Corpus Hermeticum
XVI. ΟΡΟΙ ΑΣΚΛΗΠΙΟΥ ΠΡΟΣ ΑΜΜΩΝΑ ΒΑΣΙΛΕΑ· περὶ θεοῦ· περὶ ὕλης· περὶ κακίας· περὶ εἱμαρμένης· περὶ ἡλίου· περὶ νοητῆς οὐσίας· περὶ θείας οὐσίας· περὶ ἀνθρώπου· περὶ οἰκονομίας τοῦ πληρώματος· περὶ τῶν ἑπτὰ ἀστέρων· περὶ τοῦ κατ’ εἰκόνα ἀνθρώπου
1 Μέγαν σοι τὸν λόγον, ὦ βασιλεῦ, διεπεμψάμην πάντων τῶν ἄλλων ὥσπερ κορυφὴν καὶ ὑπόμνημα, οὐ κατὰ τὴν τῶν πολλῶν δόξαν συγκείμενον, ἔχοντα δὲ πολλὴν ἐκείνοις ἀντίδειξιν· φανήσεται γάρ σοι καὶ τοῖς ἐμοῖς ἐνίοις λόγοις ἀντίφωνος. Ἑρμῆς μὲν γὰρ ὁ διδάσκαλός μου, πολλάκις μοι διαλεγόμενος καὶ ἰδίᾳ καὶ τοῦ Τὰτ ἐνίοτε παρόντος, ἔλεγεν ὅτι δόξει τοῖς ἐντυγχάνουσί μου τοῖς βιβλίοις ἁπλουστάτη εἶναι ἡ σύνταξις καὶ σαφής, ἐκ δὲ τῶν ἐναντίων ἀσαφὴς οὖσα καὶ κεκρυμμένον τὸν νοῦν τῶν λόγων ἔχουσα, καὶ ἔτι ἀσαφεστάτη, τῶν Ἑλλήνων ὕστερον βουληθέντων τὴν ἡμετέραν διάλεκτον εἰς τὴν ἰδίαν μεθερμηνεῦσαι, ὅπερ ἔσται τῶν γεγραμμένων μεγίστη διαστροφή τε καὶ ἀσάφεια.
2 ὁ δὲ λόγος τῇ πατρῴᾳ διαλέκτῳ ἑρμηνευόμενος ἔχει σαφῆ τὸν τῶν λόγων νοῦν. καὶ γὰρ αὐτὸ τὸ τῆς φωνῆς ποιὸν καὶ ἡ τῶν Αἰγυπτίων ... ὀνομάτων ἐν ἑαυτῇ ἔχει τὴν ἐνέργειαν τῶν λεγομένων. ὅσον οὖν δυνατόν ἐστί σοι, βασιλεῦ, πάντα δὲ δύνασαι, τὸν λόγον διατήρησον ἀνερμήνευτον, ἵνα μήτε εἰς Ἕλληνας ἔλθῃ τοιαῦτα μυστήρια, μήτε ἡ τῶν Ἑλλήνων ὑπερήφανος φράσις καὶ ἐκλελυμένη καὶ ὥσπερ κεκαλλωπισμένη ἐξίτηλον ποιήσῃ τὸ σεμνὸν καὶ στιβαρόν, καὶ τὴν ἐνεργητικὴν τῶν ὀνομάτων φράσιν. Ἕλληνες γάρ, ὦ βασιλεῦ, λόγους ἔχουσι κενοὺς ἀποδείξεων ἐνεργητικούς, καὶ αὕτη ἐστὶν Ἑλλήνων φιλοσοφία, λόγων ψόφος. ἡμεῖς δὲ οὐ λόγοις χρώμεθα. ἀλλὰ φωναῖς μεσταῖς τῶν ἔργων.
