Герметический корпус. XIII. Сокровенное слово

Перевод Л.Ю. Лукомского (2001)

AP

Corpus Hermeticum

XIII. ἙΡΜΟΥ ΤΡΙΣΜΕΓΙΣΤΟΥ ΠΡΟΣ ΤΟΝ ΥΙΟΝ ΤΑΤ ΕΝ ΟΡΕΙ ΛΟΓΟΣ ΑΠΟΚΡΥΦΟΣ, ΠΕΡΙ ΠΑΛΙΓΓΕΝΕΣΙΑΣ ΚΑΙ ΣΙΓΗΣ ΕΠΑΓΓΕΛΙΑΣ

1 Ἐν τοῖς Γενικοῖς, ὦ πάτερ, αἰνιγματωδῶς καὶ οὐ τηλαυγῶς ἔφρασας περὶ θειότητος διαλεγόμενος· οὐκ ἀπεκάλυψας, φάμενος μηδένα δύνασθαι σωθῆναι πρὸ τῆς παλιγγενεσίας· ἐμοῦ τε σοῦ ἱκέτου γενομένου, ἐπὶ τῆς τοῦ ὄρους καταβάσεως, μετὰ τὸ σὲ ἐμοὶ διαλεχθῆναι, πυθομένου τὸν τῆς παλιγγενεσίας λόγον μαθεῖν, ὅτι τοῦτον παρὰ πάντα μόνον ἀγνοῶ, καὶ ἔφης, ὅταν μέλλῃς κόσμου ἀπαλλοτριοῦσθαι, παραδιδόναι μοι. ἕτοιμος ἐγενόμην καὶ ἀπηνδρείωσα τὸ ἐν ἐμοὶ φρόνημα ἀπὸ τῆς τοῦ κόσμου ἀπάτης· σὺ δέ μου καὶ τὰ ὑστερήματα ἀναπλήρωσον οἷς ἔφης μοι παλιγγενεσίας 〈γένεσιν〉 παραδοῦναι προθέμενος ἐκ φωνῆς ἢ κρυβήν· ἀγνοῶ, ὦ Τρισμέγιστε, ἐξ οἵας μήτρας ἄνθρωπος ἐγεννήθη, σπορᾶς δὲ ποίας.

2 — Ὦ τέκνον, σοφία νοερὰ ἐν σιγῇ καὶ ἡ σπορὰ τὸ ἀληθινὸν ἀγαθόν. — Τίνος σπείραντος, ὦ πάτερ; τὸ γὰρ σύνολον ἀπορῶ. — Τοῦ θελήματος τοῦ θεοῦ, ὦ τέκνον. — Καὶ ποταπὸς ὁ γεννώμενος, ὦ πάτερ; ἄμοιρος γὰρ τῆς ἐν ἐμοὶ οὐσίας [καὶ τῆς νοητῆς]. — Ἄλλος ἔσται ὁ γεννώμενος θεοῦ θεὸς παῖς, τὸ πᾶν ἐν παντί, ἐκ πασῶν δυνάμεων συνεστώς. — Αἴνιγμά μοι λέγεις, ὦ πάτερ, καὶ οὐχ ὡς πατὴρ υἱῷ διαλέγῃ. — Τοῦτο τὸ γένος, ὦ τέκνον, οὐ διδάσκεται, ἀλλ’ ὅταν θέλῃ, ὑπὸ τοῦ θεοῦ ἀναμιμνήσκεται.

3 — Ἀδύνατά μοι λέγεις, ὦ πάτερ, καὶ βεβιασμένα· ὅθεν πρὸς ταῦτα ὀρθῶς ἀντειπεῖν θέλω· «ἀλλότριος υἱὸς πέφυκα τοῦ πατρικοῦ γένους»· μὴ φθόνει μοι, πάτερ· γνήσιος υἱός εἰμι· διάφρασόν μοι τῆς παλιγγενεσίας τὸν τρόπον. — Τί εἴπω, ὦ τέκνον; οὐκ ἔχω λέγειν, πλὴν τοῦτο· ὁρῶν † τι † ἐν ἐμοὶ ἄπλαστον θέαν γεγενημένην ἐξ ἐλέου θεοῦ, καὶ ἐμαυτὸν ἐξελήλυθα εἰς ἀθάνατον σῶμα, καί εἰμι νῦν οὐχ ὁ πρίν, ἀλλ’ ἐγεννήθην ἐν νῷ· τὸ πρᾶγμα τοῦτο οὐ διδάσκεται, οὐδὲ τῷ πλαστῷ τούτῳ στοιχείῳ, δι’ οὗ ἔστιν ἰδεῖν· διὸ καὶ ἠμέληταί μοι τὸ πρῶτον σύνθετον εἶδος· οὐκέτι κέχρῳσμαι καὶ ἁφὴν ἔχω καὶ μέτρον, ἀλλότριος δὲ τούτων εἰμί. νῦν ὁρᾷς με, ὦ τέκνον, ὀφθαλμοῖς, ὅ τι δέ 〈εἰμι οὐ〉 κατανοεῖς ἀτενίζων σώματι καὶ ὁράσει. οὐκ ὀφθαλμοῖς τούτοις θεωροῦμαι νῦν, ὦ τέκνον.

