Герметический корпус. XVIII. Восхваление царей

Перевод Л.Ю. Лукомского (2001)

AP

Corpus Hermeticum

XVIII. Περὶ τῆς ὑπὸ τοῦ πάθους τοῦ σώματος ἐμποδιζομένης ψυχῆς

1 Τοῖς τῆς παμμούσου μελῳδίας τὴν ἁρμονίαν ἐπαγγελλομένοις, εἰ κατὰ τὴν ἐπίδειξιν ἐμποδών τι τῇ προθυμίᾳ γένηται ἡ τῶν ὀργάνων ἀναρμοστία, καταγέλαστον τὸ ἐπιχείρημα. τῶν γὰρ ὀργάνων ἐξασθενούντων πρὸς τὴν χρείαν, τὸν μουσουργὸν ἀνάγκη παρὰ τῶν θεωρῶν ἐπιτωθάζεσθαι. ὁ μὲν γὰρ ἀκάματον εὐγνωμόνως ἀποδίδωσι τὴν τέχνην, τῶν δὲ τὸ ἀσθενὲς καταμέμφεται ... ὁ γάρ τοι κατὰ φύσιν μουσικὸς [θεὸς] καὶ τῶν ᾠδῶν ἁρμονίαν οὐ μόνον ἐργαζόμενος ἀλλὰ καὶ ἄχρι τῶν κατὰ μέρος ὀργάνων τῆς οἰκείας μελῳδίας τὸν ῥυθμὸν παραπέμπων ἀκάματός ἐστιν ὁ θεός· οὐ γὰρ πρὸς θεοῦ τὸ κάμνειν.

2 εἰ δέ ποτε θελήσαντι τῷ τεχνίτῃ ὥσπερ μάλιστα ἐναγωνίζεσθαι περὶ μουσικήν, ἄρτι μὲν καὶ σαλπιγκτῶν τὴν αὐτὴν ἐπίδειξιν τῆς ἐπιστήμης ποιησαμένων, ἄρτι δὲ καὶ αὐλητῶν τοῖς μελικοῖς ὀργάνοις τὸ τῆς μελῳδίας λιγυρὸν ἐργασαμένων † καὶ καλάμῳ καὶ πλήκτρῳ τῆς ᾠδῆς τὴν μολπὴν ἐπιτελούντων,... † οὐ τῷ πνεύματι τοῦ μουσικοῦ τις ἀναπέμπεται τὴν αἰτίαν, οὐ τῷ κρείττονι τὴν αἰτίαν, ἀλλὰ τῷ μὲν ἀποδίδωσι πρέπον τὸ σέβας, τῇ δὲ τοῦ ὀργάνου καταμέμφεται σαθρότητι, ὅτι δὴ τοῖς μάλιστα καλοῖς ἐμποδὼν κατέστη, τῷ μὲν μουσουργῷ πρὸς τὴν μελῳδίαν ἐμποδίσασα, τῶν δὲ ἀκροατῶν τὴν λιγυρὰν ᾠδὴν συλήσασα.

3 οὑτωσὶ δὲ καὶ ἡμῶν τῆς περὶ τὸ σῶμα ἀσθενείας χάριν, μή τις τῶν θεωρῶν καταμέμψηται ἀσεβῶς τὸ ἡμέτερον γένος, ἀλλὰ γινωσκέτω ὡς ἀκάματον μέν ἐστι πνεῦμα ὁ θεός, ἀεὶ δὲ καὶ ὡσαύτως ἔχων τῆς οἰκείας ἐπιστήμης, διηνεκὴς δὲ ταῖς εὐδαιμονίαις, εὐεργεσίαις δὲ ταῖς αὐταῖς διαπαντὸς κεχρημένος.

4 εἰ δὲ μάλιστα τῷ Φειδίᾳ τῷ δημιουργῷ οὐχ ὑπήκουσεν ἡ τῆς ὕλης χρεία πρὸς ἐντελῆ τὴν ποικιλίαν ..., διήρκεσε δὲ αὐτὸς ὁ μουσουργὸς κατὰ δύναμιν, μὴ εἰς αὐτὸν τὴν αἰτίαν ἀναφέρωμεν, τῆς δὲ χορδῆς καταμεμφώμεθα τὴν ἀσθένειαν, ὅτι δὴ τὸν τόνον ὑποχαλάσασα, ὅτι δὴ τὸν τόνον ὑπαραιώσασα τῆς εὐμουσίας τὸν ῥυθμὸν ἠφάνισεν.

