, ἐστί, τὰ δὲ μέρη αὐτοῦ πάντα μεταβλητά, οὐδὲν δὲ φθαρτὸν ἢ ἀπολλύμενον, αἱ δὲ προσηγορίαι τοὺς ἀνθρώπους ταράττουσιν· οὐ γὰρ ἡ γένεσίς ἐστι ζωή, ἀλλ’ ἡ αἴσθησις, οὐδὲ ἡ μεταβολὴ θάνατος ἀλλὰ λήθη. τούτων τοίνυν οὕτως ἐχόντων, ἀθάνατα πάντα, ἡ ὕλη, ζωή, τὸ πνεῦμα, ψυχή, ὁ νοῦς, ἐξ οὗ πᾶν ζῷον συνέστηκε.
19 πᾶν ἄρα ζῷον ἀθάνατον δι’ αὐτόν· πάντων δὲ μᾶλλον ὁ ἄνθρωπος, ὁ καὶ τοῦ θεοῦ δεκτικὸς καὶ τῷ θεῷ συνουσιαστικός. τούτῳ γὰρ μόνῳ τῷ ζῴῳ ὁ θεὸς ὁμιλεῖ, νυκτὸς μὲν δι’ ὀνείρων, ἡμέρας δὲ διὰ συμβόλων, καὶ διὰ πάντων αὐτῷ προλέγει τὰ μέλλοντα, διὰ ὀρνέων, διὰ σπλάγχνων, διὰ πνεύματος, διὰ δρυός, διὸ καὶ ἐπαγγέλλεται ὁ ἄνθρωπος ἐπίστασθαι τὰ προγεγενημένα καὶ ἐνεστῶτα καὶ μέλλοντα.
20 κἀκεῖνο δὲ ὅρα, ὦ τέκνον, ὅτι ἕκαστον τῶν ζῴων ἑνὶ μέρει ἐπιφοιτᾷ τοῦ κόσμου· τὰ μὲν γὰρ ἔνυδρα τῷ ὕδατι, τὰ δὲ χερσαῖα τῇ γῇ, τὰ δὲ μετάρσια τῷ ἀέρι, ὁ δὲ ἄνθρωπος πᾶσι τούτοις χρῆται, γῇ, ὕδατι, ἀέρι, πυρί· ὁρᾷ δὲ καὶ οὐρανόν, ἅπτεται δὲ καὶ τούτου αἰσθήσει· ὁ δὲ θεὸς καὶ περὶ πάντα καὶ διὰ πάντων· ἐνέργεια γάρ ἐστι καὶ δύναμις· καὶ οὐδὲν δὲ δύσκολόν ἐστι νοῆσαι τὸν θεόν, ὦ τέκνον.
21 εἰ δὲ θέλεις αὐτὸν καὶ θεωρῆσαι, ἴδε τὴν τάξιν τοῦ κόσμου καὶ τὴν εὐκοσμίαν τῆς τάξεως· ἴδε τὴν ἀνάγκην τῶν φαινομένων καὶ τὴν πρόνοιαν τῶν γεγονότων τε καὶ γινομένων· ἴδε τὴν ὕλην, πληρεστάτην οὖσαν ζωῆς, τὸν τηλικοῦτον θεὸν κινούμενον μετὰ πάντων ἀγαθῶν καὶ καλῶν, θεῶν τε καὶ δαιμόνων καὶ ἀνθρώπων. — Ἀλλ’ αὗται, ὦ πάτερ, ἐνέργειαί εἰσιν. — Εἰ οὖν ἐνέργειαι ὅλως εἰσίν, ὦ τέκνον, ὑπὸ τίνος οὖν ἐνεργοῦνται; ὑπὸ ἄλλου θεοῦ; ἢ ἀγνοεῖς ὅτι ὥσπερ τοῦ κόσμου μέρη ἐστὶν οὐρανὸς καὶ ὕδωρ καὶ γῆ καὶ ἀήρ, τὸν αὐτὸν τρόπον μέλη ἐστὶ ζωὴ καὶ ἀθανασία † καὶ αἷμα † καὶ ἀνάγκη καὶ πρόνοια καὶ φύσις καὶ ψυχὴ καὶ νοῦς, καὶ τούτων πάντων ἡ διαμονὴ τὸ λεγόμενον ἀγαθόν; καὶ οὐκέτι ἐστί τι τῶν γινομένων ἢ τῶν γεγονότων, ὅπου οὐκ ἔστιν ὁ θεός.
