Ферекид, Фрагменты (DK 7)

Пер. А.В. Лебедева (1989)

AP

ΦΕΡΕΚΥΔΗΣ (DK 7)

Fragmenta (B 1–14)

DIOG. I 119 [S. I 44, 7] Ζὰς μὲν καὶ Χρόνος ἦσαν ἀεὶ καὶ Χθονίη· Χθονίηι δὲ ὄνομα ἐγένετο Γῆ, ἐπειδὴ αὐτῆι Ζὰς γῆν γέρας διδοῖ.
Vgl. HEROD. π. μον. λέξ. p. 6, 15 καὶ γὰρ Δίς καὶ Ζήν καὶ Δήν καὶ Ζάς παρὰ Φερεκύδηι κατὰ κίνησιν ἰδίαν.

ACHILL. Isag. 3 (31, 28 Maass) Θαλῆς δὲ ὁ Μιλήσιος καὶ Φ. ὁ Σύριος ἀρχὴν τῶν ὅλων τὸ ὕδωρ ὑφίστανται, ὃ δὴ καὶ Χάος καλεῖ ὁ Φ., ὡς εἰκὸς τοῦτο ἐκλεξάμενος παρὰ τοῦ Ἡσιόδου οὕτω λέγοντος [Th. 116] ‘ἤτοι μὲν πρώτιστα Χάος γένετο‘.

GRENFELL—HUNT GREEK PAPYR. Ser. II n. 11 p. 23 αὐτῶι ... φᾶρος. CLEM. Str. VI 9 (II 428, 19 St.) αὖθίς τε Ὁμήρου ἐπὶ τῆς ἡφαιστοτεύκτου ἀσπίδος εἰπόντος· ‘ἐν μὲν γαῖαν ἔτευξ’, ἐν δ’ οὐρανόν, ἐν δὲ θάλασσαν· ἐν δ’ ἐτίθει ποταμοῖο μέγα σθένος Ὠκεανοῖο‘ [Σ 483. 607] Φ. ὁ Σύριος λέγει· ‘Ζὰς ... δώματα‘. VI 53 (II 459, 4) aus Isidoros ... ἵνα μάθωσι τί ἐστιν ἡ ὑπόπτερος δρῦς καὶ τὸ ἐπ’ αὐτῆι πεποικιλμένον φᾶρος, πάντα ὅσα Φ. ἀλληγορήσας ἐθεολόγησεν λαβὼν ἀπὸ τῆς τοῦ Χὰμ προφητείας τὴν ὑπόθεσιν.
col. 1 αὐ〉τῶι ποιοῦσιν τὰ οἰκία πολλά τε καὶ μεγάλα. ἐπεὶ δὲ ταῦτα ἐξετέλεσαν πάντα καὶ χρήματα καὶ θεράποντας καὶ θεραπαίνας καὶ τἆλλα ὅσα δεῖ πάντα, ἐπεὶ δὴ πάντα ἑτοῖμα γίγνεται, τὸν γάμον ποιεῦσιν. κἀπειδὴ τρίτη ἡμέρη γίγνεται τῶι γάμωι, τότε Ζὰς ποιεῖ φᾶρος μέγα τε καὶ καλὸν καὶ ἐν αὐτῶι ποικίλλει Γῆν καὶ Ὠγηνὸν καὶ τὰ Ὠγηνοῦ δώματα ...
col. 2 βουλόμενοσ〉 γὰρ σέο τοὺς γάμους εἶναι τούτωι σε τιμῶ. σὺ δέ μοι χαῖρέ τε καὶ σύνισθι. ταῦτά φασιν ἀνακαλυπτήρια πρῶτον γενέσθαι· ἐκ τούτου δὲ ὁ νόμος ἐγένετο καὶ θεοῖσι καὶ ἀνθρώποισιν. ἡ δέ μι〈ν ἀμείβε〉ται δεξαμ〈ένη εὑ τὸ φᾶ〉ρος ...

PROCL. in Tim.32c; II 54, 28 Diehl ὁ Φ. ἔλεγεν εἰς Ἔρωτα μεταβεβλῆσθαι τὸν Δία μέλλοντα δημιουργεῖν, ὅτι δὴ τὸν κόσμον ἐκ τῶν ἐναντίων συνιστὰς εἰς ὁμολογίαν καὶ φιλίαν ἤγαγε καὶ ταυτότητα πᾶσιν ἐνέσπειρε καὶ ἕνωσιν τὴν δι’ ὅλων διήκουσαν.

ORIG. c. Cels. VI 42 [II 111, 13 K.] Φερεκύδην δὲ πολλῶι ἀρχαιότερον γενόμενον Ἡρακλείτου μυθοποιεῖν στρατείαν στρατείαι παραταττομένην καὶ τῆς μὲν ἡγεμόνα Κρόνον 〈ἀπο〉διδόναι, τῆς ἑτέρας δ’ Ὀφιονέα, προκλήσεις τε καὶ ἁμίλλας αὐτῶν ἱστορεῖν, συνθήκας τε αὐτοῖς γίγνεσθαι, ἵν’ ὁπότεροι αὐτῶν εἰς τὸν Ὠγηνὸν ἐμπέσωσι, τούτους μὲν εἶναι νενικημένους, τοὺς δ’ ἐξώσαντας καὶ νικήσαντας τούτους ἔχειν τὸν οὐρανόν. τούτου δὲ τοῦ βουλήματός φησιν ἔχεσθαι καὶ τὰ περὶ τοὺς Τιτᾶνας καὶ Γίγαντας μυστήρια θεομαχεῖν ἀπαγγελλομένους, καὶ τὰ παρ’ Αἰγυπτίοις περὶ Τυφῶνος καὶ Ὥρου καὶ Ὀσίριδος.
PHILO BYBL. [Eus. P. E I 10, 50] παρὰ Φοινίκων δὲ καὶ Φ. λαβὼν τὰς ἀφορμὰς ἐθεολόγησε περὶ τοῦ παρ’ αὐτῶι λεγομένου Ὀφιονέως θεοῦ καὶ τῶν Ὀφιονιδῶν.
TERT. de coron. 7 Saturnum Ph. ante omnes refert coronatum, Iovem Diodorus [VI 4] post devictos Titanas.