3 ἄρξομαι δὲ τοῦ λόγου ἔνθεν, τὸν θεὸν ἐπικαλεσάμενος τὸν τῶν ὅλων δεσπότην καὶ ποιητὴν καὶ πατέρα καὶ περίβολον, καὶ πάντα ὄντα τὸν ἕνα, καὶ ἕνα ὄντα τὸν πάντα· τῶν πάντων γὰρ τὸ πλήρωμα ἕν ἐστι καὶ ἐν ἑνί, οὐ δευτεροῦντος τοῦ ἑνός, ἀλλ’ ἀμφοτέρων ἑνὸς ὄντος. καὶ τοῦτόν μοι τὸν νοῦν διατήρησον, ὦ βασιλεῦ, παρ’ ὅλην τὴν τοῦ λόγου πραγματείαν. ἐὰν γάρ τις ἐπιχειρήσῃ τῷ πάντα καὶ ἓν δοκοῦντι καὶ ταὐτὸν εἶναι, τοῦ ἑνὸς χωρίσαι, ἐκδεξάμενος τὴν τῶν πάντων προσηγορίαν ἐπὶ πλήθους καὶ οὐκ ἐπὶ πληρώματος, ὅπερ ἐστὶν ἀδύνατον, τὸ πᾶν τοῦ ἑνὸς λύσας, ἀπολέσει τὸ πᾶν. πάντα γὰρ ἓν εἶναι δεῖ, εἴγε ἓν ἔστιν, ἔστι δέ, καὶ οὐδέποτε παύεται ἓν ὄντα, ἵνα μὴ τὸ πλήρωμα λυθῇ.
4 ἴδε οὖν ἐν τῇ γῇ πολλὰς πηγὰς ὑδάτων καὶ πυρὸς ἀναβρυούσας ἐν τοῖς μεσαιτάτοις μέρεσι, καὶ ἐν τῷ αὐτῷ τὰς τρεῖς φύσεις ὁρωμένας, πυρὸς καὶ ὕδατος καὶ γῆς, ἐκ μιᾶς ῥίζης ἠρτημένας· ὅθεν καὶ πάσης ὕλης πεπίστευται εἶναι ταμιεῖον, καὶ ἀναδίδωσι μὲν αὐτῆς τὴν χορηγίαν, ἀνταπολαμβάνει δὲ τὴν ἄνωθεν ὕπαρξιν.
5 οὕτω γὰρ οὐρανὸν καὶ γῆν συνδεῖ ὁ δημιουργός, λέγω δὴ ὁ ἥλιος, τὴν μὲν οὐσίαν κατάγων, τὴν δὲ ὕλην ἀνάγων καὶ περὶ αὐτὸν καὶ εἰς αὐτὸν τὰ πάντα ἕλκων καὶ ἀπὸ ἑαυτοῦ πάντα διδοὺς πᾶσι, καὶ τὸ φῶς ἄφθονον χαρίζεται. αὐτὸς γάρ ἐστιν οὗ ἀγαθαὶ ἐνέργειαι οὐ μόνον ἐν οὐρανῷ καὶ ἀέρι, ἀλλὰ καὶ ἐπὶ γῆς εἰς τὸν κατώτατον βυθὸν καὶ ἄβυσσον διήκουσιν.
6 εἰ δέ τίς ἐστι καὶ νοητὴ οὐσία, αὕτη ἐστὶν ὁ τούτου ὄγκος, ἧς ὑποδοχὴ ἂν εἴη τὸ τούτου φῶς. πόθεν δὲ αὕτη συνίσταται ἢ ἐπιρρεῖ, αὐτὸς μόνος οἶδεν ... ἢ καὶ τῷ τόπῳ καὶ τῇ φύσει, ἐγγὺς ὢν ἑαυτοῦ ...† μὴ ὑφ’ ἡμῶν ὁρώμενος, στοχασμῷ δὲ βιαζομένων νοεῖν †.