5 ἀλλὰ δὴ τοῦ συμπτώματος περὶ τὸ ὄργανον γεγενημένου, οὐδείς ποτε τὸν μουσουργὸν ᾐτιάσατο· ἀλλ’ ὅσῳπερ τὸ ὄργανον ἐκάκισε, τοσούτῳ τὸν μουσουργὸν ηὔξησεν, ὁπότε τῆς κρούσεως πολλάκις πρὸς τὸν τόνον ἐμπεσούσης ... καὶ τὸν ἔρωτα οἱ ἀκροαταὶ πλείονα εἰς ἐκεῖνον τὸν μουσουργὸν ἀναφέρονται, καὶ ὅμως οὐκ ἔσχον τὴν κατ’ αὐτοῦ αἰτίασιν. † οὕτω καὶ ὑμεῖς, ὦ τιμιώτατοι, ἔνδον πάλιν τῷ μουσουργῷ τὴν οἰκείαν ἐναρμόσασθε λύραν. †

6 ἀλλὰ δὴ ὁρῶ τινα τῶν τεχνιτῶν καὶ χωρὶς τῆς κατὰ λύραν ἐνεργείας, εἴ ποτε πρὸς μεγαλοφυῆ ὑπόθεσιν εἴη παρεσκευασμένος, ὥσπερ αὐτῷ πολλάκις ὀργάνῳ κεχρημένον, καὶ τὴν τῆς νευρᾶς θεραπείαν δι’ ἀπορρήτων ἐναρμοσάμενον, ὡς ἂν τὸ χρειῶδες εἰς τὸ μεγαλοπρεπὲς θεμένου οἱ ἀκροαταὶ ὑπερεκπλήττοιντο. [λέγεται μὲν δὴ καί τινος τεχνίτου κιθαρῳδίαν διαγωνιζομένου, τῆς νευρᾶς ῥαγείσης, ὑπὸ τοῦ κρείττονος] λέγεται μὲν δή τινα κιθαρῳδὸν τὸν τῆς μουσουργίας ἔφορον θεὸν ἔχοντα εὐμενῆ, ἐπειδὴ ἐναγώνιον τὴν κιθαρῳδίαν ποιουμένῳ ἡ νευρὰ ῥαγεῖσα πρὸς ἐμπόδιον τῆς ἀθλήσεως αὐτῷ γεγένηται, τὸ παρὰ τοῦ κρείττονος εὐμενὲς τὴν νευρὰν ἀνεπλήρωσεν αὐτῷ καὶ τῆς εὐδοκιμήσεως πάρεσχε τὴν χάριν· ἀντὶ μὲν γὰρ τῆς νευρᾶς αὐτῷ τέττιγα κατὰ πρόνοιαν τοῦ κρείττονος ἐφιζάνοντα ἀναπληροῦν τὸ μέλος καὶ τῆς νευρᾶς φυλάττειν τὴν χώραν, τὸν κιθαρῳδὸν δέ, τῇ τῆς νευρᾶς ἰάσει τῆς λύπης παυσάμενον, τῆς νίκης ἐσχηκέναι τὴν εὐδοκίμησιν.

7 οὕτως οὖν καὶ αὐτὸς ὥσπερ αἴσθομαι πάσχειν. ὦ τιμιώτατοι. ἄρτι μὲν γὰρ τὴν ἀσθένειαν καθομολογεῖν ἔοικα καὶ πρὸ βραχέος ἀρρώστως διακεῖσθαι, ἐν δυνάμει δὲ τοῦ κρείττονος, ὥσπερ ἀναπληρωθείσης τῆς περὶ τὸν βασιλέα μελῳδίας, μουσουργεῖν· τοιγάρτοι τὸ πέρας τῆς ὠφελείας ἔσται βασιλέων εὔκλεια, καὶ ἐκ τῶν ἐκείνων τροπαίων ἡ τοῦ λόγου προθυμία. ἄγε δὴ ἴωμεν· τοῦτο γὰρ ὁ μουσουργὸς βούλεται· ἄγε δὴ σπεύσωμεν· τοῦτο γὰρ ὁ μουσουργὸς θέλει, καὶ πρὸς τοῦτο τὴν λύραν ἥρμοσται, καὶ λιγυρώτερον μελῳδήσει καὶ προσηνέστερα μουσουργήσει, ὅσῳ τὰ τῆς ὑποθήκης μείζονα τὴν ᾠδὴν ἔχει.