4 — Εἰς μανίαν με οὐκ ὀλίγην καὶ οἴστρησιν φρενῶν ἐνέσεισας, ὦ πάτερ· ἐμαυτὸν γὰρ νῦν οὐχ ὁρῶ. — Εἴθε, ὦ τέκνον, καὶ σὺ σεαυτὸν διεξελήλυθας, ὡς οἱ ἐν ὕπνῳ ὀνειροπολούμενοι χωρὶς ὕπνου. — Λέγε μοι καὶ τοῦτο· τίς ἐστι γενεσιουργὸς τῆς παλιγγενεσίας; — Ὁ τοῦ θεοῦ παῖς, ἄνθρωπος εἷς, θελήματι θεοῦ.

5 — Νῦν τὸ λοιπόν, ὦ πάτερ, εἰς ἀφασίαν με ἤνεγκας· τῶν πρὶν ἀπολειφθεὶς φρενῶν, —τὸ γὰρ μέγεθος βλέπω τὸ σὸν τὸ αὐτό, ὦ πάτερ, σὺν τῷ χαρακτῆρι. — Καὶ ἐν τούτῳ ψεύδῃ· τὸ γὰρ θνητὸν εἶδος καθ’ ἡμέραν ἀλλάσσεται· χρόνῳ γὰρ τρέπεται εἰς αὔξησιν καὶ μείωσιν, ὡς ψεῦδος.

6 — Τί οὖν ἀληθές ἐστιν, ὦ Τρισμέγιστε; — Τὸ μὴ θολούμενον, ὦ τέκνον, τὸ μὴ διοριζόμενον, τὸ ἀχρώματον, τὸ ἀσχημάτιστον, τὸ ἄτρεπτον, τὸ γυμνόν, τὸ φαῖνον, τὸ αὐτῷ καταληπτόν, τὸ ἀναλλοίωτον ἀγαθόν, τὸ ἀσώματον. — Μέμηνα ὄντως, ὦ πάτερ· δοκοῦντος γάρ μου ὑπὸ σοῦ σοφοῦ γεγονέναι, ἐνεφράχθησαν αἱ αἰσθήσεις τούτου μου τοῦ νοήματος. — Οὕτως ἔχει, ὦ τέκνον· τὸ μὲν ἀνωφερές, ὡς πῦρ, καὶ κατωφερές, ὡς γῆ, καὶ ὑγρόν, ὡς ὕδωρ, καὶ σύμπνοον, ὡς ἀήρ ...., πῶς αἰσθητῶς αὐτὸ νοήσεις τὸ μὴ σκληρόν, τὸ μὴ ὑγρόν, τὸ ἀσφίγγωτον, τὸ μὴ διαδυόμενον, τὸ μόνον δυνάμει καὶ ἐνεργείᾳ νοούμενον, δεόμενον δὲ τοῦ δυναμένου νοεῖν τὴν ἐν θεῷ γένεσιν;

7 — Ἀδύνατος οὖν εἰμι, ὦ πάτερ; — Μὴ γένοιτο, ὦ τέκνον· ἐπίσπασαι εἰς ἑαυτόν, καὶ ἐλεύσεται· θέλησον, καὶ γίνεται· κατάργησον τοῦ σώματος τὰς αἰσθήσεις, καὶ ἔσται ἡ γένεσις τῆς θεότητος· κάθαραι σεαυτὸν ἀπὸ τῶν ἀλόγων τῆς ὕλης τιμωριῶν. — Τιμωροὺς γὰρ ἐν ἐμαυτῷ ἔχω, ὦ πάτερ; — Οὐκ ὀλίγους, ὦ τέκνον, ἀλλὰ καὶ φοβεροὺς καὶ πολλούς. — Ἀγνοῶ, ὦ πάτερ. — Μία αὕτη, ὦ τέκνον, τιμωρία ἡ ἄγνοια· δευτέρα λύπη· τρίτη ἀκρασία· τετάρτη ἐπιθυμία· πέμπτη ἀδικία· ἕκτη πλεονεξία· ἑβδόμη ἀπάτη· ὀγδόη φθόνος· ἐνάτη δόλος· δεκάτη ὀργή· ἑνδεκάτη προπέτεια· δωδεκάτη κακία· εἰσὶ δὲ αὗται τὸν ἀριθμὸν δώδεκα· ὑπὸ δὲ ταύτας πλείονες ἄλλαι, ὦ τέκνον, διὰ τοῦ δεσμωτηρίου τοῦ σώματος αἰσθητικῶς πάσχειν ἀναγκάζουσι τὸν ἐνδιάθετον ἄνθρωπον· ἀφίστανται δὲ αὗται, οὐκ ἀθρόως, ἀπὸ τοῦ ἐλεηθέντος ὑπὸ τοῦ θεοῦ, καὶ οὕτω συνίσταται ὁ τῆς παλιγγενεσίας τρόπος καὶ λόγος.