ORIG. c. Cels. VI 42 [II 112, 20 K.] καὶ διηγούμενός γε τὰ Ὁμηρικὰ ἔπη [A 590 O 18] φησὶ λόγους εἶναι τοῦ θεοῦ πρὸς τὴν ὕλην τοὺς λόγους τοῦ Διὸς πρὸς τὴν Ἥραν, τοὺς δὲ πρὸς τὴν ὕλην λόγους αἰνίττεσθαι, ὡς ἄρα ἐξ ἀρχῆς αὐτὴν πλημμελῶς ἔχουσαν διαλαβὼν ἀναλογίαις τισὶ συνέδησε καὶ ἐκόσμησεν ὁ θεός, καὶ ὅτι τοὺς περὶ αὐτὴν δαίμονας, ὅσοι ὑβρισταί, τούτους ἀπορριπτεῖ κολάζων αὐτοὺς τῆι δεῦρο ὁδῶι. ταῦτα δὲ τὰ Ὁμήρου ἔπη οὕτω νοηθέντα τὸν Φερεκύδην φησὶν εἰρηκέναι τὸ ‘κείνης δὲ τῆς μοίρας ἔνερθέν ἐστιν ἡ ταρταρίη μοῖρα· φυλάσσουσι δ’ αὐτὴν θυγατέρες Βορέου Ἅρπυιαί τε καὶ Θύελλα· ἔνθα Ζεὺς ἐκβάλλει θεῶν ὅταν τις ἐξυβρίσηι‘. τῶν τοιούτων δέ φησιν ἔχεσθαι νοημάτων καὶ τὸν [περὶ] τῆς Ἀθηνᾶς πέπλον ἐν τῆι πομπῆι τῶν Παναθηναίων ὑπὸ πάντων θεωρούμενον. δηλοῦται γάρ, φησίν, ἀπ’ αὐτοῦ, ὅτι ἀμήτωρ τις καὶ ἄχραντος δαίμων ἐπικρατεῖ θρασυνομένων τῶν γηγενῶν.

PORPH. de antr. Nymph. 31 τοῦ Συρίου Φερεκύδου μυχοὺς καὶ βόθρους καὶ ἄντρα καὶ θύρας καὶ πύλας λέγοντος καὶ διὰ τούτων αἰνιττομένου τὰς τῶν ψυχῶν γενέσεις καὶ ἀπογενέσεις ...
PROCL. in Tim. 29A; I 333, 28 D. τῶν παλαιῶν ἄντρον καλούντων τὸν κόσμον καὶ φρουρὰν [44 B 15] καὶ σπήλαιον ...

PSEUDOGAL. [d. i. PORPHYR.] ad Gaurum ed. Kalbfl. [Abh. Berl. Ak. 1895] S. 34, 26 κἀνταῦθα πολὺς ὁ Νουμήνιος καὶ οἱ τὰς Πυθαγόρου ὑπονοίας ἐξηγούμενοι, καὶ τὸν παρὰ μὲν τῶι Πλάτωνι [rep. X 621 A] ποταμὸν Ἀμέλητα, παρὰ δὲ τῶι Ἡσιόδωι καὶ τοῖς Ὀρφικοῖς τὴν Στύγα, παρὰ δὲ τῶι Φερεκύδηι τὴν ἐκροὴν ἐπὶ τοῦ σπέρματος ἐκδεχόμενοι.

SCHOL. APOLL. Rhod. I 645 Φ. δέ φησιν ὅτι δῶρον εἶχε παρὰ τοῦ Ἑρμοῦ ὁ Αἰθαλίδης τὸ τὴν ψυχὴν αὐτοῦ ποτὲ μὲν ἐν Ἅιδου ποτὲ δὲ ἐν τοῖς ὑπὲρ τὴν γῆν τόποις εἶναι.

HEROD. π. μον. λέξ. p. 7, 4 εἰ δέ τις λέγει ‘καὶ ἡ Ῥέα Ῥῆ κέκληται ὑπὸ τοῦ Συρίου‘, ἴστω ὅτι αὐτοῦ ἴδιος ἡ χρῆσις.

APOLL. de pron. p. 65, 15 Schn. καὶ Φ. ἐν τῆι Θεολογίαι καὶ ἔτι Δημόκριτος [68 B 13] ... συνεχέστερον χρῶνται τῆι ἐμεῦ καὶ ἔτι τῆι ἐμέο.

p. 93. 1 ἔστιν πιστώσασθαι καὶ τὸ ἀδιαίρετον τῆς εὐθείας [näml. ἡμεῖς, ὑμεῖς, σφεῖς] παρ’ Ἴωσιν ἐκ τῶν περὶ Δημόκριτον [68 B 29a]. Φερεκύδην, Ἑκαταῖον [FGrHist. 1 F 360 I 45].

DIOG. I 119 [A 1] ἔλεγέ τε ὅτι οἱ θεοὶ τὴν τράπεζαν θυωρὸν καλοῦσιν.

PHILOD. de piet. 47a 14 p. 19 G. [vgl. 3 B 5] οἱ δὲ Δία καὶ Ἥραν πατέρα καὶ μητέρα θεῶν νομίζουσιν, Πίν〈δαροσ〉 δ’ 〈ἐκ〉 Κυβέ〈λης μ〉ητρὸς ἐν τῶι ὕμν〉ωι 〈εἰσ〉 Κυβέ〈λαν〉 ματέρα [fr. 80 Schr.2], Φερε〈κύδησ〉 δ’ ὁ 〈Σύ〉ριος ...

PLUTARCH. de fac i. orb. lun. 24 p. 938 B εἰ μὴ νὴ Δία φήσομεν, ὥσπερ ἡ Ἀθηνᾶ τῶι Ἀχιλλεῖ νέκταρός τι καὶ ἀμβροσίας ἐνέσταξε μὴ προσιεμένωι τροφήν, οὕτω τὴν σελήνην, Ἀθηνᾶν λεγομένην καὶ οὖσαν, τρέφειν τοὺς ἄνδρας ἀμβροσίαν ἀνιεῖσαν αὐτοῖς ἐφημέριον, ὡς Φερεκύδης ὁ παλαιὸς οἴεται σιτεῖσθαι τοὺς θεούς.

LAUR. LYD. II 7 τόλμαν δὲ καὶ οἱ περὶ Φερεκύδην ἐκάλεσαν τὴν δυάδα καὶ ὁρμὴν καὶ δόξαν καλοῦσιν, ὅτι τὸ ἀληθὲς καὶ ψευδὲς ἐν δόξηι ἐστί.