7 ἡ δὲ τούτου θέα οὐκ ἔστι στοχάζοντος, ἀλλ’ αὐτὴ ἡ ὄψις λαμπρότατα περιλάμπει πάντα τὸν κόσμον τὸν ὑπερκείμενον καὶ ὑποκείμενον· μέσος γὰρ ἵδρυται στεφανηφορῶν τὸν κόσμον, καὶ καθάπερ ἡνίοχος ἀγαθὸς τὸ τοῦ κόσμου ἅρμα ἀσφαλισάμενος καὶ ἀναδήσας εἰς ἑαυτόν, μήπως ἀτάκτως φέροιτο. εἰσὶ δὲ αἱ ἡνίαι ζωὴ καὶ ψυχὴ καὶ πνεῦμα καὶ ἀθανασία καὶ γένεσις. ἀφῆκεν οὖν φέρεσθαι οὐ πόρρωθεν ἑαυτοῦ, ἀλλ’ εἰ χρὴ τὸ ἀληθὲς εἰπεῖν, σὺν ἑαυτῷ,
8 καὶ τοῦτον τὸν τρόπον δημιουργεῖται ἅπαντα, τοῖς μὲν ἀθανάτοις τὴν ἀΐδιον διαμονὴν ἀπονέμων καὶ τῇ ἀνωφερείᾳ τῇ τοῦ φωτὸς ἑαυτοῦ, ὅσον ἀναπέμπει ἐκ τοῦ θατέρου μέρους τοῦ πρὸς οὐρανὸν βλέποντος, τὰ ἀθάνατα μέρη τοῦ κόσμου τρέφων, τῷ δὲ καταλαμβανομένῳ καὶ περιλάμποντι τὸ πᾶν ὕδατος καὶ γῆς καὶ ἀέρος κύτος ζωοποιῶν καὶ ἀνακινῶν γενέσεσιν καὶ μεταβολαῖς τὰ ἐν τούτοις τοῖς μέρεσι τοῦ κόσμου ζῷα,
9 ἕλικος τρόπον μεταποιῶν καὶ μεταμορφῶν εἰς ἄλληλα, γένη γενῶν καὶ εἴδη εἰδῶν ἀντικαταλλασσομένης τῆς εἰς ἄλληλα μεταβολῆς, καθάπερ καὶ ἐπὶ τῶν μεγάλων σωμάτων ποιεῖ δημιουργῶν. παντὸς γὰρ σώματος διαμονὴ μεταβολή, καὶ τοῦ μὲν ἀθανάτου, ἀδιάλυτος, τοῦ δὲ θνητοῦ μετὰ διαλύσεως. καὶ αὕτη ἡ διαφορά ἐστι τοῦ ἀθανάτου πρὸς τὸ θνητόν, καὶ ἡ τοῦ θνητοῦ πρὸς τὸ ἀθάνατον.
10 ὥσπερ δὲ τὸ φῶς αὐτοῦ πυκνόν, οὕτω καὶ ἡ ζωογονία αὐτοῦ πυκνή τις καὶ ἀδιάλειπτος τῷ τόπῳ καὶ τῇ χορηγίᾳ. καὶ γὰρ δαιμόνων χοροὶ περὶ αὐτὸν πολλοὶ καὶ ποικίλαις στρατείαις ἐοικότες οἱ ... σύνοικοι καὶ τῶν ἀθανάτων οὐκ εἰσὶ πόρρω, ἔνθεν δὲ λαχόντες τὴν τούτων χώραν τὰ τῶν ἀνθρώπων ἐφορῶσι, τὰ δὲ ὑπὸ τῶν θεῶν ἐπιταττόμενα ἐνεργοῦσι θυέλλαις καὶ καταιγίσι καὶ πρηστῆρσι καὶ μεταβολαῖς πυρὸς καὶ σεισμοῖς, ἔτι δὲ λιμοῖς καὶ πολέμοις, ἀμυνόμενοι τὴν ἀσέβειαν.
11 αὕτη γὰρ ἀνθρώποις εἰς θεοὺς ἡ μεγίστη κακία· θεῶν μὲν γὰρ τὸ εὖ ποιεῖν, ἀνθρώπων δὲ τὸ εὐσεβεῖν, δαιμόνων δὲ τὸ ἐπαμύνειν. τὰ γὰρ ἄλλα τὰ ὑπ’ ἀνθρώπων τολμώμενα ἢ πλάνῃ ἢ τόλμῃ ἢ ἀνάγκῃ, ἣν καλοῦσιν εἱμαρμένην, ἢ ἀγνοίᾳ, ταῦτα πάντα παρὰ θεοῖς ἀνεύθυνα· μόνη δὲ ἡ ἀσέβεια δίκῃ ὑποπέπτωκε.