8 λοιπὸν σιώπησον, ὦ τέκνον, καὶ εὐφήμησον καὶ διὰ τοῦτο οὐ καταπαύσει τὸ ἔλεος εἰς ἡμᾶς ἀπὸ τοῦ θεοῦ· χαῖρε λοιπόν, ὦ τέκνον, ἀνακαθαιρόμενος ταῖς τοῦ θεοῦ δυνάμεσιν, εἰς συνάρθρωσιν τοῦ Λόγου. ἦλθεν ἡμῖν γνῶσις θεοῦ· ταύτης ἐλθούσης, ὦ τέκνον, ἐξηλάθη ἡ ἄγνοια. ἦλθεν ἡμῖν γνῶσις χαρᾶς· παραγενομένης ταύτης, ὦ τέκνον, ἡ λύπη φεύξεται εἰς τοὺς χωροῦντας αὐτήν.

9 δύναμιν καλῶ ἐπὶ χαρᾷ τὴν ἐγκράτειαν· ὦ δύναμις ἡδίστη, προσλάβωμεν, ὦ τέκνον, αὐτὴν ἀσμενέστατα· πῶς ἅμα τῷ παραγενέσθαι ἀπώσατο τὴν ἀκρασίαν; τετάρτην δὲ νῦν καλῶ καρτερίαν, τὴν κατὰ τῆς ἐπιθυμίας δύναμιν. ὁ βαθμὸς οὗτος, ὦ τέκνον, δικαιοσύνης ἐστὶν ἕδρασμα· χωρὶς γὰρ κρίσεως ἴδε πῶς τὴν ἀδικίαν ἐξήλασεν· ἐδικαιώθημεν, ὦ τέκνον, ἀδικίας ἀπούσης. ἕκτην δύναμιν καλῶ εἰς ἡμᾶς, τὴν κατὰ τῆς πλεονεξίας, κοινωνίαν. ἀποστάσης δὲ ἔτι καλῶ τὴν ἀλήθειαν καὶ φεύγει ἀπάτη, ἀλήθεια παραγίνεται ἴδε πῶς τὸ ἀγαθὸν πεπλήρωται, ὦ τέκνον, παραγινομένης τῆς ἀληθείας· φθόνος γὰρ ἀφ’ ἡμῶν ἀπέστη· τῇ δὲ ἀληθείᾳ καὶ τὸ ἀγαθὸν ἐπεγένετο, ἅμα ζωῇ καὶ φωτί, καὶ οὐκέτι ἐπῆλθεν οὐδεμία τοῦ σκότους τιμωρία, ἀλλ’ ἐξέπτησαν νικηθεῖσαι ῥοίζῳ.

10 ἔγνωκας, ὦ τέκνον, τῆς παλιγγενεσίας τὸν τρόπον· τῆς δεκάδος παραγινομένης, ὦ τέκνον, συνετέθη νοερὰ γένεσις καὶ τὴν δωδεκάδα ἐξελαύνει καὶ ἐθεώθημεν τῇ γενέσει· ὅστις οὖν ἔτυχε κατὰ τὸ ἔλεος τῆς κατὰ θεὸν γενέσεως, τὴν σωματικὴν αἴσθησιν καταλιπών, ἑαυτὸν γνωρίζει ἐκ τούτων συνιστάμενον καὶ εὐφραίνεται

11 — Ἀκλινὴς γενόμενος ὑπὸ τοῦ θεοῦ, ὦ πάτερ, φαντάζομαι, οὐχ ὁράσει ὀφθαλμῶν ἀλλὰ τῇ διὰ δυνάμεων νοητικῇ ἐνεργείᾳ. ἐν οὐρανῷ εἰμι, ἐν γῇ, ἐν ὕδατι, ἐν ἀέρι· ἐν ζῴοις εἰμί, ἐν φυτοῖς· ἐν γαστρί, πρὸ γαστρός, μετὰ γαστέρα, πανταχοῦ. ἀλλ’ ἔτι τοῦτό μοι εἰπέ, πῶς αἱ τιμωρίαι τοῦ σκότους, οὖσαι ἀριθμῷ δώδεκα, ὑπὸ δέκα δυνάμεων ἀπωθοῦνται. τίς ὁ τρόπος, ὦ Τρισμέγιστε;

12 — Τὸ σκῆνος τοῦτο, ὃ καί, ὦ τέκνον, διεξεληλύθαμεν, ἐκ τοῦ ζῳοφόρου κύκλου συνέστη καὶ τούτου συνεστῶτος ἐκ [ἀριθμῶν] δώδεκα ὄντων τὸν ἀριθμόν, φύσεως μιᾶς, παντομόρφου ἰδέας, εἰς πλάνην τοῦ ἀνθρώπου· διαζυγαὶ ἐν αὐταῖς εἰσιν, ὦ τέκνον, ἡνωμέναι ἐν τῇ πράξει ....ἀχώριστός ἐστιν ἡ προπέτεια τῆς ὀργῆς· εἰσὶ δὲ καὶ ἀδιόριστοι. εἰκότως οὖν κατὰ τὸν ὀρθὸν λόγον τὴν ἀπόστασιν ποιοῦνται, καθὼς καὶ ἀπὸ δέκα δυνάμεων ἐλαυνόμεναι, τουτέστιν ἀπὸ τῆς δεκάδος· ἡ γὰρ δεκάς, ὦ τέκνον, ἐστὶ ψυχογόνος· ζωὴ δὲ καὶ φῶς ἡνωμέναι εἰσίν, ἔνθα ὁ τῆς ἑνάδος ἀριθμὸς πέφυκε τοῦ πνεύματος. ἡ ἑνὰς οὖν κατὰ λόγον τὴν δεκάδα ἔχει, ἡ δὲ δεκὰς τὴν ἑνάδα.