8 ἐπειδὴ οὖν εἰς βασιλέας αὐτῷ μάλιστα τὰ τῆς λύρας ἐνήρμοσται καὶ τῶν ἐγκωμίων τὸν τόνον ἔχει καὶ τὸν σκοπὸν εἰς βασιλικοὺς ἐπαίνους, διήγειρε πρῶτον ἑαυτὸν εἰς τὸν ὕπατον βασιλέα τῶν ὅλων, ἀγαθὸν θεόν, καί, ὑψόθεν ἀρξάμενος τῆς ᾠδῆς, δευτέρᾳ τάξει πρὸς τοὺς κατ’ εἰκόνα ἐκείνου τὴν σκηπτουχίαν ἔχοντας καταβαίνει, ἐπειδὴ καὶ αὐτοῖς τοῖς βασιλεῦσι φίλον τὸ ὑψόθεν κατὰ βαθμὸν τὰ τῆς ᾠδῆς καθήκειν, καὶ ὅθενπερ αὐτοῖς τὰ τῆς νίκης πεπρυτάνευται, ἐκεῖθεν καὶ τὰ τῶν ἐλπίδων κατ’ ἀκολουθίαν περιάγεσθαι.

9 ἡκέτω τοίνυν ὁ μουσουργὸς πρὸς τὸν μέγιστον βασιλέα τῶν ὅλων θεόν, ὃς ἀθάνατος μέν ἐστι διαπαντός, ἀΐδιός τε καὶ ἐξ ἀιδίου τὸ κράτος ἔχων, καλλίνικος πρῶτος, ἀφ’ οὗ πᾶσαι αἱ νῖκαι εἰς τοὺς ἑξῆς φέρονται 〈οἳ〉 διαδεξάμενοι τὴν Νίκην ...

10 ἐπὶ ἐπαίνους τοίνυν ἡμῖν καταβαίνειν ὁ λόγος ἐπείγεται καὶ πρὸς τοὺς τῆς κοινῆς ἀσφαλείας καὶ εἰρήνης πρυτάνεις βασιλέας. οἷς πάλαι μάλιστα τὸ κῦρος παρὰ τοῦ κρείττονος θεοῦ κεκορύφωται, οἷς ἡ νίκη πρὸς τῆς ἐκείνου δεξιᾶς πεπρυτάνευται, οἷς τὰ βραβεῖα καὶ πρὸ τῆς ἐν πολέμοις ἀριστείας προευτρέπισται, ὧν τὰ τρόπαια καὶ πρὸ τῆς συμπλοκῆς ἵσταται, οἷς οὐ τὸ βασιλεύειν μόνον, ἀλλὰ καὶ τὸ ἀριστεύειν συντέτακται, οὓς καὶ πρὸ τῆς κινήσεως ἐκπλήττεται τὸ βάρβαρον. περὶ εὐφημίας τοῦ κρείττονος, καὶ ἐγκώμιον βασιλέως