22 — Ἐν τῇ ὕλῃ οὖν, ὦ πάτερ; — Ἡ γὰρ ὕλη, ὦ τέκνον, χωρὶς θεοῦ ἐστιν, ἵνα ποῖον αὐτῇ ἀπομερίσῃς τόπον; τί δὲ οὖσαν ἢ σωρὸν αὐτὴν οἴει εἶναι, μὴ ἐνεργουμένην; εἰ δὲ ἐνεργεῖται, ἀπὸ τίνος ἐνεργεῖται; τὰς γὰρ ἐνεργείας ἔφαμεν εἶναι μέρη τοῦ θεοῦ. ὑπὸ τίνος οὖν ζωοποιεῖται τὰ πάντα ζῷα; ὑπὸ τίνος ἀθανατίζεται τὰ ἀθάνατα; ὑπὸ τίνος μεταβάλλεται τὰ μεταβλητά; εἴτε δὲ ὕλην εἴτε σῶμα εἴτε οὐσίαν φῂς, ἴσθι καὶ ταύτας αὐτὰς ἐνεργείας τοῦ θεοῦ, καὶ ὕλης ἐνέργειαν τὴν ὑλότητα, καὶ τῶν σωμάτων 〈τὴν〉 σωματότητα, καὶ τῆς οὐσίας τὴν οὐσιότητα· καὶ τοῦτό ἐστιν ὁ θεός, τὸ πᾶν.
23 ἐν δὲ τῷ παντὶ οὐδέν ἐστιν ὃ μὴ ἔστιν. ὅθεν οὔτε μέγεθος οὔτε τόπος οὔτε ποιότης οὔτε σχῆμα οὔτε χρόνος περὶ τὸν θεόν ἐστι· πᾶν γάρ ἐστι· τὸ δὲ πᾶν διὰ πάντων καὶ περὶ πάντα. τοῦτον τὸν λόγον, ὦ τέκνον, προσκύνει καὶ θρήσκευε· θρησκεία δὲ τοῦ θεοῦ μία ἐστί, μὴ εἶναι κακόν.
Герметический корпус
XII. Об обыкновенном уме
(1) Гермес. Ум, Тат, происходит из самой сущности бога, если, конечно, у бога имеется сущность; что же касается того, каковой ей случается быть, то это в точности известно лишь ему самому. Итак, ум не отделен от сущностности бога, напротив, он словно бы простирается из нее, подобно солнечному свету. Этот самый ум в людях есть бог; потому-то и некоторые из людей божественны и их человечность близка божественности; в самом деле, Благой Демон сказал: «Боги — это бессмертные люди; люди же — смертные боги». У неразумных живых существ ум заменяет природа.
(2) Действительно, там, где [находится душа, там располагается и ум, и равным образом там, где имеется] жизнь, там есть и душа. У неразумных живых существ душа — это жизнь, лишенная ума. Ведь ум — благодетель человеческих душ; ибо он созидает для них благо. И собственным признаком для неразумных живых существ является то, что ум поступает сообразно с природой каждого из них, а для людей — что он противится ей. В самом деле, всякая душа, оказавшаяся в теле, тотчас же становится дурной вследствие как печали, так и наслаждения; ведь у составного тела печаль и наслаждение — это словно кипящие соки, и душа, вступая в них, погружается в них полностью.
(3) Так вот, тем душам, для которых ум выступает защитником, он являет собственное сияние, противодействуя их недугам. Ибо хороший врач опечаливает тело, пораженное болезнью, прижигая его или иссекая, и точно так же ум опечаливает душу, лишая ее удовольствия, от которого возникает всякая болезнь души. Величайшая же душевная болезнь — это безбожие; ведь за мнениями безбожников следует всяческое зло и никакого блага. Так вот, ум противостоит ему, даруя душе собственное благо, подобно тому как врач дарует телу здоровье.
(4) И все те человеческие души, которые не получили в свой удел ум в качестве кормчего, претерпевают то же самое, что и души неразумных животных. В самом деле, ум, сделавшийся им союзником, умерял их вожделения, <...> к которым они обращаются в порыве влечения, когда они близки к неразумию. И подобно неразумным животным, они не прекращают неразумно гневаться и неразумно вожделеть, не чувствуя пресыщения злом; ибо гнев и вожделение — неразумные пороки — усиливаются. Карающим и умеряющим их бог поставил закон.