13 — Πάτερ, τὸ πᾶν ὁρῶ καὶ ἐμαυτὸν ἐν τῷ νοΐ. — Αὕτη ἐστὶν ἡ παλιγγενεσία, ὦ τέκνον, τὸ μηκέτι φαντάζεσθαι εἰς τὸ σῶμα τὸ τριχῇ διαστατόν ... διὰ τὸν λόγον τοῦτον τὸν περὶ τῆς παλιγγενεσίας † εἰς ὃν ὑπεμνηματισάμην † ἵνα μὴ ὦμεν διάβολοι τοῦ παντὸς εἰς τοὺς πολλούς, † εἰς οὓς † ὁ θεὸς αὐτὸς θέλει.

14 Εἰπέ μοι, ὦ πάτερ, τὸ σῶμα τοῦτο τὸ ἐκ δυνάμεων συνεστὸς λύσιν ἴσχει ποτέ; — Εὐφήμησον καὶ μὴ ἀδύνατα φθέγγου· ἐπεὶ ἁμαρτήσεις καὶ ἀσεβηθήσεταί σου ὁ ὀφθαλμὸς τοῦ νοῦ. τὸ αἰσθητὸν τῆς φύσεως σῶμα πόρρωθέν ἐστι τῆς οὐσιωδοῦς γενέσεως· τὸ μὲν γάρ ἐστι διαλυτόν, τὸ δὲ ἀδιάλυτον, καὶ τὸ μὲν θνητόν, τὸ δὲ ἀθάνατον. ἀγνοεῖς ὅτι θεὸς πέφυκας καὶ τοῦ ἑνὸς παῖς, ὃ κἀγώ;

15 — Ἐβουλόμην, ὦ πάτερ, τὴν διὰ τοῦ ὕμνου εὐλογίαν, ἣν ἔφης ἐπὶ τὴν ὀγδοάδα γενομένου σου ἀκοῦσαι τῶν δυνάμεων. — Καθὼς Ὀγδοάδα ὁ Ποιμάνδρης ἐθέσπισε, τέκνον, καλῶς σπεύδεις λῦσαι τὸ σκῆνος· κεκαθαρμένος γάρ. ὁ Ποιμάνδρης, ὁ τῆς αὐθεντίας νοῦς, πλέον μοι τῶν ἐγγεγραμμένων οὐ παρέδωκεν, εἰδὼς ὅτι ἀπ’ ἐμαυτοῦ δυνήσομαι πάντα νοεῖν καὶ ἀκούειν ὧν βούλομαι, καὶ ὁρᾶν τὰ πάντα, καὶ ἐπέτρεψέ μοι ἐκεῖνος ποιεῖν τὰ καλά. διὸ καὶ ἐν πᾶσιν αἱ δυνάμεις αἱ ἐν ἐμοὶ ᾄδουσι.
— Θέλω, πάτερ, ἀκοῦσαι, καὶ βούλομαι ταῦτα νοῆσαι.

16 — Ἡσύχασον, ὦ τέκνον, καὶ τῆς ἁρμοζούσης νῦν ἄκουε εὐλογίας, τὸν ὕμνον τῆς παλιγγενεσίας, ὃν οὐκ ἔκρινα οὕτως εὐκόλως ἐκφάναι, εἰ μὴ σοὶ ἐπὶ τέλει τοῦ παντός. ὅθεν τοῦτο οὐ διδάσκεται, ἀλλὰ κρύπτεται ἐν σιγῇ. οὕτως οὖν, ὦ τέκνον, στὰς ἐν ὑπαίθρῳ τόπῳ, νότῳ ἀνέμῳ ἀποβλέπων περὶ καταφορὰν τοῦ ἡλίου δύνοντος, προσκύνει· ὁμοίως καὶ ἀνιόντος πρὸς ἀπηλιώτην. ἡσύχασον, ὦ τέκνον. ΥΜΝΩΔΙΑ ΚΡΥΠΤΗ, ΛΟΓΟΣ Δʹ

17 πᾶσα φύσις κόσμου προσδεχέσθω τοῦ ὕμνου τὴν ἀκοήν. ἀνοίγηθι γῆ, ἀνοιγήτω μοι πᾶς μοχλὸς ὄμβρου, τὰ δένδρα μὴ σείεσθε. ὑμνεῖν μέλλω τὸν τῆς κτίσεως κύριον, καὶ τὸ πᾶν καὶ τὸ ἕν. ἀνοίγητε οὐρανοί, ἄνεμοί τε στῆτε. ὁ κύκλος ὁ ἀθάνατος τοῦ θεοῦ, προσδεξάσθω μου τὸν λόγον· μέλλω γὰρ ὑμνεῖν τὸν κτίσαντα τὰ πάντα, τὸν πήξαντα τὴν γῆν καὶ οὐρανὸν κρεμάσαντα καὶ ἐπιτάξαντα ἐκ τοῦ ὠκεανοῦ τὸ γλυκὺ ὕδωρ εἰς τὴν οἰκουμένην καὶ ἀοίκητον ὑπάρχειν εἰς διατροφὴν καὶ κτίσιν πάντων τῶν ἀνθρώπων, τὸν ἐπιτάξαντα πῦρ φανῆναι εἰς πᾶσαν πρᾶξιν θεοῖς τε καὶ ἀνθρώποις. δῶμεν πάντες ὁμοῦ αὐτῷ τὴν εὐλογίαν, τῷ ἐπὶ τῶν οὐρανῶν μετεώρῳ, τῷ πάσης φύσεως κτίστῃ. οὗτός ἐστιν ὁ τοῦ νοῦ ὀφθαλμός, καὶ δέξαιτο τῶν δυνάμεων μου τὴν εὐλογίαν.