Testimonia (A 1–12)

DIOG. I 116ff. Φερεκύδης Βάβυος Σύριος, καθά φησιν Ἀλέξανδρος ἐν Διαδοχαῖς [fr. 139 FHG III 240], Πιττακοῦ διακήκοεν. τοῦτόν φησι Θεόπομπος [FGrHist. 115 F 71 II 550 vgl. A 6] πρῶτον περὶ φύσεως καὶ 〈γενέσεωσ〉 θεῶν γράψαι. πολλὰ δὲ καὶ θαυμάσια λέγεται περὶ αὐτοῦ· καὶ γὰρ παρὰ τὸν αἰγιαλὸν τῆς Σάμου περιπατοῦντα καὶ ναῦν οὐριοδρομοῦσαν ἰδόντα εἰπεῖν ὡς οὐ μετὰ πολὺ καταδύσεται· καὶ ἐν ὀφθαλμοῖς αὐτοῦ καταδῦναι. καὶ ἀνιμηθέντος ἐκ φρέατος ὕδατος πιόντα προειπεῖν, ὡς εἰς τρίτην ἡμέραν ἔσοιτο σεισμός, καὶ γενέσθαι. ἀνιόντα τε ἐξ Ὀλυμπίας ἐς Μεσσήνην τῶι ξένωι Περιλάωι συμβουλεῦσαι ἐξοικῆσαι μετὰ τῶν οἰκείων· καὶ τὸν μὴ πεισθῆναι, Μεσσήνην δὲ ἑαλωκέναι. (117) καὶ Λακεδαιμονίοις εἰπεῖν μήτε χρυσὸν τιμᾶν μήτε ἄργυρον, ὥς φησι Θεόπομπος ἐν Θαυμασίοις [fr. 71 s. o.]. προστάξαι δὲ αὐτῶι ὄναρ τοῦτο τὸν Ἡρακλέα, ὃν καὶ τῆς αὐτῆς νυκτὸς τοῖς βασιλεῦσι κελεῦσαι Φερεκύδηι πείθεσθαι. ἔνιοι δὲ Πυθαγόραι προσάπτουσι ταῦτα [s A 6]. φησὶ δ’ Ἕρμιππος [fr. 19 FHG III 40] πολέμου συνεστῶτος Ἐφεσίοις καὶ Μάγνησι βουλόμενον τοὺς Ἐφεσίους νικῆσαι πυθέσθαι τινὸς παριόντος πόθεν εἴη, τοῦ δ’ εἰπόντος ‘ἐξ Ἐφέσου‘, ‘ἕλκυσόν με τοίνυν, ἔφη, τῶν σκελῶν καὶ θὲς εἰς τὴν τῶν Μαγνήτων χώραν, καὶ ἀπάγγειλόν σου τοῖς πολίταις μετὰ τὸ νικῆσαι αὐτόθι με θάψαι, (118) ἐπεσκηφέναι τε ταῦτα Φερεκύδην‘. ὁ μὲν 〈οὖν〉 ἀπήγγειλεν· οἱ δὲ μετὰ μίαν ἐπελθόντες κρατοῦσι τῶν Μαγνήτων καὶ τὸν Φερεκύδην μεταλλάξαντα θάπτουσιν αὐτόθι καὶ μεγαλοπρεπῶς τιμῶσιν. ἔνιοι δέ φασιν ἐλθόντα εἰς Δελφοὺς ἀπὸ τοῦ Κωρυκίου ὄρους αὑτὸν δισκῆσαι. Ἀριστόξενος δ’ ἐν τῶι Περὶ Πυθαγόρου καὶ τῶν γνωρίμων αὐτοῦ [fr. 3 FHG II 272] φησι νοσήσαντα αὐτὸν ὑπὸ Πυθαγόρου ταφῆναι ἐν Δήλωι. οἱ δὲ φθειριάσαντα τὸν βίον τελευτῆσαι· ὅτε καὶ Πυθαγόρου παραγενομένου καὶ πυνθανομένου, πῶς διακέοιτο, διαβαλόντα τῆς θύρας τὸν δάκτυλον εἰπεῖν· ‘χροῒ δῆλα‘. καὶ τοὐντεῦθεν παρὰ τοῖς φιλολόγοις ἡ λέξις ἐπὶ τῶν χειρόνων τάττεται, οἱ δ’ ἐπὶ τῶν βελτίστων χρώμενοι διαμαρτάνουσιν. (119) ἔλεγέ τε ὅτι οἱ θεοὶ τὴν τράπεζαν θυωρὸν καλοῦσιν [B 12]. Ἄνδρων δ’ ὁ Ἐφέσιός φησι δύο γεγονέναι Φερεκύδας Συρίους, τὸν μὲν ἀστρολόγον, τὸν δὲ θεολόγον υἱὸν Βάβυος, ὧι καὶ Πυθαγόραν σχολάσαι. Ἐρατοσθένης δ’ ἕνα μόνον, καὶ ἕτερον Ἀθηναῖον γενεαλόγον [FGrHist. 3. I 58ff. 386]. σώιζεται δὲ τοῦ Συρίου τό τε βιβλίον ὃ συνέγραψεν οὗ ἡ ἀρχή· Ζὰς ... διδοῖ [B 1], σώιζεται δὲ καὶ ἡλιοτρόπιον ἐν Σύρωι τῆι νήσωι. (121) γέγονε δὲ κατὰ τὴν πεντηκοστὴν καὶ ἐνάτην ὀλυμπιάδα (544—41). Folgt Brief an Thales.

EUSEB. chron. zu Ol. 59 (59, 2 M 59, 4 d. übr.) Ferecydes historicus clarus habetur.