12 σωτὴρ δὲ καὶ τροφεύς ἐστι παντὸς γένους ὁ ἥλιος· καὶ ὥσπερ ὁ νοητὸς κόσμος τὸν αἰσθητὸν κόσμον περιέχων πληροῖ αὐτὸν ὀγκῶν ταῖς ποικίλαις καὶ παντομόρφοις ἰδέαις, οὕτω καὶ ὁ ἥλιος πάντα ἐν τῷ κόσμῳ περιέχων ὀγκοῖ πάντων τὰς γενέσεις καὶ ἰσχυροποιεῖ· καμόντων δὲ καὶ ῥευσάντων ὑποδέχεται.
13 ὑπὸ τούτῳ δὲ ἐτάγη ὁ τῶν δαιμόνων χορός, μᾶλλον δὲ χοροί· πολλοὶ γὰρ οὗτοι καὶ ποικίλοι, ὑπὸ τὰς τῶν ἀστέρων πλινθίδας τεταγμένοι, ἑκάστῳ τούτων ἰσάριθμοι. διατεταγμένοι οὖν ὑπηρετοῦσιν ἑκάστῳ τῶν ἀστέρων, ἀγαθοὶ καὶ κακοὶ ὄντες τὰς φύσεις, τουτέστι τὰς ἐνεργείας. δαίμονος γὰρ οὐσία ἐνέργεια· εἰσὶ δέ τινες αὐτῶν κεκραμένοι ἐξ ἀγαθοῦ καὶ κακοῦ.
14 οὗτοι πάντες τῶν ἐπὶ γῆς πραγμάτων τὴν ἐξουσίαν κεκληρωμένοι εἰσὶ καὶ τῶν ἐπὶ γῆς θορύβων, καὶ ποικίλην ταραχὴν ἐργάζονται καὶ κοινῇ ταῖς πόλεσι καὶ τοῖς ἔθνεσι καὶ ἰδίᾳ ἑκάστῳ· ἀναπλάττονται γὰρ καὶ ἀνεγείρουσι τὰς ψυχὰς ἡμῶν εἰς ἑαυτούς, ἐγκαθήμενοι ἡμῶν νεύροις καὶ μυελοῖς καὶ φλεψὶ καὶ ἀρτηρίαις καὶ αὐτῷ τῷ ἐγκεφάλῳ, διήκοντες μέχρι καὶ αὐτῶν τῶν σπλάγχνων.
15 γενόμενον γὰρ ἡμῶν ἕκαστον καὶ ψυχωθέντα παραλαμβάνουσι δαίμονες οἱ κατ’ ἐκείνην τὴν στιγμὴν τῆς γενέσεως ὑπηρέται, οἳ ἐτάγησαν ἑκάστῳ τῶν ἀστέρων· οὗτοι γὰρ κατὰ στιγμὴν ἐναλλάσσονται, οὐχ οἱ αὐτοὶ ἐπιμένοντες ἀλλ’ ἀνακυκλούμενοι· οὗτοι οὖν εἰς τὰ δύο μέρη τῆς ψυχῆς δύντες διὰ τοῦ σώματος στροβοῦσιν αὐτὴν ἕκαστος πρὸς τὴν ἰδίαν ἐνέργειαν· τὸ δὲ λογικὸν μέρος τῆς ψυχῆς ἀδέσποτον τῶν δαιμόνων ἕστηκεν, ἐπιτήδειον εἰς ὑποδοχὴν τοῦ θεοῦ.