18 αἱ δυνάμεις αἱ ἐν ἐμοί, ὑμνεῖτε τὸ ἓν καὶ τὸ πᾶν· συνᾴσατε τῷ θελήματί μου πᾶσαι αἱ ἐν ἐμοὶ δυνάμεις. γνῶσις ἁγία, φωτισθεὶς ἀπὸ σοῦ, διὰ σοῦ τὸ νοητὸν φῶς ὑμνῶν χαίρω ἐν χαρᾷ νοῦ. πᾶσαι δυνάμεις ὑμνεῖτε σὺν ἐμοί. καὶ σύ μοι, ἐγκράτεια, ὕμνει. δικαιοσύνη μου, τὸ δίκαιον ὕμνει δι’ ἐμοῦ. κοινωνία ἡ ἐμή, τὸ πᾶν ὕμνει δι’ ἐμοῦ· ὕμνει ἀλήθεια τὴν ἀλήθειαν. τὸ ἀγαθόν, ἀγαθόν, ὕμνει· ζωὴ καὶ φῶς, ἀφ’ ὑμῶν εἰς ὑμᾶς χωρεῖ ἡ εὐλογία. εὐχαριστῶ σοι, πάτερ, ἐνέργεια τῶν δυνάμεων. εὐχαριστῶ σοι, θεέ, δύναμις τῶν ἐνεργειῶν μου· ὁ σὸς Λόγος δι’ ἐμοῦ ὑμνεῖ σέ. δι’ ἐμοῦ δέξαι τὸ πᾶν λόγῳ, λογικὴν θυσίαν.

19 ταῦτα βοῶσιν αἱ δυνάμεις αἱ ἐν ἐμοί· τὸ πᾶν ὑμνοῦσι, τὸ σὸν θέλημα τελοῦσι, σὴ βουλὴ ἀπὸ σοῦ ἐπὶ σέ, τὸ πᾶν. δέξαι ἀπὸ πάντων λογικὴν θυσίαν· τὸ πᾶν τὸ ἐν ἡμῖν, σῷζε ζωή, φώτιζε φῶς, † πνεῦμα † θεέ· Λόγον γὰρ τὸν σὸν ποιμαίνει ὁ Νοῦς. πνευματοφόρε, δημιουργέ·

20 σὺ εἶ ὁ θεός. ὁ σὸς ἄνθρωπος ταῦτα βοᾷ διὰ πυρός, δι’ ἀέρος, διὰ γῆς, διὰ ὕδατος, διὰ πνεύματος, διὰ τῶν κτισμάτων σου. ἀπὸ σοῦ Αἰῶνος εὐλογίαν εὗρον καί, ὃ ζητῶ, βουλῇ τῇ σῇ ἀναπέπαυμαι. εἶδον θελήματι τῷ σῷ τὴν εὐλογίαν ταύτην λεγομένην.

21 — Ὦ πάτερ, τέθεικα καὶ ἐν κόσμῳ τῷ ἐμῷ. — «Ἐν τῷ νοητῷ» λέγε, τέκνον. — Ἐν τῷ νοητῷ, ὦ πάτερ· δύναμαι. ἐκ τοῦ σοῦ ὕμνου καὶ τῆς σῆς εὐλογίας ἐπιπεφώτισταί μου ὁ νοῦς. πλέον θέλω κἀγὼ πέμψαι ἐξ ἰδίας φρενὸς εὐλογίαν τῷ θεῷ. — Ὦ τέκνον, μὴ ἀσκόπως. — Ἐν τῷ νῷ, ὦ πάτερ, ἃ θεωρῶ, λέγω. σοί, γενάρχα τῆς γενεσιουργίας, Τὰτ θεῷ πέμπω λογικὰς θυσίας. θεέ, σὺ πάτερ, σὺ ὁ κύριος, σὺ ὁ νοῦς, δέξαι λογικὰς ἃς θέλεις ἀπ’ ἐμοῦ· σοῦ γὰρ βουλομένου πάντα τελεῖται. — Σύ, ὦ τέκνον, πέμψον δεκτὴν θυσίαν τῷ πάντων πατρὶ θεῷ. ἀλλὰ καὶ πρόσθες, ὦ τέκνον, «διὰ τοῦ Λόγου.»