SUID. Φερεκύδης Βάβυος Σύριος (ἔστι δὲ νῆσος μία τῶν Κυκλάδων ἡ Σύρα πλησίον Δήλου)· γέγονε δὲ κατὰ τὸν Λυδῶν βασιλέα Ἀλυάττην, ὡς συγχρονεῖν τοῖς ζ σοφοῖς καὶ τετέχθαι περὶ τὴν με ὀλυμπιάδα [600—597]. διδαχθῆναι δὲ ὑπ’ αὐτοῦ Πυθαγόραν λόγος, αὐτὸν δὲ οὐκ ἐσχηκέναι καθηγητήν, ἀλλ’ ἑαυτὸν ἀσκῆσαι κτησάμενον τὰ Φοινίκων ἀπόκρυφα βιβλία. πρῶτον δὲ συγγραφὴν ἐξενεγκεῖν πεζῶι λόγωι τινὲς ἱστοροῦσιν, ἑτέρων τοῦτο εἰς Κάδμον τὸν Μιλήσιον φερόντων. καὶ πρῶτον τὸν περὶ τῆς μετεμψυχώσεως λόγον εἰσηγήσασθαι. ἐζηλοτύπει δὲ τὴν Θάλητος δόξαν. καὶ τελευτᾶι ὑπὸ πλήθους φθειρῶν. ἔστι δὲ ἅπαντα ἃ συνέγραψε ταῦτα· Ἑπτάμυχος ἤτοι Θεοκρασία ἢ Θεογονία. ἔστι δὲ Θεολογία ἐν βιβλίοις ι [?] ἔχουσα θεῶν γένεσιν καὶ διαδοχάς. Φερεκύδης Ἀθηναῖος (πρεσβύτερος τοῦ Συρίου, ὃν λόγος τὰ Ὀρφέως συναγαγεῖν) ἔγραψεν Αὐτόχθονας (ἔστι δὲ περὶ τῆς Ἀττικῆς ἀρχαιολογίας) ἐν βιβλίοις ι, Παραινέσεις δι’ ἐπῶν. Πορφύριος δὲ τοῦ προτέρου οὐδένα πρεσβύτερον δέχεται, ἀλλ’ ἐκεῖνον μόνον ἡγεῖται ἀρχηγὸν συγγραφῆς. s. v. Ἑκαταῖος ... πρῶτος δὲ ἱστορίαν πεζῶς ἐξήνεγκε, συγγραφὴν δὲ Φ.· τὰ γὰρ Ἀκουσιλάου νοθεύεται.

STRABO X p. 487 Σῦρος δ’ ἐστὶ μηκύνουσι τὴν πρώτην συλλαβήν, ἐξ ἧς Φερεκύδης ὁ Βάβυος ἦν. νεώτερος δ’ ἐστὶν ὁ Ἀθηναῖος ἐκείνου.

DIOD. X 3, 4 [aus Aristoxenos s. c. 14, 8] ὅτι Πυθαγόρας πυθόμενος Φερεκύδην τὸν ἐπιστάτην αὐτοῦ γεγενημένον ἐν Δήλωι νοσεῖν καὶ τελέως ἐσχάτως ἔχειν, ἔπλευσεν ἐκ τῆς Ἰταλίας εἰς τὴν Δῆλον. ἐκεῖ δὲ χρόνον ἱκανὸν τὸν ἄνδρα γηροτροφήσας πᾶσαν εἰσηνέγκατο σπουδήν, ὥστε τὸν πρεσβύτην ἐκ τῆς νόσου διασῶσαι. κατισχυθέντος δὲ τοῦ Φερεκύδου διὰ τὸ γῆρας καὶ διὰ τὸ μέγεθος τῆς νόσου, περιέστειλεν αὐτὸν κηδεμονικῶς, καὶ τῶν νομιζομένων ἀξιώσας ὡσανεί τις υἱὸς πατέρα πάλιν ἐπανῆλθεν εἰς τὴν Ἰταλίαν.
PORPH. V. Pyth. 56 (nach ἐπιβουλῆι c. 14, 16) Φερεκύδην γὰρ πρὸ τῆς ἐκ Σάμου ἀπάρσεως τελευτῆσαι.

CIC. Tusc. I 16, 38 itaque credo equidem etiam alios tot saeculis, sed quod litteris exstet, Ph. Syrius primum dixit animos esse hominum sempiternos, antiquus sane; fuit enim meo regnante gentili.
APONIUS In Canticum Canticorum [ed. Bottino et Martini Rom 1843] v p. 95 sq. zu Cant. 3, 5 In priore enim «filiarum Jerusalem adiuratione caprearum et cervorum» personas Thalesianae et Ferecidensis philosophiae intellegi diximus ... de quibus Thales nomine initium omnium rerum aquam in suo esse dogmate pronuntiavit, et inde omnia facta subsistere ab inviso et magno. causam vero motus aquae spiritum insidentem confirmat, simulque geometricam artem perspicaci sensu prior invenit, per quam suspicatus est unum rerum omnium creatorem. Ferecides autem vocabulo animam hominis prior omnibus immortalem auditoribus suis tradidisse docetur, et eam esse vitam corporis et unum nobis de coelo spiritum, alterum credidit terrenis seminibus comparatum. deorum vero naturam et originem ante omnes descripsit. quod opus multum religioni nostrae conferre probatur, ut noverit turpiter natos turpioremque vitam duxisse, dedecorosius mortuos quos idolatriae cultor deos affirmat.

PORPHYR. ἀπὸ τοῦ α τῆς Φιλολόγου ἀκροάσεως b. Eus. P. E. x 3, 6 Ἄνδρωνος γὰρ ἐν τῶι Τρίποδι περὶ Πυθαγόρου τοῦ φιλοσόφου τὰ περὶ τὰς προρρήσεις ἱστορηκότος εἰπόντος τε ὡς διψήσας ποτὲ ἐν Μεταποντίωι καὶ ἔκ τινος φρέατος ἀνιμήσας καὶ πιὼν προεῖπεν ὡς εἰς τρίτην ἡμέραν ἔσοιτο σεισμός, καὶ ἕτερά τινα τούτοις ἐπαγαγὼν ἐπιλέγει· ‘ταῦτ’ οὖν τοῦ Ἄνδρωνος περὶ Πυθαγόρου ἱστορηκότος πάντα ὑφείλετο Θεόπομπος [FGrHist. 115 F 70 II 549], εἰ μὲν περὶ Πυθαγόρου λέγων, τάχα ἂν καὶ ἕτεροι ἠπίσταντο περὶ αὐτοῦ καὶ ἔλεγον ‘ταὐτὰ 〈ἃ〉 καὶ αὐτὸς εἶπεν‘· νῦν δὲ τὴν κλοπὴν δήλην πεποίηκεν ἡ τοῦ ὀνόματος μετάθεσις. τοῖς μὲν γὰρ πράγμασι κέχρηται τοῖς αὐτοῖς, ἕτερον δ’ ὄνομα μετενήνοχε· Φερεκύδην γὰρ τὸν Σύριον πεποίηκε ταῦτα προλέγοντα· οὐ μόνον δὲ τούτωι τῶι ὀνόματι ἀποκρύπτει τὴν κλοπήν, ἀλλὰ καὶ τόπων μεταθέσει· τό τε γὰρ περὶ τῆς προρρήσεως τοῦ σεισμοῦ ἐν Μεταποντίωι ὑπ’ Ἄνδρωνος ῥηθὲν ἐν Σύρωι εἰρῆσθαί φησιν ὁ Θεόπομπος, τό τε περὶ τὸ πλοῖον οὐκ ἀπὸ Μεγάρων τῆς Σικελίας, ἀπὸ δὲ Σάμου φησὶ θεωρηθῆναι, καὶ τὴν Συβάρεως ἅλωσιν ἐπὶ τὴν Μεσσήνης μετατέθεικεν· ἵνα δέ τι δοκῆι λέγειν περιττόν, καὶ τοῦ ξένου προστέθεικε τοὔνομα Περίλαον αὐτὸν καλεῖσθαι λέγων.‘
MAX. TYR. 29, 5 Hob. Φ. σεισμὸν Σαμίοις προεμήνυσε.