11 ἀλλὰ σπεύδει ὁ λόγος εἰς ἀρχὰς καταλῦσαι τὸ τέρμα, καὶ εἰς εὐφημίαν τοῦ κρείττονος, ἔπειτα δὲ καὶ τῶν θειοτάτων βασιλέων τῶν τὴν εἰρήνην ἡμῖν βραβευόντων περατῶσαι τὸν λόγον. ὥσπερ γὰρ ἐκ τοῦ κρείττονος καὶ τῆς ἄνω δυνάμεως ἠρξάμεθα, οὕτως εἰς αὐτὸ πάλιν τὸ κρεῖττον ἀντανακλάσομεν τὸ πέρας· καὶ ὥσπερ ὁ ἥλιος τρόφιμος ὢν πάντων τῶν βλαστημάτων αὐτὸς πρῶτος ἀνασχὼν τῶν καρπῶν τὰς ἀπαρχὰς καρποῦται χερσὶ μεγίσταις ὥσπερ εἰς ἀπόδρεψιν τῶν καρπῶν χρώμενος ταῖς ἀκτῖσι, καὶ χεῖρες αὐτῷ αἱ ἀκτῖνες τὰ τῶν φυτῶν ἀμβροσιωδέστατα πρῶτον ἀποδρεπόμεναι, οὕτω δὴ καὶ ἡμῖν ἀπὸ τοῦ κρείττονος ἀρξαμένοις καὶ τῆς ἐκείνου σοφίας τὴν ἀπόρροιαν δεξαμένοις καὶ ταύτην εἰς τὰ ἡμέτερα τῶν ψυχῶν ὑπερουράνια φυτὰ καταχρωμένοις, πάλιν εἰς αὐτὸ γυμναστέον τὰ τῆς εὐφημίας, ἧς αὐτὸς ἡμῖν ἐπομβρήσει τὴν βλάστην ἅπασαν.

12 θεῷ μὲν 〈οὖν〉 πανακηράτῳ καὶ πατρὶ τῶν ἡμετέρων ψυχῶν πρὸς μυρίων στομάτων καὶ φωνῶν τὴν εὐφημίαν ἀναφέρεσθαι πρέπει, καὶ εἰ μὴ τὸ πρὸς ἀξίαν ἔστιν εἰπεῖν ἐφαμίλλους οὐκ ὄντας τῷ λέγειν. οὐδὲ γὰρ οἱ ἀρτιγενεῖς ὄντες τὸν πατέρα πρὸς ἀξίαν ὑμνεῖν ἔχουσι· τὰ δὲ κατὰ δύναμιν αὐτοῖς πρεπόντως ἀποδιδόασι καὶ συγγνώμην ἔχουσιν ἐνταῦθα· μᾶλλον δὲ αὐτὸ τοῦτο εὔκλεια τῷ θεῷ, τὸ μείζονα αὐτὸν εἶναι τῶν ἑαυτοῦ γεννημάτων καὶ τὰ προοίμια καὶ τὴν ἀρχὴν καὶ μεσότητα καὶ τέλος τῶν εὐφημιῶν τὸ ὁμολογεῖν τὸν πατέρα ἀπειροδύναμον καὶ ἀπειροτέρμονα.

13 οὑτωσὶ δὲ καὶ τὰ βασιλέως. φύσει γὰρ ἡμῖν τοῖς ἀνθρώποις, ὥσπερ ἐκγόνοις ἀπ’ ἐκείνου τυγχάνουσι, τὰ τῆς εὐφημίας ἔνεστιν, αἰτητέον δὲ τὰ τῆς συγγνώμης, εἰ καὶ τὰ μάλιστα ταῦτα πρὸ τῆς αἰτήσεως παρὰ τοῦ πατρὸς τυγχάνει· ὥσπερ καὶ τοὺς ἀρτιτόκους καὶ ἀρτιγενεῖς οὐχ ὅπως ἔστι τῆς ἀδυναμίας ἀποστρέφεσθαι τὸν πατέρα, ἀλλὰ καὶ χαίρειν ἐπὶ τῆς ἐπιγνώσεως, οὑτωσὶ δὲ καὶ ἡ γνῶσις τοῦ παντός, ἥπερ ζωὴν πᾶσι πρυτανεύει καὶ τὴν εἰς θεὸν εὐφημίαν, ἣν ἡμῖν ἐδωρήσατο †...

14 ὁ θεὸς γάρ, ἀγαθὸς ὑπάρχων καὶ ἀειφεγγὴς καὶ ἐν αὐτῷ διαπαντὸς τῆς οἰκείας ἀειπρεπείας ἔχων τὸ πέρας, ἀθάνατος δὲ ὢν καὶ ἐν ἑαυτῷ τὴν ἀτελεύτητον λῆξιν περιέχων καὶ διαπαντὸς ἀένναος ἀπὸ τῆς ἐκεῖσε ἐνεργείας καὶ εἰς τόνδε τὸν κόσμον παρέχων τὴν ἐπαγγελίαν εἰς διασωστικὴν εὐφημίαν .... οὐκ ἔστιν οὖν ἐκεῖσε πρὸς ἀλλήλους διαφορά, οὐκ ἔστι τὸ ἀλλοπρόσαλλον ἐκεῖσε, ἀλλὰ πάντες ἓν φρονοῦσι, μία δὲ πάντων πρόγνωσις, εἷς αὐτοῖς νοῦς ὁ πατήρ, μία αἴσθησις δι’ αὐτῶν ἐργαζομένη, τὸ εἰς ἀλλήλους φίλτρον ἔρως ὁ αὐτὸς μίαν ἐργαζόμενος ἁρμονίαν τῶν πάντων.