22 — Εὐχαριστῶ σοι, πάτερ, † ταῦτά μοι αἰνεῖν εὐξαμένῳ. † — Χαίρω, τέκνον, καρποφορήσαντος ἐκ τῆς ἀληθείας τὰ ἀγαθά, τὰ ἀθάνατα γενήματα. τοῦτο μαθὼν παρ’ ἐμοῦ τῆς ἀρετῆς σιγὴν ἐπάγγειλαι, μηδενί, τέκνον, ἐκφαίνων τῆς παλιγγενεσίας τὴν παράδοσιν, ἵνα μὴ ὡς διάβολοι λογισθῶμεν. ἱκανῶς γὰρ ἕκαστος ἡμῶν ἐπεμελήθη, ἐγώ τε ὁ λέγων, σύ τε ὁ ἀκούων. νοερῶς ἔγνως σεαυτὸν καὶ τὸν πατέρα τὸν ἡμέτερον.

Герметический корпус

XIII. Сокровенное слово [на горе] [о палингенесии и предписании молчания]

(1) Тат. В «Общих положениях», отец, ты вел беседу о божественности загадочно и неясно; ибо ты, говоря о том, что никто не в состоянии быть спасенным прежде палингенесии, не открыл смысл своих слов. И после того как я попросил тебя при переходе через горы, после того, что ты мне рассказал, научить меня также смыслу палингенесии, поскольку я, в отличие от всего остального, лишь его не ведаю, ты в тот момент не счел возможным поведать мне о ней и сказал: «Когда ты отрешишься от космоса, я поведаю тебе о ней». Я уже готов: я отринул свой разум от лжи космоса. Восполни же недостающее во мне, как ты говорил, предполагая рассказать мне о палингенесии [на словах или тайно]. Не ведаю я, Трисмегист, от какой матери мог бы возродиться человек и из какого семени.

(2) Гермес. Дитя, мать есть мудрость, несущая свой плод в молчании, а семя — истинное благо.
Тат. Но кто посеял это семя, отец? Ибо я в полном недоумении.
Гермес. Воление бога, дитя.
Тат. Скажи мне вот еще что: кто телесиург палингенесии?
Гермес. Один человек, сын бога, помощник в исполнении воления бога.
Тат. А каков тот, кто рождается, отец?
Гермес. Рождающийся другой, он сын бога, все во всем; он имеет свой удел, поскольку состоит из всяческих сил.
Тат. Ты задаешь мне загадку, отец, и разговариваешь вовсе не так, как отец разговаривает со своим сыном.
Гермес. Вещам такого рода не учатся, дитя, напротив, их припоминают с помощью бога, когда он этого пожелает.

(3) Тат. Ты говоришь мне нечто невозможное и натянутое, отец. Потому я хочу в ответ на это вполне справедливо спросить тебя: разве я по природе чужд отеческому роду? Не отказывай мне, отец, ибо я твой законный сын; расскажи мне о способе, которым совершается палингенесия.
Гермес. Что я сказал тебе, дитя? Этот предмет не является предметом обучения, и увидеть его при посредстве той ложной стихии, при помощи которой ты видишь, невозможно. Я не могу сказать тебе ничего, кроме следующего. Я вижу в себе самом некое неложное видение, появившееся благодаря милости бога. Я переместил самого себя в бессмертное тело; и ныне я не тот, что прежде, но возродился я в уме, и мое прежнее [составное] тело подвергнуто разложению. И уже больше не обладаю я цветом, и не могу быть воспринят осязанием, и не обладаю я мерой — ныне я чужд этому, [ты же видишь меня, дитя, глазами] как и всему тому, что ты имеешь в виду, когда пристально смотришь телесным взором. Невидим я ныне для очей этих.

(4) Тат. Ты поверг меня в немалое безумие и в помрачение ума, отец. Ибо что же, разве не вижу я теперь самого себя?
Гермес. О, если бы, дитя, и ты изменил самого себя, чтобы увидеть, причем не так, как те, которые странствуют повсюду в сновидениях, но без всякого сна.

(5) Тат. Ныне наконец, отец, ты обрек меня на немоту. Ибо я вижу величие твое, отец, как одно и то же, и то же касается твоего характера.
Гермес. И в этом ты ошибаешься, ибо смертный облик меняется каждый день изо дня в день, поскольку со временем он преобразуется в увеличении или уменьшении, что ложно.

(6) Тат. А что же истинно, Трисмегист?
Гермес. То, что не искажается, дитя, то, что не заключается в пределы, то, что лишено цвета, то, что не имеет фигуры, то, что обнажено, то, что очевидно, то, что может быть воспринято само по себе, то, что неколебимо, то, что неизменно, то, что благое.
Тат. Я действительно безумен, отец, ибо я лишился того ума, который имел; в самом деле, я, похоже, сделался благодаря тебе мудрым и мои ощущения помрачены, поскольку на первое место тем самым было поставлено мое мышление.
Гермес. Так и есть, дитя. То, что способно возноситься ввысь [как огонь]; то, что тяготеет вниз [как земля]; то, что влажно [как вода]; то, что пронизано духом [как воздух], — вот то, что подпадает под ощущения; то же, что не подобно перечисленному, — разве можешь ты мыслить это в соотношении с ощущением: то, что не твердое, то, что не влажное, то, что не является составным, то, что не распадается, то, что мыслится лишь в возможности [и в действительности], то, что нуждается в том, кто будет в состоянии мыслить бестелесное [становление в боге]?