(5) Тат. Однако в данном случае, отец, сказанному, похоже, противоречит то рассуждение о роке, которые ты представил мне ранее. В самом деле, если вот этому человеку назначено роком прелюбодействовать, грабить храмы или совершать какое-то иное зло, то почему кара постигает того, кто совершает это действие, будучи принужден роком? Ведь во всех таких действиях повинен рок.
Гермес. <...> дитя, и без него не может произойти ни одно телесное действие — ни хорошее, ни дурное. И по воле рока тот, кто совершает зло, будет и претерпевать зло; и потому он действует, с тем чтобы претерпеть то, что он претерпевает, потому что он совершил такое действие.
(6) Однако в данном случае рассуждение посвящено отнюдь не порочности и не року; ведь мы сказали о них в других беседах, а сейчас у нас речь идет об уме — о том, как возможно существовать уму и почему ему свойственны различия: в людях он такой, а в неразумных животных — другой; далее, почему для неразумных животных он не является благодетелем, а для людей совершает благо, хотя и не равным для всех образом, поскольку не во всех он гасит гневливое и вожделеющее начала. И необходимо полагать, что одни люди являются разумными, а другие — неразумными. С роком же дело обстоит иначе: все люди подчинены ему, как и становлению и изменению; ведь таковы начало и конец рока.
(7) Однако, с одной стороны, все люди испытывают то, что им предначертано роком; но с другой — разумные, которыми, как мы говорили, руководит ум, претерпевают отнюдь не то же самое, что и все остальные, напротив, они свободны от порочности, ибо испытывают претерпевания не будучи дурными.
Тат. Как ты это опять говоришь, отец? Разве прелюбодей не дурен? Разве убийца не дурен, как и все остальные подобные?
Гермес. Но разумный человек, дитя, еще не совершив прелюбодеяния, будет страдать так же, как если бы он его совершил; не совершив убийства, он будет страдать так же, как если бы он был убийцей. И качества изменения, как и качества становления, избежать невозможно; порочности же тот, кто обладает умом, избежать в состоянии.
(8) Я выслушал, дитя, то, что говорил Благой Демон; если бы он представил свое учение в письменном виде, он был бы величайшим благодетелем человеческого рода; ведь только он, дитя, как первородный бог, узрев все, произнес подлинно божественные слова. Во всяком случае, как-то я выслушал следующую его речь: «Все есть единое, и в первую очередь умопостигаемые тела; живем же мы благодаря силе, энергии и вечности. И ум у человека благ, какова у него и душа; и поскольку дело обстоит именно так, в умопостигаемом нет ничего отстоящего; итак, уму, архонту всего, являющемуся душой бога, возможно делать то, что он хочет».
(9) Обдумай сказанное и примени это рассуждение к тому вопросу, который ты задал мне ранее, я имею в виду тот, который касался рока [и ума]. Ибо если ты полностью отметешь те рассуждения, которые были сказаны лишь ради поддержания спора, дитя, то обнаружишь, что на самом деле всем повелевает ум [душа бога] — и роком, и законом, и всем остальным; и нет для него ничего невозможного: ни поставить человеческую душу над роком, ни подчинить ее року, если она проявляет неосторожность, что случается. И пусть это именно будет сказано по данному поводу. [Это самое лучшее, что было сказано Благим Демоном.]
Тат. Сколь божественно это, отец, истинно и полезно!
(10) Объясни же мне вот еще что: ты говорил, что ум у неразумных животных действует наподобие природы, помогая их влечениям. Влечения же у неразумных животных, как я полагаю, есть страсти, и, следовательно, ум подвержен страстям, поскольку тем самым принимает их облик.
Гермес. Замечательно, дитя! Ты задал достойный вопрос, и мне будет справедливо на него ответить.