ARIST. Metaph. N 4 1091b 8 [s. 1 B 9] ἐπεὶ οἵ γε μεμειγμένοι αὐτῶν καὶ τῶι μὴ μυθικῶς ἅπαντα λέγειν οἷον Φ. καὶ ἕτεροί τινες τὸ γεννῆσαν πρῶτον ἄριστον τιθέασι καὶ οἱ Μάγοι.

PLOTIN. V 1, 9 ὥστε τῶν ἀρχαίων οἱ μάλιστα συντασσόμενοι τοῖς Πυθαγόρου καὶ τῶν μετ’ αὐτόν, καὶ Φερεκύδου δέ, περὶ ταύτην ἔσχον τὴν φύσιν (naämlich τὸ ἀίδιον καὶ νοητὸν ἕν). ἀλλ’ οἱ μὲν ἐξειργάσαντο ἐν τοῖς αὑτῶν λόγοις, οἱ δὲ οὐκ ἐν λόγοις, ἀλλ’ ἐν ἀγράφοις συνουσίαις ἢ ὅλως ἀφεῖσαν.

DAMASC. de princ. 124b [I 321 R. aus Eudemos fr. 117] Φερεκύδης δὲ ὁ Σύριος Ζάντα μὲν εἶναι ἀεὶ καὶ Χρόνον καὶ Χθονίαν τὰς τρεῖς πρώτας ἀρχάς ... τὸν δὲ Χρόνον ποιῆσαι ἐκ τοῦ γόνου ἑαυτοῦ πῦρ καὶ πνεῦμα καὶ ὕδωρ ..., ἐξ ὧν ἐν πέντε μυχοῖς διηιρημένων πολλὴν ἄλλην γενεὰν συστῆναι θεῶν, τὴν πεντέμυχον καλουμένην, ταὐτὸν δὲ ἴσως εἰπεῖν, πεντέκοσμον.

PROB. ad. Verg. Buc. 6, 31 (App. Serv. ed. Hagen p. 343, 18) consentit et Ph. sed diversa affert elementa: Ζῆνα inquit καὶ Χθόνα καὶ Κρόνον, ignem ac terram et tempus significans, et esse aethera qui regat, terram quae regatur, tempus in quo universa pars moderetur.
HERMIAS irr. 12 (D. 654) Φ. μὲν ἀρχὰς εἶναι λέγων Ζῆνα καὶ Χθονίην καὶ Κρόνον· Ζῆνα μὲν τὸν αἰθέρα, Χθονίην δὲ τὴν γῆν, Κρόνον δὲ τὸν χρόνον, ὁ μὲν αἰθὴρ τὸ ποιοῦν, ἡ δὲ γῆ τὸ πάσχον, ὁ δὲ χρόνος ἐν ὧι τὰ γινόμενα.
LYD. de mens. IV 3 Ἥλιος αὐτὸς [Ζεύς] κατὰ Φερεκύδην.

SEXT. P. Hyp. III 30 Φ. μὲν γὰρ ὁ Σύριος γῆν εἶπε τὴν πάντων εἶναι ἀρχήν.

MAX. TYR. X p. 174 R. ἀλλὰ καὶ τοῦ Συρίου τὴν ποίησιν σκόπει καὶ τὸν Ζῆνα καὶ τὴν Χθονίην καὶ τὸν ἐν τούτοις Ἔρωτα, καὶ τὴν Ὀφιονέως γένεσιν καὶ τὴν θεῶν μάχην [B 4] καὶ τὸ δένδρον καὶ τὸν πέπλον [B 2].

PROCL. in Tim. 23c I 129, 15 Diehl ἡ τοῦ Πλάτωνος παράδοσις οὐκ ἔστι τοιαύτη αἰνιγματώδης οἵα ἡ Φερεκύδου.

 

 

B 1

B 1a

B 2

B 3

B 4

B 5

B 6

B 7

B 8

B 9

B 10

B 11

B 12

B 13

B 13a

B 14

A 1

A 1a

A 2

A 3

A 4

A 5

A 6

A 7

A 7a

A 8

A 9

A 10

A 11

A 12

Ферекид из Сироса

Фрагменты (B 1–14)

ДИОГЕН ЛАЭРТИЙ, I, 119 [ср. А 1]: «Зас и Хронос были всегда, и Хтония; Хтонии же имя стало Земля (Γῆ) с тех пор, как Зас дал ей в дар землю».
Ср.: ГЕРОДИАН. Об особенных словах, II, 911, 8 Lentz. [Формы имени Зевс]: Дис, Зен, Ден, Зас и Зес у Ферекида по особому склонению [ср. А 8].

АХИЛЛ. Введение к «Феноменам» Арата, 3 [31, 28 Maass]: Фалес Милетский и Ферекид Сиросский полагают началом всех вещей воду, которую Ферекид называет также Хаосом, вероятно заимствовав это у Гесиода, говорящего [Теог., 116]: «прежде всего возник Хаос».

Grenfell—Hunt, Greek Раруr., Ser. II, N 11, с. 23: Ему … покров. КЛИМЕНТ АЛЕКС. Строматы, VI, 9 (II, 428, 19 St.): Вслед за Гомером, сказавшим по поводу сделанного Гефестом щита [Ил., XVIII, 483, 607]: «Там он сделал землю, там — небо, там — море, Там сделал великую, могучую реку Океан», — Ферекид Сиросский говорит: «Зас … чертоги Огена». Там же. VI, 53 (II, 459, 4): [Из Исидора] … Чтобы они поняли, что означает «крылатый дуб» и вышитый «покров» на нем — все аллегорическое богословие Ферекида, содержание которого он заимствовал из пророчества Хама.
Стб. 1: … <Е>му строят хоромы, многие и большие. Когда же они завершили их полностью, равно как и утварь, и слуг, и служанок, и все прочее, что необходимо, когда, значит, все было готово, устраивают свадьбу. И когда наступил третий день свадьбы, тогда Зас творит покров, большой и красивый, и вышивает на нем Землю (Γῆν) и Огена, и чертоги Огена …
Стб. 2: [Зас обращается к Хтонии:] Ибо, <желая,> чтобы свадьбы были твоими я жалую тебя этим [покровом]. Ты же у меня здравствуй и будь моей женой!» Так, говорят, впервые произошли анакалиптерии. С тех пор этот обычай установился и у богов и у людей. Она же ем<у отвеча>ет, приняв<ши у него пок>ров …

ПРОКЛ. Комм. к «Тимею» 32 с (II, 54, 28 D.): Ферекид говорил, что, собираясь творить мир, Зевс превратился в Эрота: создав космос из противоположностей, он привел его к согласию и любви и посеял во всем тождественность и единение, пронизывающее универсум.