(7) Тат. Так что же, я не способен к этому, отец?
Гермес. Этого не может быть, дитя! Поспеши к самому себе — и ты достигнешь этого; пожелай — и сбудется. Оставь в покое свои телесные ощущения — и произойдет рождение божественности. <...> Необходимо очистить себя от неразумных мук материи.
Тат. Так что же, во мне есть мучители, отец?
Гермес. И их немало, дитя, напротив, они ужасны и многочисленны.
Тат. Я их не знаю, отец.
Гермес. Одна мука есть само неведение.
Второй — печаль; третий — невоздержанность; четвертый — вожделение; пятый — несправедливость; шестой — алчность; седьмой — лживость; восьмой — зависть; девятый — коварство; десятый — гнев; одиннадцатый — опрометчивость; двенадцатый — порочность. Числом — двенадцать, но под ними есть и другие, и их еще больше, дитя, — это те, которые при посредстве чувственного восприятия вынуждают страдать человека, заключенного в узилище тела. Они разом оставляют того, над кем сжалился бог, и в таком случае с ним соединяется логос. Таков путь палингенесии.

(8) Наконец замолчи, дитя, и проникнись благоговением; и тогда милость бога не перестанет снисходить на нас. Наконец возрадуйся, дитя, вновь очищаясь благодаря силам бога; ибо они присутствуют в сочетании с логосом. Пришло к нам знание бога; а после того, как оно пришло, покинуло нас неведение. Пришла к нам радость; и после того, как она оказалась подле нас, дитя, печаль бежала к тем, в ком есть место для нее.

(9) И в качестве третьей силы после радости я призываю воздержание. О сила сладчайшая! Давай воспримем ее, дитя, с величайшим удовольствием. Взгляни, как с появлением своим она изгоняет невоздержанность прочь. Четвертой силой я призываю самообладание, которое противостоит вожделению <...>. Следующая ступень, дитя, есть обитель справедливости. Взгляни, как она изгнала несправедливость; ибо будем мы справедливы, дитя, без всякого суда, если покинет нас несправедливость. Шестой силой против алчности я призываю общность <имущества>. Когда отступила алчность, <...>. Седьмой силой я призываю истину. Беги, ложь; истина приближается. Взгляни, сколь полно благо, дитя, когда подле оказалась истина. Ибо зависть отступила от нас <как и остальные мучения>. Вместе с истиной подле оказалось и благо наряду с жизнью и светом. И уже не приблизится никакое мучение тьмы, напротив, все они отлетели прочь с шумом и свистом.

(10) [Когда десятка оказывается рядом,] Дитя, была создана умственная сущность, [и изгнала она эти двенадцать] и были мы обожествлены этим рождением. Таким образом, всякий, кто милостью божьей удостоился рождения в боге, презрев телесное ощущение свое, познает самого себя как состоящего из описанных сил, а познав, ликует.

(11) Тат. После того, отец, как я сделался благодаря богу новой сущностью, я представляю себе вещи не при посредстве зрения глаз, а благодаря умственной энергии. Я нахожусь на небе, на земле, в воде, в воздухе; я нахожусь в животных и в растениях; во чреве матери, прежде попадания во чрево, после выхода из чрева; я присутствую повсюду.
Гермес. Ты познал, дитя, способ палингенесии.
Тат. Однако скажи мне вот еще что: почему муки тьмы числом двенадцать отгоняются десятью силами? Каков способ их изгнания, Трисмегист?

(12) Гермес. Это обиталище, дитя, которое мы покинули, было образовано силой зодиакального круга, порождающего всевозможные формы единой природы для введения человека в заблуждение; и он состоит из знаков числом двенадцать, и потому, дитя, среди них имеется двенадцать распадений. Но в то же время они неопределенны, поскольку объединены в своем действии; ибо опрометчивость, скажем, неотделима от порыва страсти. Таким образом, вполне справедливо, что и устранение их совершается, как я и сказал, всех в совокупности. И, согласно здравому смыслу, они изгоняются десятью силами, то есть десяткой; ибо десятка, дитя, порождает душу. Жизнь и свет объединены в генаду, а число, сопряженное с генадой, по природе есть начало десятки. Итак, генада по своему смыслу объемлет десятку [, а десятка — генаду].

(13) Тат. Отец, я вижу все и себя самого в уме.
Гермес. Такова палингенесия, дитя, — уже не представлять себе ничего в виде тела, протяженного в трех измерениях. Таков результат рассуждения этого о палингенесии, которое я записал в виде заметок, чтобы мы не предстали как клеветники всего перед большинством, для тех, кому сам бог пожелал бы это сообщить.

(14) Тат. Скажи мне, отче мой, распадется ли когда-нибудь это новое тело, состоящее из сил?
Гермес. Не говори слов с дурным предзнаменованием и не изрекай невозможного, коль скоро ты [прегрешишь и] совершишь святотатство. Уж не погасло ли око твоего ума? Чувственно воспринимаемое тело далеко от сущностного [рождения]; ведь одно расторжимо, а другое нерасторжимо; одно смертно, а другое бессмертно. Разве ты не ведаешь, что по природе ты бог и сын единого, как и я?

(15) Тат. Я хотел бы, отец, прослушать хвалебную речь в виде гимна, который, как ты говорил, Поймандр предсказал тебе услышать у сил, после того как ты оказался в восьмой сфере.
Гермес. Дитя, ты поступаешь прекрасно, стремясь к этому; ибо ты чист, поскольку отринул свое обиталище. Поймандр, ум самобытности, не сообщил мне больше того, что было мною записано, зная, что я смогу дальше понять все самостоятельно, и слушать то, что я хочу, и созерцать все; и поручил он мне творить прекрасное. И потому поют во всем и во мне силы.
Тат. Я хочу, отец, слушать их и мыслить.