(11) Все то, что существует в теле, дитя, подвержено страстям. И в первую очередь подвержены страстям сами тела; бестелесное же <подвержено страстям при некоторых условиях, например когда располагается в телах>. В самом деле, все движущее бестелесно, а все движущееся есть тело; [приводится же в движение оно умом;] [движение же есть претерпевание;] таким образом, и движущее, и движущееся оба испытывают претерпевания. Поскольку одно руководит, а другое подчиняется. Таким образом, и ум, когда он располагается в теле, подвержен страстям, а когда он покидает тело, то освобождается и от страстей. Или, пожалуй, лучше сказать, дитя, что нет ничего бесстрастного, но что все подвержено страстям. При этом само претерпевание отличается от подверженного страсти. В самом деле, одно действует, а другое претерпевает; скажем, тела действуют также и сами по себе. Ведь они либо неподвижны, либо движутся, и, какой бы случай ни имел место, он подразумевает наличие претерпевания. Бестелесное же постоянно совершает самостоятельное действие, движется ли оно или неподвижно, и уже по этой причине оказывается подверженным страстям. И пусть тебя не смущает само использование данных наименований; ибо энергия и претерпевание есть одно и то же; и не следует печалиться от использования более благозвучных имен.
Тат. Отец, ты доказал это так ясно, как это только возможно.
(12) Гермес. Обрати внимание еще и на то, дитя, что бог в отличие от всех смертных живых существ подарил человеку два качества — ум и логос, по достоинству равные бессмертию; [и об одном из них он говорит как о способности словесного выражения;] если бы кто-нибудь воспользовался ими так, как должно, то он ничем не отличался бы от бессмертных, а вернее, отличие его было бы только в том, что он пребывает в теле; когда же он покинет тело, они оба укажут ему путь в хор богов и блаженных душ.
(13) Тат. Что же, отец, все остальные живые существа логосом не пользуются?
Гермес. Нет, дитя, лишь голосом. Логос же во всех отношениях отличен от голоса; в самом деле, логос есть нечто общее Для всех людей, голос же есть собственный признак для каждого рода живых существ.
Тат. Однако, отец, и среди людей логос различается в зависимости от народа.
Гермес. Различен лишь диалект, дитя, по человеку то един, и столь же един логос: при переводе обнаруживается, что он один и тот же и в Египте, и в Персии, и в Элладе. <...> В самом деле, блаженный бог, Благой Демон, говорил о том, что душа располагается в теле, ум — в душе, а бог — в уме. [И потому бог — их отец.]
(14) Итак, логос есть изображение ума, а ум — изображение бога. [И тело есть изображение идеи, а идея — изображение души.] Наиболее тонкой частью в материи является воздух, в воздухе — душа, в душе — ум, в уме — бог. И бог — вокруг всего и во всем, ум — вокруг души, душа — вокруг воздуха, а воздух — вокруг материи. <...> Необходимость, промысел и природа есть орудия в управлении космосом и миром и порядком материи. И любой умопостигаемый предмет есть <единое> [сущность], сущностью же их является тождественность; среди тел всего каждое есть многое. Тем не менее материя едина; ибо несоставные тела близки к тождественности и, сами созидая изменение, они переходят друг в друга и сохраняют неизменность тождественности. Среди же всех остальных составных тел существует число каждого из них;
(15) ибо без числа не может происходить составление или сложение [или разложение]. Число же порождают и наращивают генады; они же принимают распадающееся к самим себе. Этот самый совокупный космос, великий бог, изображение бога еще более великого, объединенный с тем, сохраняющий порядок в согласии с волением отца, есть плерома жизни; и нет в нем ничего — во всей вечности, начиная с первого установления, — ни во всем, ни в частном, что бы не жило. В самом деле, ни одного мертвого существа не было, нет и не будет в космосе. Отец пожелал, чтобы он был живым существом до тех пор, пока он будет оставаться составленным; потому-то необходимо, чтобы он также был богом.
(16) Так разве возможно, дитя, чтобы в боге, в изображении отца, в плероме жизни, имелось мертвое? В самом деле, смерть есть порча, порча же — гибель. Итак, разве может подвергнуться порче хотя бы какая-то часть не подверженного порче или погибнуть хоть что-то в боге?
Тат. Стало быть, отец, живые существа, которые находятся в нем, не умирают, поскольку являются его частями?
Гермес. Не говори слов с дурным предзнаменованием, дитя, поскольку в этом случае ты совершишь ошибку, вызванную самим наименованием возникающего. Ведь они не умирают, дитя, однако, будучи составными телами, распадаются. Распадение вовсе не смерть, а расторжение некоей связи. Расторжение же это происходит не с тем, чтобы эти существа погибли, а ради того, чтобы они обновились. В самом деле, какова энергия жизни? Разве не движение? А разве в космосе имеется что-то неподвижное? Ничего подобного нет, дитя.