ОРИГЕН. Против Кельса, VI, 42 (II, 111, 13 К.): [По словам Кельса], Ферекид, который был намного древнее Гераклита, рассказывает миф о том, что два войска противостоят друг другу, одним из которых командует Кронос, другим — Офионей, и повествует о вызовах и поединках между ними, и как они заключают договор: которые из них упадут в Оген — тем быть побежденными, а которые выпихнут [врага] и победят — тем владеть небом. Этот же смысл, по его [Кельса] словам, имеют и священные сказания о Титанах и Гигантах, объявляющих войну богам, и священные сказания египтян о Тифоне, Горе и Осирисе.
ФИЛОН ИЗ БИБЛА. Финикийская история (у Евсевия. Приготовление к Евангелию, I, 10, 50): Заимствовав у финикийцев исходный материал [ср. 11 А 11 (Иосиф Флавий); 7 А 2], Ферекид богословствовал об Офионее (как он его называет) и Офионидах [потомках Офионея].
ТЕРТУЛЛИАН. О венце, 7: По словам Ферекида, раньше всех был коронован Сатурн, по словам Диодора [Сицилийского] [VI, 4], — Юпитер после победы над Титанами. Ср.: ПРОКЛ. Комм. к «Тимею» 20 d; I, 77, 15D.

ОРИГЕН. Против Кельса, VI, 42 (II, 112, 20 К.): Толкуя гомеровские стихи [Илиада I, 590; 15, 18] он [Кельс] говорит, что слова Зевса к Гере — это слова бога к материи, а слова к материи аллегорически выражают, что бог скрутил ее, изначально бывшую хаотически неистовой, связал определенными пропорциями и упорядочил, а демонов из ее окружения, которые окажутся смутьянами, сбросит в наказание вниз по дороге, ведущей сюда. Поняв эти стихи Гомера таким образом, Ферекид, по его словам, сказал: «Под тем уделом (μοῖρα) лежит удел Тартарский, сторожат его дочери Борея Гарпии да Тиэлла [Буря], туда изгоняет Зевс богов, согрешивших от дерзости». То же значение, по его словам, имеет и покров Афины, выставляемый на всеобщее обозрение во время Панафинейского шествия: на нем изображено, как не имеющая матери и девственная богиня побеждает мятежных сынов земли.

ПОРФИРИЙ. О пещере нимф, 31: Ферекид Сиросский говорит о «недрах», «ямах», «пещерах», «дверях» и «вратах», символизирующих рождения [= вхождения в чувственный мир] и похождения [из него] душ …
ПРОКЛ. Комм. к «Тимею» 29а; I, 333, 28D: Древние называют космос пещерой [сp.: А 8; 31 В 120], тюрьмой [44 В 15] и гротом …

ПСЕВДО-ГАЛЕН (ПОРФИРИЙ). К Гавру, изд. Kalbfleisch (Abh. Веr. Akad., 1895), о. 34, 26: В этом усердствуют Нумений и толкователи аллегорий Пифагора, интерпретирующие реку Амелет у Платона [Гос., X, 621а], Стикс у Гесиода и орфиков и истечение (ἐχροή) у Ферекида как семя.

[---]

ГЕРОДИАН. Об особенных словах, II, 911, 23L.: Если же кто-нибудь говорит
«и Рея у Сиросца названа Ре (Ρῆ)», то пусть знает, что это его особенное употребление [сp. 64 В 10].

АПОЛЛОНИЙ ДИСКОЛ. О местоимениях, с. 65, 15 Schneider: И Ферекид в «Теологии», а также Демокрит [68 В 13 = 422, 829 Лурье] … чаще употребляют форму ἐμεῦ, а также ἐμέο [меня].

Там же, с. 93, 1: Слитные формы именительного падежа [местоимений ἡμεῖς, ὑμεῖς, σφεῖς = мы, вы, они] засвидетельствованы у ионийских писателей примерами из Демокрита [68 В 29 а=829 Л.], Ферекида, Гекатея [FGrHist 1 F 360; I, 45].

ДИОГЕН ЛАЭРТИЙ, I, 119 (из А 1): Он говорил также что боги называют стол θυωρός [жертвенник].

ФИЛОДЕМ. О благочестии, 47 а 14 сл. (Henrichs, GRBS, 13 [1972], 79, 84) [после 3 В 5 и АБАРИС, В 1]: Другие считают отцом и матерью богов <Зевса и> Геру, Пин<дар полагает, что боги происходят от> Кибе<лы-м>атери в строках «<Госп>ож<у> Кибе<лу> мат<ь>» [фр. 80 Snell—Maehler], Фере<кид> <Си>росский …

[FGrHist 3 F 177] ПЛУТАРХ. О лице на Луне, 24, 938 В [Жизни на Луне нет, так как сухость атмосферы исключает растительную пищу]: Если только — клянусь Зевсом! — мы не станем утверждать, что как Афина вливала в непринимавшего пищи Ахилла по капле нектар и амвросию, так и Луна, которую называют Афиной и которая действительно тождественна с ней, кормит [лунных] людей, ежедневно производя для них амвросию, как, по мнению древнего Ферекида, питаются боги.

ИОАНН ЛИДИЙСКИЙ, II, 7: Ферекид и его последователи называли двоицу «дерзостью» (ὕβρις) и «порывом», называют ее и «мнением», так как истина и ложь — в мнении.