16 ὅτῳ οὖν ἐν τῷ λογικῷ ἀκτὶς ἐπιλάμπει διὰ τοῦ ἡλίου (οὗτοι δὲ πάντες ὀλίγοι εἰσί), τούτων καταργοῦνται οἱ δαίμονες. οὐδεὶς γὰρ οὐδὲν δύναται, οὔτε δαιμόνων οὔτε θεῶν πρὸς μίαν ἀκτῖνα τοῦ θεοῦ· οἱ δὲ ἄλλοι πάντες ἄγονται καὶ φέρονται καὶ τὰς ψυχὰς καὶ τὰ σώματα ὑπὸ τῶν δαιμόνων, ἀγαπῶντες καὶ στέργοντες τὰς ἐκείνων ἐνεργείας· καὶ † ὁ λόγος οὐκ ἔρως † ἐστὶν ὁ πλανώμενος καὶ πλανῶν· τὴν οὖν ἐπίγειον διοίκησιν ταύτην πᾶσαν διοικοῦσι δι’ ὀργάνων τῶν ἡμετέρων σωμάτων· ταύτην δὲ τὴν διοίκησιν Ἑρμῆς εἱμαρμένην ἐκάλεσεν.
17 ἤρτηται οὖν ὁ νοητὸς κόσμος τοῦ θεοῦ, ὁ δὲ αἰσθητὸς τοῦ νοητοῦ, ὁ δὲ ἥλιος διὰ τοῦ νοητοῦ καὶ αἰσθητοῦ κόσμου τὴν ἐπιρροὴν ἀπὸ τοῦ θεοῦ χορηγεῖται τοῦ ἀγαθοῦ, τουτέστι τῆς δημιουργίας· περὶ δὲ τὸν ἥλιον αἱ ὀκτώ εἰσι σφαῖραι, τούτου ἡρτημέναι, ἥ τε τῶν ἀπλανῶν, ἓξ τῶν πλανωμένων, καὶ ἡ μία ἡ περίγειος· τούτων δὲ τῶν σφαιρῶν ἤρτηνται οἱ δαίμονες, τῶν δὲ δαιμόνων οἱ ἄνθρωποι· καὶ οὕτω πάντα τε καὶ πάντες ἀπὸ τοῦ θεοῦ εἰσιν ἠρτημένοι.
18 διὸ πατὴρ μὲν πάντων ὁ θεός, δημιουργὸς δὲ ὁ ἥλιος, ὁ δὲ κόσμος ὄργανον τῆς δημιουργίας· καὶ οὐρανὸν μὲν ἡ νοητὴ οὐσία διοικεῖ, οὐρανὸς δὲ θεούς, δαίμονες δὲ θεοῖς ὑποτεταγμένοι ἀνθρώπους διοικοῦσιν· αὕτη ἡ θεῶν καὶ δαιμόνων στρατιά.
19 πάντα δὲ ὁ θεὸς ποιεῖ διὰ τούτων ἑαυτῷ, καὶ μόρια τοῦ θεοῦ πάντα ἐστίν· εἰ δὲ πάντα μόρια, πάντα ἄρα ὁ θεός· πάντα οὖν ποιῶν, ἑαυτὸν ποιεῖ καὶ οὐκ ἄν ποτε παύσαιτο, ἐπεὶ καὶ αὐτὸς ἄπαυστος· καὶ ὥσπερ ὁ θεὸς οὐ τέλος ἔχει, οὕτως οὐδὲ ἡ ποίησις αὐτοῦ ἀρχὴν ἢ τέλος ἔχει.
Герметический корпус
XVI. [Определения] Асклепия царю Аммону
(1) Я послал тебе, царь, эту великую речь, словно венец и набросок всех остальных, не согласующуюся с мнением большинства, но полностью противоречащую ему. В самом деле, тебе будет казаться даже, что имеется противоречие с некоторыми моими речами. <...> Ибо Гермес, мой учитель, часто, беседуя со мной как наедине, так, порой, и в присутствии Тата, говорил, что тем, кто читает его книги <с открытым умом>, их слог кажется весьма простым и ясным, тем же, кто исходит из противоположных предпосылок, они покажутся клеветническими, поскольку смысл их будет представляться неясным и заключающим в себе скрытое значение слов. И еще более неясным он покажется в будущем, когда эллины пожелают перевести нашу речь на свой собственный язык, что приводит к величайшему искажению и неясности написанного.