15 οὕτω μὲν δὴ τὸν θεὸν εὐφημήσωμεν. ἀλλὰ δὴ καταβαίνωμεν καὶ ἐπὶ τοὺς δεξαμένους παρ’ ἐκείνου τὰ σκῆπτρα. δεῖ γὰρ ἀπὸ βασιλέων ἀρξαμένους καὶ ἀπὸ τούτων ἀσκουμένους καὶ ἤδη συνεθίζειν ἑαυτοὺς εἰς ἐγκώμια καὶ ὑμνεῖν τὴν πρὸς τὸ κρεῖττον εὐσέβειαν, καὶ τὴν μὲν πρώτην καταρχὴν τῆς εὐφημίας ἀπὸ τούτου ἐνασκεῖν, τὴν δὲ ἄσκησιν διὰ τούτου γυμνάζειν, ἵνα ἐν ἡμῖν ᾖ καὶ ἡ γυμνασία τῆς πρὸς τὸν θεὸν εὐσεβείας καὶ ἡ πρὸς τοὺς βασιλέας εὐφημία·

16 δεῖ γὰρ καὶ τούτοις ἀποδιδόναι τὰς ἀμοιβάς, τοσαύτης ἡμῖν εἰρήνης εὐετηρίαν ἁπλώσασι. βασιλέως δὲ ἀρετὴ καὶ τοὔνομα μόνον εἰρήνην βραβεύει· βασιλεὺς γὰρ διὰ τοῦτο εἴρηται, ἐπειδὴ βάσει λείᾳ καὶ κορυφαιότητι κατεπεμβαίνει καὶ τοῦ λόγου τοῦ εἰς εἰρήνην κρατεῖ, καὶ ὅτι γε ὑπερέχειν πέφυκε τῆς βασιλείας τῆς βαρβαρικῆς, ὥστε καὶ τοὔνομα σύμβολον εἰρήνης. τοιγάρτοι καὶ ἐπηγορία βασιλέως πολλάκις εὐθὺς τὸν πολέμιον ἀναστέλλειν πέφυκεν. ἀλλὰ μὴν καὶ οἱ ἀνδριάντες οἱ τούτου τοῖς μάλιστα χειμαζομένοις ὅρμοι τυγχάνουσιν εἰρήνης· ἤδη δὲ καὶ μόνη εἰκὼν φανεῖσα βασιλέως ἐνήργησε τὴν νίκην, καὶ τὸ ἄτρομόν τε καὶ ἄτρωτον προὐξένησε τοῖς ἐνοικοῦσιν.

Герметический корпус

XVIII. [Восхваление царей] [о телесных страстях, препятствующих душе]

(1) Если тем, кто объявляет об исполнении гармонии наимузыкальнейшей мелодии, во время выступления для их замысла окажется препятствием дисгармония инструментов, [Это предположение смешно; ибо, если инструменты окажутся негодными для использования, музыкант обязательно будет освистан зрителями. В самом деле, он [со знанием дела] претендует на то, чтобы продемонстрировать неустанное искусство, но при этом бранит несовершенство инструментов. Ибо бог, будучи по своей природе музыкантом, не просто сочиняющим гармонию песен, но и соотносящим ритм собственной мелодии с отдельными инструментами, неутомим как бог; действительно, усталость — не от бога.]

(2) [если это произойдет когда-нибудь у мастера, который пожелал состязаться в музыке так, как следует, после того как трубачи показали свои навыки, а флейтисты воспроизвели на своих музыкальных инструментах звучание [мелодии], завершая свирелью и плектром звучание [песни],] то причину тому будут видеть не в духе музыканта, [и не в лучшем, напротив, ему окажут подобающие почести,] но будут бранить поврежденность инструмента, потому что он сделался препятствием для самого прекрасного, так как музыканту он помешал в исполнении мелодии, а у слушателей похитил звучную песнь.