Свидетельства (A 1–12)

ДИОГЕН ЛАЭРТИЙ, I, 116: Ферекид, сын Бабия, сиросец; как говорит Александр [Полигистор] в «Преемствах [философов]» [фр. 139 FHG], был учеником Питтака. Феопомп [FGrHist 115 F 71] говорит, что он первым написал о природе и <происхождении> богов. О нем рассказывают много чудес. Так, прогуливаясь на берегу Самоса и увидев бегущий с попутным ветром корабль, он [пред]сказал, что [корабль этот] вскоре потонет, — и он потонул у него на глазах. Попив зачерпнутой из колодца воды, он предсказал, что на третий день будет землетрясение, — и сбылось. На пути в Олимпию он посоветовал в Мессене своему гостеприимцу Перилаю переселиться вместе с семьей, тот не послушался — и Мессена была захвачена. (117) Лакедемонянам сказал, чтоб не ценили ни золота, ни серебра, как говорит Феопомп в «Чудесах» [фр. 71], а приказал ему это во сне Геракл, который той же ночью велел царям слушаться Ферекида Некоторые приписывают эти [чудеса] Пифагору [см. А 6]. Гермипп говорит [фр. 19 FHG], что, когда вспыхнула война между эфесцами и магнесийцами, [Ферекид], желая, чтобы победили эфесцы, спросил у прохожего, откуда он. «Из Эфеса», — ответил тот. «Тогда волоки меня за ноги, — сказал он, — и положи на земле магнесийцев, да сообщи своим согражданам, чтоб после победы похоронили меня на этом самом месте (118) и что так приказал Ферекид». Тот сообщил, и эфесцы на следующий же день нападают на магнесийцев и побеждают их, а умершего Ферекида хоронят на этом самом месте и воздают ему великолепные почести. Некоторые, впрочем, говорят, что он пришел в Дельфы и бросился с Корикской горы. А Аристоксен в книге «О Пифагоре и его учениках» [фр. 14 Wehrli] говорит, что он заболел и был похоронен Пифагором на Делосе. Другие утверждают, что он умер от вшивости и, когда Пифагор навестил его и спросил, как он, тот просунул через дверь палец и сказал: «По коже ясно». Поэтому эрудиты употребляют это выражение в отрицательном смысле, а те, кто употребляет в положительном, допускают ошибку. (119) Он говорил также, что боги называют стол θυωρός [жертвенник] [В 12]. Андрон из Эфеса говорит, что было два Ферекида Сиросца: один — астроном, другой — богослов, сын Бабия, у которого учился Пифагор. Эратосфен [признает] только одного, и другого — [Ферекида] Афинского, генеалога. Сохранилась книга Сиросца, которую он написал [прозой] и начало которой: «Зас … землю» [В 1]. Сохранился и гелиотропий на острове Сиросе [следует 36 В 4 и эпиграмма Диогена]. (121) Он жил в пятьдесят девятую олимпиаду [544—541 гг. до н. э.]. [Следует подложное письмо к Фалесу].

ЕВСЕВИЙ. Хроника, 59-я олимпиада (2-й год 59-й ол. — кодекс М, 4-й год 59-й ол. — остальные): Становится известным историк Ферекид.

СУДА, под словом «Ферекид»: Ферекид, сын Бабия, Сиросец (Сира — один из Кик л адских островов, близ Делоса). Жил во времена лидийского царя Алиатта, так что был современником семи мудрецов и родился около 45-й олимпиады [600—597 гг. до н. э.]. Рассказывают, что он был учителем Пифагора, а у самого наставника не было: он сам себя выучил, приобретя тайные книги финикийцев. Некоторые сообщают, что он первым опубликовал сочинение в прозе (в то время как другие относят это к Кадму Милетскому) и первым ввел учение о метемпсихозе. Ревновал славе Фалеса. Умер от вшивости [ср. 11 А 11 (Иосиф Флавий); ДИОГЕН ЛАЭРТИЙ, II, 46]. Вот все, что он написал: «Семинедрие» (Ἑπτάμυχος), иначе «Богосмешение» (Θεοκρασία) или «Теогония» (это теология в 10 книгах, содержащая происхождение и преемства богов). Ферекид Афинский (старше Сиросского, который, как передают, свел воедино стихотворения Орфея) написал «Автохтонов» — древнюю историю Аттики в 10 книгах, «Увещевания» эпическим стихом. Порфирий, однако, не признает никого старше Сиросца и считает его единственным родоначальником прозы. СУДА, под словом «Гекатей»: [Гекатей] первым опубликовал историю в прозе, Ферекид — прозаическое сочинение, ибо книга Акусилая считается неподлинной.

СТРАБОН. География, X, с. 487: Сирос произносится с удлинением первого слога. Оттуда был родом Ферекид, сын Бабия. [Ферекид] Афинский моложе его.

ДИОДОР СИЦИЛИЙСКИЙ, X, 3, 4 [Из Аристоксена, см. гл. 14, 8]: Узнав, что его наставник Ферекид тяжело болен на Делосе, Пифагор поплыл из Италии на Делос. Там он по-сыновнему опекал его изрядное время и приложил всяческое старание, чтобы спасти старика от болезни. Когда же старость и тяжелая болезнь одолели Ферекида, он заботливо похоронил и почтил его принятыми обрядами, словно сын отца, после чего снова вернулся в Италию.
ПОРФИРИЙ. Жизнь Пифагора, 56 [После описания погрома, см. гл. 14, 16]: Ферекид умер до отъезда [Пифагора] из Самоса.
* ГЕРАКЛИД ЛЕМБОС. Эксцерпты из «Политий» Аристотеля, 32 (с. 378, 5 Rose) [из «Самосской Политий»]: Ферекид Сиросский, съеденный вшами, умер на Самосе. Посетившему его Пифагору он показал через щель палец, оголившийся [до кости]
* ЭЛИАН. Пестрая история, 4, 28: Ферекид Сиросский умер самой мучительной смертью из всех людей: все его тело было истреблено вшами. Так как лицо его стало безобразным, он уклонялся от общения с друзьями, а когда кто-нибудь приходил и спрашивал, как он поживает, просовывал через дверную щель палец, обнажившийся от мяса, и добавлял, что и все его тело в таком же состоянии. Делосцы говорят, что это бог, [почитаемый] на Делосе, разгневался на него и наслал эту болезнь: дескать, сидя на Делосе вместе с учениками, он много всякого наговорил о своей собственной мудрости и, между прочим, сказал следующее: он-де никому из богов не приносил жертв и, однако же, прожил ничуть не менее сладостную и беспечальную жизнь, чем те, кто жертвует [богам] гекатомбы. Вот за эти легкомысленные речи он и понес тяжелейшее наказание [там же, 5, 2]. Заболев, Ферекид, учитель Пифагора, сначала потел горячим липким потом, напоминающим сопли, потом покрылся насекомыми [?], а затем завшивел. Пока вши уничтожали его плоть, наступило истощение и он умер.