(2) Речь, истолковываемая на отеческом языке, обладает ясным смыслом слов; в самом деле, само качество ее звучания <...> и сила египетских имен содержат в себе энергию произносимого. Итак, царь, насколько ты можешь — а можешь ты все, — оставь эту речь непереведенной, с тем чтобы подобные таинства не дошли до эллинов и чтобы способ выражения эллинов, высокопарный, расслабленный и словно рисующийся, не привел к исчезновению священного, устойчивого и действенного звучания имен. Ибо эллины, царь, пользуются пустыми словами доказательств, и такова вся эллинская философия — пустой шелест слов. Мы же пользуемся не словами, а величайшими звучаниями предметов.
(3) Я начну мою речь с этого, призвав себе в помощники бога, господина, творца, отца и обрамление всего, того, кто [един, будучи всем, и] все, являющееся единым [и в едином], притом что единое не занимает второго положения, но оказывается взятым в совокупности единым и сущим; ибо плерома всего есть единое. Запомни этот ход моей мысли, царь, на время всего изложения моей речи. В самом деле, если кто-нибудь попытается отделить все [которое, похоже, является единым и тождественным] от единого, отнеся наименование «все» ко множеству, а не к плероме и тем самым отделив все от единого, он уничтожит само все; а это невозможно. Действительно, все должно быть единым, если, конечно, существует, — а оно, разумеется, существует и никогда не прекращает существовать, — с тем чтобы не была расторгнута плерома всего.
(4) Ты мог бы, пожалуй, увидеть на земле множество источников вод и воздуха, изливающихся в наиболее срединных ее частях, и в одном и том же месте доступные созерцанию три природы: воздух, воду и огонь, происходящие из единого корня. Потому-то земля, как полагают, и является хранилищем всякой материи; и производит она ее поставки, а взамен получает свыше наличное бытие.
(5) В самом деле, именно так и соединяет небо и землю демиург — я имею в виду Солнце, — опускающий сущность, а поднимающий материю; он располагает вокруг себя все, и влечет к себе все, и дарует все от самого себя; ибо независтливо дарует всему собственный свет. Ведь оно есть то, благие энергии чего распространяются не только на небе [и в воздухе], но и на земле и достигают даже глубочайших ее расщелин [и бездн].
(6) Трехмерное его тело есть <источник зримого света>; и если имеется также некая умопостигаемая сущность, то ее вместилищем будет его свет. То же, откуда эта сущность появилась или проистекла, ведает лишь сам бог. Солнце, по своему местоположению и по природе близкое нам, позволяет себя созерцать. Бог же незрим, поскольку мы не можем увидеть его и лишь с большими усилиями мыслим его благодаря некоей догадке;
(7) при этом созерцание Солнца не основано на догадках, а доступно для простого зрения. В самом деле, оно наиблистательнейше освещает весь космос — и лежащий выше его, и располагающийся ниже; ибо оно располагается посредине, словно нося космос в качестве венка. Итак, оно позволяет ему перемещаться не вдали от самого себя, но если следует сказать истину, то вместе с самим собой, словно благой возничий, оберегающий колесницу космоса и ставящий ее в зависимость от самого себя, чтобы не могла она нестись без разбора; имеются также поводья — жизнь, душа, дух, бессмертие и становление.
(8) Вот каким образом оно творит все: бессмертному оно уделяет вечное постоянство и при посредстве восходящего движения собственного света в той мере, в какой оно посылает его вверх из иной части, обращенной к небу, питает бессмертные части космоса, а благодаря тому свету, который оно испускает вниз, освещающему весь объем воды, земли и воздуха, оно животворит и побуждает к становлению то, что располагается в названных частях космоса, и благодаря изменениям [по спирали] заново созидает и меняет форму у живых существ,
(9) в то время как взаимное их изменение дарует им взаимный переход из рода в род и из вида в вид, и точно так же оно поступает в применении к великим телам, когда созидает их. В самом деле, постоянство всякого тела есть изменение, причем у бессмертного оно не связано с распадением, а у смертного — связано; именно в этом состоит отличие бессмертного от смертного [и смертного от бессмертного].
(10) И подобно тому как свет его плотен, точно так же плотно и его животворение, непрерывное в отношении своего места и управления. Ибо вокруг него также располагаются многочисленные хоры демонов, подобные разнообразным войскам, которые живут вместе с бессмертными и тем не менее недалеки от здешних мест. Они, занимая промежуточное положение, надзирают над человеческими делами и вершат то, что назначено богами, посредством бурь, ураганов, смерчей, воздушных пертурбаций и землетрясений, а также голода и войн, сражаясь с непочтением к богам.