(17) Тат. Что же, отец, ты полагаешь, будто даже земля не является неподвижной?
Гермес. Конечно нет, дитя, напротив, она вполне подвижна, хотя и занимает одно и то же положение. Разве не было бы смешным, чтобы она, питающая всех живых существ, была неподвижной. Хотя она и выращивает и порождает всех их? Ведь без движения ничто произрастать не может. И самое смешное в твоем вопросе — это предположение о том, что четвертая часть бездеятельна; в самом деле, неподвижное тело не несет в себе ничего, кроме бездеятельности.
(18) Знай же, дитя, все как общее: сущее в космосе движется (хотя бы в смысле либо уменьшения, либо роста); движущееся же живет. И тем не менее любому живому существу нет необходимости всегда быть одним и тем же; в самом деле, дитя, всеобщий космос в совокупности неизменен, но все его части подвержены изменению, хотя ни одна из них не разрушается и не гибнет; людей же смущают используемые наименования. В самом деле, рождение является началом отнюдь не жизни, но чувственного восприятия; изменение же — начало не жизни, а забвения. Итак, в то время как все перечисленное находится в таком положении, все то, из чего состоит всякое живое существо, бессмертно; такова материя, [жизнь,] дух, [ум,] душа; следовательно, всякое живое существо вследствие их бессмертия само является бессмертным.
(19) И среди всех живых существ в первую очередь бессмертным является человек, который может воспринимать бога и обладает общей с ним сущностью. Ибо только с ним, единственным из живых существ, общается бог: ночью при посредстве сновидения, а днем с помощью символов; бог предсказывает ему будущее всеми возможными путями: при помощи птиц, внутренностей животных, дыхания, деревьев; потому о человеке и сообщают, что он знает прошедшее, настоящее и будущее.
(20) Учти еще и то, дитя, что каждое из живых существ обитает лишь в одной части космоса: водные — в воде, сухопутные — на земле, а воздушные — в воздухе; человек же пользуется всем перечисленным — землей, водой и воздухом; он смотрит еще и на небо, поскольку в своем ощущении соприкасается и с ним. <...> Бог же вокруг всего и во всем. Ибо он есть энергия и сила, и нет ничего трудного, дитя, в том, чтобы мыслить его, а если хочешь, то и созерцать его.
(21) Взгляни на порядок космоса и космичность порядка; взгляни на необходимость зримого и на промысел о возникшем и возникающем; взгляни на материю, в высшей мере полную жизни; взгляни на столь великого бога, движущегося вместе со всеми сущими в нем благими и прекрасными богами, демонами и людьми.
Тат. Однако таковы, отец, энергии вообще.
Гермес. Но если описанное есть энергии, дитя, то кто иной их производит, как не сам бог? Или ты не ведаешь, что, подобно тому как частями космоса являются небо, земля, вода и воздух, точно так же частями бога оказываются [жизнь, бессмертие,] рок, необходимость, промысел, природа [и душа и ум;] [и постоянство во всем этом,] [так называемое благо]. И нет ничего среди возникающего или возникшего, где не присутствовал бы бог.
(22) Тат. Следовательно, отец, бог — и в материи?
Гермес. Но ведь что такое есть материя без бога, с тем чтобы ты мог обозначить для нее ее собственное место? Чем еще она, как ты полагаешь, будет, если не неким подобием кучи, на которую не воздействует энергия? И если на нее воздействует энергия, то от кого она исходит? В самом деле, энергии, как мы говорили, являются частями бога. Так благодаря кому обретают жизнь все живые существа? Благодаря кому становятся бессмертными бессмертные? Благодаря кому изменяются изменчивые? Будешь ли ты говорить о материи, о теле или о сущности, знай, что и они являются энергиями бога; в самом деле, бог и действует в отношении материальности материи, телесности тел и сущностности сущности. И таков бог — все; и во всем не существует ничего, что не существовало бы.
(23) Потому-то помимо бога нет ни величины, ни места, ни качества, ни фигуры, ни времени; ибо он есть все, а все — во всем и вокруг всего. Пади же, дитя, перед ним ниц и служи ему; служение же богу единственное — не быть дурным.