ЦИЦЕРОН. Тускуланские беседы, I, 16, 38: Полагаю, что за столько веков были, конечно, и другие, но насколько известно из письменного предания, впервые сказал, что души людей вечны, Ферекид Сиросский, лицо весьма древнее: ведь он жил в царствование моего сородича [= Сервия Туллия, 578—535 гг. до н. э.].
АПОНИЙ. Толкование на «Песнь песней», V, с. 95 [Bottino—Martini, Roma, 1843]; на «Песнь песней», 3, 5: Как мы сказали, в предыдущем «заклинании дщерей иерусалимских сернами и полевыми ланями» разумелись представители Фалесовой и Ферекидовой философии … из коих Фалес [см. 11 А 23] … а Ферекид первый, как сообщают, преподал своим слушателям, что душа человека бессмертна, и что она — жизнь тела, а также полагал, что один дух в нас — с неба, а другой происходит от земных семян. Он раньше всех описал природу и происхождение богов. Признано, что это сочинение весьма способствует нашей религии в том, чтобы идолопоклонник знал, что те, кого он считает богами, постыдно родились, вели чрезвычайно постыдную жизнь и весьма позорно умерли.

Эксцерпт из 1-й книги «Филологических лекций» ПОРФИРИЯ у Евсевия, Приготовление к Евангелию, X, 3, 6: Андрон в «Треножнике» рассказывает о предсказаниях философа Пифагора: как однажды в Метапонте он почувствовал жажду, зачерпнул [воды] из колодца и, попив, предсказал, что на третий день будет землетрясение. Приведя еще несколько примеров, он [Порфирий] добавляет: «Все, что Андрон рассказал о Пифагоре, украл Феопомп [FGrHist 115 F 70]. Если бы при этом он говорил это о Пифагоре, то можно было бы предположить, что и другие знали об этом и говорили то же, что и Андрон, независимо. Однако перемена имени разоблачила плагиат: события-то он использует те же самые, а имя подменил другим — предсказывающим все это он сделал Ферекида Сиросского. Но не только этим именем маскирует он плагиат, а и переменой мест тоже: по словам Андрона, предсказание землетрясения произошло в Метапонте, а Феопомп утверждает, что на Сиросе; корабль, утверждает он, наблюдали не из Мегар Сицилийских, а с Самоса; взятие Сибариса он перенес на взятие Мессены. А чтобы казалось, что кое-что он говорит сверх [того, что сообщает Андрон], присочинил и имя друга, сказав, что его звали Перилаем».
МАКСИМ ТИРСКИЙ, 29, 5 Hobein: Ферекид предсказал самосцам землетрясение.

АРИСТОТЕЛЬ. Метафизика, N 4. 1091 b 6 [В теогониях древних поэтов-богословов — Орфея, Гесиода, Гомера — мир порождается не его нынешним правителем — Зевсом (благим и прекрасным началом), а аксиологически нейтральными первобытными существами: Ночью, Небом, Хаосом, Океаном. В этом они сходятся с современными философами, утверждающими вторичность и производность блага; ср. 1 В 9]: Впрочем, эти [богословы] приходят к такому утверждению потому, что правители [мира у них] меняются; тогда как те из них, кто относится к смешанному типу (μεμιγμένοι) в силу того что они не все излагают в форме мифа, как, например, Ферекид и некоторые другие, полагают первичное породившее [мир начало] наивысшим благом, равно как и маги.

ПЛОТИН, V, 1, 9: Так что те из древних, кто находится в наибольшем согласии с учением Пифагора и его последователей, а также Ферекида, занимались этой природой [ = «вечным и умопостигаемым Одним»], но только одни изложили [свои взгляды] в книгах, а другие — не в книгах, но в устных беседах, а то и вовсе оставили [их невысказанными].

ДАМАСКИЙ. О началах, 124 b (I, 321 К.) = ЕВДЕМ, фр. 150 W.: Ферекид Сиросский говорит, что Зас был всегда, и Хронос [Время] и Хтония — три первых начала … Хронос же создал из своего семени (γόνος) огонь, воздух (πνεῦμα) и воду … из которых — после того как они распределились в пяти недрах — образовалось новое многочисленное поколение богов, называемое «пятинедровым» (πεντέμυχος), что, вероятно, равнозначно «пятимирному» (πεντέκοσμος). Ср. В 1.

ПРОБ. Комм. к «Буколикам» Вергилия, 6, 31 (Appendix Serviana, ed. Hagen, c. 343, 18): [Трехэлементная космогония]. Согласен и Ферекид, но элементы приводит другие: Зевса, Хтонию и Кроноса, обозначая [так] огонь, землю и время, причем эфир — это то, что правит, земля — то, чем правят, а время — то, в чем управляется Вселенная.
ГЕРМИЙ. Осмеяние языч. философов, 12 (D. 654): Ферекид полагает началами Зевса, Хтонию и Кроноса; под Зевсом он разумеет эфир, под Хтонией — землю, под Кроносом — время (χρόνος); эфир — это активное начало, земля — пассивное, время — то, в чем все происходит.
ИОАНН ЛИДИЙСКИЙ. О месяцах, IV, 3: [Зевс], согласно Ферекиду, — Солнце.

СЕКСТ ЭМПИРИК. Пирроновы положения, III, 30. [«О материальных началах»]: Ферекид Сиросский считал [материальным] началом всего землю [из В 1, ср. А 8, 9].

МАКСИМ ТИРСКИЙ, 4, 4, с. 45 Hobein: Имей в виду также поэзию Сиросца: и Зевса с Хтонией, и Эрота [Любовь] между ними [В 3], и рождение Офионея, и битву богов [В 4], и древо, и покров [В 2].

ПРОКЛ. Комм, к «Тимею» 23 с; I, 129, 15 Diehl: Учение Платона не столь загадочно, как учение Ферекида. [ср. В 2, 6].
* ДИОГЕН ЛАЭРТИЙ, I, 122: [Из подложного письма Ферекида к Фалесу]. Что бы ты ни читал [в моей книге] о богах — все надо понимать аллегорически, ибо обо всем я говорю намеками.
* КЛИМЕНТ АЛЕКС., Строматы, V, 50, 3 [ср. Гераклит А 4]: Сходно с этой книгой [Гераклита] и «Богословие» Ферекида Сиросского.