(3) Точно так же и в отношении нас самих вследствие телесной слабости никто из видящих ее не должен выдвигать обвинения против нашего творца; напротив, пусть он знает, что бог заложил в наш род неутомимый дух, поскольку он находится в вечном и тождественном положении в собственном знании, [непрерывно дарует нам счастье,] оказывает во всем одни и те же благодеяния.

(4) Если, например, материя, используемая [Фидием] Демиургом, не подчинилась его разнообразным замыслам, <виновен в этой ошибке не он. И если музыка идет не в лад, но> сам музыкант исполняет ее по мере сил, то мы не Должны обвинять в ошибках его самого, но нам следует бранить недостаточное натяжение струны, потому что именно оно, за которым последовало понижение звука [или его повышение], нарушило ритм благозвучия.

(5) [Однако никто и никогда не обвинит музыканта в досадном происшествии с его инструментом; напротив, чем больше хулят инструмент, тем более возвеличивают музыканта, когда он зачастую своим ударом по струнам извлекает правильный звук; и слушатели проявляют тем большую любовь к такому музыканту.] [Тем не менее они и не имели против него обвинения.] [Так же и мы, достопочтенные, давайте вновь настроим нашу собственную внутреннюю лиру в тон с музыкантом.]

(6) Впрочем, я, разумеется, вижу некоего музыканта: если он в какой-то момент [даже без использования лиры] подготовил себя к исполнению великого по природе сочинения, [подобно тому как он часто пользуется инструментом,] он каким-то таинственным способом настраивает струны так, что слушатели поражаются ему, расположенному к собственному величию в высшей пользе. [Так, рассказывают следующее: когда один музыкант участвовал в состязании в игре на кифаре и когда порвалась струна, получил помощь со стороны лучшего.] Про одного кифареда, пользующегося в своих музыкальных занятиях помощью благосклонного к нему бога, рассказывают, что однажды, когда он участвовал в состязании в игре на кифаре, у него порвалась струна, что стало для него препятствием в участии в состязании. [Благорасположение лучшего заменило ему струну и предоставило ему благодать славы.] Ибо вместо струны, благодаря промыслу лучшего, мелодию завершила севшая подле цикада, [и восполнила она место, где должна звучать струна,] кифаред же, [благодаря исцелению струны] перестав горевать, снискал победную славу.

(7) Именно так, достопочтенные, как я ощущаю, случается и со мной. Только что я признался в своей слабости [и совсем недавно был болен], и вот — благодаря силе лучшего была словно восполнена мелодия [, которую я исполнял в честь царя]. Итак, предел нашей помощи есть прославление царей; это от их победных памятников возник замысел этой речи. Давайте же пойдем; ибо этого желает бог; [давайте же поспешим, ибо этого хочет музыкант и для этого он настроил свою лиру;] и музыкант будет исполнять тем более звучную песнь [и будет музицировать еще приятнее], чем большие требования будут к нему предъявлены.

(8) Так вот, поскольку струны его лиры настроены в первую очередь для похвалы царей и обладают они звучанием хвалебной песни, [и цель состоит в царственных панегириках,] он побудил самого себя прежде всего к восхвалению высшего царя всего [благого бога], и [, начав свою песнь с высшего,] во второй черед он перейдет к тем, которые обладают своим положением как изображением того; ведь и самим царям угодно, чтобы песнь о высшем постепенно нисходила вниз и оттуда же, откуда к ним приходят мелодии победы, последовательно приходило прославление надежд.

(9) Стало быть, пусть музыкант обратится к величайшему царю [всего — к богу], который бессмертен [во всем и вечен] и извечно обладает своей властью, он — первый победоносный, от которого все победы приходят к тем, кто следует за ним [, к его преемникам в победах].

(10) Значит, речь наша приходит к панегирикам им, и обращается она со всей возможной поспешностью к царям, пританам общественного спокойствия и мира, власть коих вздымается издревле силою лучшего [бога], победа коих направляется его десницей, решения коих прежде принятых в ходе войн предопределены их благородством, памятники доблести коих воздвиглись прежде сражения, [коим свойственно не только царствовать, но и быть лучшими,] коих варвары пугаются прежде их движения.