(16) Гермес. Соблюдай же спокойствие, дитя, и слушай ныне гимн, содержащий хвалу, подобающую палингенесии, тот гимн, который я не мог решиться открыть тебе столь легко. [Поскольку сказанному не учатся, разве что в конце всего, но скрывают его в молчании.] [Итак, дитя, встав на открытом месте и глядя в сторону южного ветра, пади ниц перед Солнцем [когда оно садится]; и то же самое делай, когда оно восходит в направлении востока.] [Соблюдай спокойствие, дитя.]

(17) Да отворится передо мной всякий засов космоса; да воспримет всякая природа звук гимна. Отворись, земля, не колыхнитесь, деревья; я намерен воспеть того, кто и все, и единое есть. Отворитесь, небеса, остановитесь, ветры; круг бессмертный да воспримет мое слово. Ибо я намерен воспеть творца всего, сплотившего землю, и вознесшего небо, И извлекшего из океана сладкую воду во вселенную, чтобы помогла она пропитанию всех человеков, И того, кто назначил огонь освещать всякое дело богов и людей. Да даруем разом мы все хвалу ему, тому, кто парит в небесах, творца всякой природы.

(18) Вот каково око моего ума; и о если бы была принята хвала моя силам. Силы во мне, воспойте единое и все; подпойте желанию моему, все силы во мне. Знание святое, освещен я тобой и чрез тебя умозрительный свет воспеваю. Радуюсь я в радости ума; силы все, вместе со мною радуйтесь. И ты подпевай мне, воздержание; <Самообладание...> Справедливость моя, воспевай справедливое через меня; Общность моя, воспевай все через меня; Истина моя, воспевай истину <через меня>. Благо, благо во мне, воспевай; жизнь и свет, от вас к нам нисходит хвала. Я благодарен тебе, отец, энергия сил моих; я благодарен тебе, о боже, сила энергий моих.

(19) Так призывают силы во мне желание твое исполнить; все воспевают твоим пожеланием. Твой логос через меня воспевает тебя; ибо мой логос пасешь ты, о ум. Через меня ты прими от всего словесную жертву; ибо все от тебя, все к тебе. Ум, что во мне, освети своим светом; душу мою спаси своей жизнью. [Дух, что во мне... духонесущий творец, ты еси бог.]

(20) Твой человек вопиет пред тобой через все порожденья твои, ищет от вечности он славословье. То, что ищу я, я знаю; волей твоей остановлен; желанием твоим возрожден.

(21) Тат. Произнося свою похвальную речь, отец, ты поместил ее и в космосе моем.
Гермес. Дитя, говори: «в умопостигаемом мире».
Тат. В умопостигаемом, отец, в силе моей благодаря твоему гимну и при посредстве твоей хвалы озарил меня ум. В дополнение мечтаю и я посвятить славословие богу по своему разумению.
Гермес. Только не делай этого наобум, дитя.
Тат. То, что я вижу в уме, говорю я, отец. Тебе, родоначальнику генесиургии, Я, Тат, посылаю богу словесную жертву. Боже, ты — отец; Владыка, ты — ум. Прими от меня те слова, что ты хочешь; Ибо тебе, желающему всего, посвящаю я их.
Гермес. Неплохо, дитя! Ты посвятил богу, отцу всего, угодную ему жертву. Однако прибавь еще, дитя, следующее: «Посредством слова».

(22) Тат. Благодарю тебя, отец [за то, что ты одобрил мою молитву].
Гермес. Я радуюсь, дитя, тому, что <слова мои упали на благодатную почву и что> принесли они в тебе плоды — бессмертные произведения добродетели, порожденные истиной; ибо ты познал самого себя и отца нашего так, как это положено в уме. Получив это наставление от меня, дитя, ты теперь должен хранить молчание и никому не излагать учения о палингенесии, с тем чтобы не прослыли мы клеветниками всего. <...> И — ничего более; ибо каждый из нас достаточно позаботился о самом себе: я — говоря, а ты — слушая.

Тринадцатый трактат, несмотря на свое «дискурсивное» начало, носит совершенно иной характер. Он повествует о перерождении человека, совершающемся после распадения тела, вовсе не путем сухих рассуждений, но поэтическим языком; потому он представляет собой словно бы парафраз на темы первого трактата, но в этом случае носителем откровения является не Поймандр, а сам Гермес Трисмегист (вероятно, уже после своей телесной смерти); получает же его духовный сын и преемник Гермеса Тат. См.: «Зеница космоса», фрагмент XXIII, 6.Данная и последующая фразы перенесены на это место в согласии с изданием Скотта. В рукописях они находятся после параграфа 4.См.: «Герметический корпус», I.26.Направлением «южного ветра» в античности считалось направление с югоюговостока на запад; поэтому смотреть, очевидно, необходимо на запад.Ήσύχασον. Как тут не вспомнить об исихастской практике «умной молитвы»! Генесиургия — в герметической и неоплатонической философии свершение становления (генезиса) и управление им.