(11) Ведь именно таков величайший человеческий порок. [Ибо дело богов — творить добро, долг людей — быть благочестивыми, а обязанность демонов — помогать богам.] Действительно, на все остальное, что дерзают совершать люди, они отваживаются либо по ошибке, либо в силу необходимости, [которую называют роком,] либо вследствие неведения; и все это неподотчетно богам, и только неблагочестие подлежит наказанию.
(12) Подлинным же спасителем и кормильцем всего этого рода является Солнце; и подобно тому как умопостигаемый космос, объемлющий чувственно воспринимаемый, наполняет свой объем разнообразными и всеформными идеями, точно так же и Солнце, [объемлющее] все, что есть в космосе, наполняет его рождениями всех существ и придает ему силу, дает всем существам, а когда они хворают и устремляются <к гибели>, принимает их в себя.
(13) Ему подчинен хор демонов, а вернее, хоры; в самом деле, их много и они разнообразны, поскольку подчинены руководству звезд, и равны им по числу. Таким образом, они, расположенные наподобие бруска, служат каждой звезде, будучи благими и дурными по своей природе, то есть по своей энергии; ибо сущность демона есть энергия. [А есть и такие среди них, которые смешаны из блага и зла.]
(14) Поскольку им по жребию назначена власть над всеми предметами на земле, <...> они причинствуют также и для беспорядков, творящихся на земле, и творят многообразную рознь — как общую для городов и народов, так и частную для каждого из них. Ведь они преобразуют наши души и привлекают их к самим себе, расположившись в наших жилах, в мозгах, в нервах и в артериях [и в самой голове] и достигая самой печени.
(15) В самом деле, каждого из нас, когда он появился и обрел душу, захватывают демоны, прислуживающие в самый момент рождения, которые подчинены каждой из звезд; ведь они в этот момент изменяются, не оставаясь теми же самыми, но вновь совершают кругооборот. И потому они, погрузившись в две <неразумные> части души, при посредстве тела тревожат ее — каждый в согласии с собственной энергией. Разумная же часть души пребывает в покое, неподвластная демонам, и она готова принять бога.
(16) Итак, в тот момент, когда в разумной части воссияет луч <света,> [при посредстве Солнца] <исходящий от бога>, демоны, которые все малы, тотчас остаются без дела; ибо никто — ни демон, ни бог — не в состоянии противиться единому лучу бога. Всех же остальных людей как в душах, так и в телах ведут и направляют демоны, поскольку люди любят и принимают их энергии; и существует <демоническая> любовь, не имеющая смысла, которая ошибочна и приводит к ошибкам. Стало быть, <демоны> управляют всем вот этим земным устроением, используя в качестве орудия наши тела. И именно такое устроение Гермес назвал роком.
(17) Итак, умопостигаемый космос зависит от бога [, а чувственно воспринимаемый космос — от умопостигаемого]; Солнце же при посредстве умопостигаемого [и чувственно воспринимаемого] космоса управляет потоком блага (то есть демиургии), исходящего от бога. Вокруг Солнца располагаются восемь сфер, зависящих от него: сфера неподвижных звезд, шесть сфер блуждающих звезд и одна околоземная. Демоны зависят от этих сфер, а люди — от демонов; именно в таком порядке всё и все зависят от бога.
(18) Потому-то бог есть отец всего, а Солнце — демиург; космос же — орудие демиургии. И умопостигаемая сущность управляет небом, небо — богами, демоны же, подчиненные богам, руководят людьми. Таково воинство богов и демонов.
(19) Бог созидает все сам по себе при посредстве перечисленного, и всё есть части бога, а если оно — части бога, то, следовательно, бог есть все. Итак, созидая все, он творит самого себя; и не мог бы он, пожалуй, никогда остановиться в своем творении, поскольку сам он не может прекратить существовать. [И подобно тому как бог бесконечен, точно так же и творчество его не имеет [ни начала, ни] конца.]