(11) Однако речь моя спешит к началам, чтобы достигнуть своей ли и завершить свое изложение на славословии лучшего [а затем и наибожественнейших царей, руководящих для нас миром]. [В самом деле, подобно тому как мы начали с лучшего [и с высшей силы], точно так же мы вновь положим противоположный предел в самом лучшем.] Ибо Солнце, питающее всех своих отпрысков, само [, первое восходя,] собирает первые плоды величайшими руками [словно используя их для сбора плодов], своими лучами [(а лучи у него — это руки)] собирая более всего наполненные амброзией растения, и точно так же нам, [берущим свое начало от лучшего и] воспринимающим истечение его мудрости в [сверх]небесные растения наших душ и вновь пользующимся ими, [необходимо упражняться в славословии] ему [, дождь которого он прольет для нас] на все наши посевы.

(12) Итак, подобает, чтобы богу, [всечистейшему и] отцу наших душ, в мириаде уст и голосов восходило славословие, пусть даже не по достоинству его, ибо не соразмерны они говоримому. Ибо новорожденные не в состоянии воспеть отца по достоинству, но воздают они ему подобающим образом те славословия, которые в силах их [и обретают они в этом прощение]. Более того, само это и есть высшее прославление бога — то, что он превышает панегирики собственного потомства. И прооймий, [и посвящение,] и средняя часть, и завершение славословий — в том, чтобы согласиться, что отец обладает беспредельной силой и недостижимыми пределами.

(13) [Таково и славословие царю,] [ведь по природе нам, людям, поскольку нам случилось быть его потомками, свойственно возносить похвалы.] Ибо следует просить прощения, пусть даже в первую очередь дети получают его от отца прежде всякого извинения; и подобно тому как для [только что появившихся на свет и] новорожденных естественно, чтобы отец не отворачивался от них за их бессилие, напротив, чтобы он радовался их узнаванию, точно так же <естественно, чтобы и бог радовался нашему славословию>. Знание всего, которое управляет жизнью для всего, дарует нам и способность совершать славословие богу.

(14) Ибо бог, поскольку он благ и вечно светозарен, в самом себе обладает пределом собственной сиятельности, а поскольку он бессмертен, из своей неиссякаемой энергии он предоставляет вот этому космосу удел бесконечности, призыв к спасительному славословию. И нет здесь различия людей между собой, [и нет здесь противостояния,] напротив, у всех одна и та же мысль, [и единое у всех предвосхищение,] и единый у них ум [отец], и единое ощущение [действующее через них]; ибо любовный напиток для них — та же самая любовь, созидающая единую гармонию всех их.

(15) Давайте именно так и будем славословить бога; но снизойдем же и к тем, кто воспринял от него скипетр. Ибо нужно, [начав с царей и] отточив свое искусство в отношении их, приучить самих себя [к хвалебным песням] и поупражняться в почитании лучшего. [И с самого начала следует прежде всего упражняться в славословии ему и оттачивать тем самым это упражнение, с тем чтобы сроднились с нами самими такое упражнение в почитании бога и славословие царю.]

(16) В самом деле, нужно и им воздать должное, ибо они отворили для нас благолетие столь долгого мира. Добродетель же царя <проявляется в поддержании мира>, и одно лишь имя его способно установить мир; ибо царем он именуется потому, что легкой ногой он ступает по вершинам и повелевает при посредстве слова [, ведущего к миру]; [разумеется, потому, что по природе царствам свойственно превосходить варварские земли;] таким образом, само имя его есть символ мира. [Поэтому часто одно имя царя останавливает врага.] Более того, даже статуи его служат тихой гаванью для тех, кто переживает тяжелую зиму; и уже одно лишь изображение царя, будучи показанным, [дарует победу и] предоставляет неустрашимость и неуязвимость согражданам.

Текст данного трактата сильно поврежден; по всей видимости, в него вкрались своего рода «заметки на полях» позднейших переписчиков. Мы следуем попыткам Скотта исключить их, при переводе помещая в квадратные скобки.См.: «Асклепий», 9.Одна из общественных должностей в древних Афинах.По поводу герметического представления о царях и царской власти см.: «Зеница космоса», фрагмент XXIV, 1.Прооймий — вступительная часть панегирика.