ΠΕΡΙ ΟΥΡΑΝΟΥ
1 Τὸν κόσμον ἀεὶ λέγοντες καὶ πρόσθεν εἶναι καὶ ἔσεσθαι σῶμα ἔχοντα εἰ μὲν ἐπὶ τὴν βούλησιν τοῦ θεοῦ ἀνάγοιμεν τὴν αἰτίαν, πρῶτον μὲν ἀληθὲς μὲν ἂν ἴσως λέγοιμεν, σαφήνειαν δὲ οὐδεμίαν ἂν παρεχοίμεθα. Ἔπειτα τῶν στοιχείων ἡ μεταβολὴ καὶ τῶν ζῴων τῶν περὶ γῆν ἡ φθορὰ τὸ εἶδος σῴζουσα μήποτε οὕτω καὶ ἐπὶ τοῦ παντὸς ἀξιώσει γίγνεσθαι ὡς τῆς βουλήσεως τοῦτο δυναμένης ἀεὶ ὑπεκφεύγοντος καὶ ῥέοντος τοῦ σώματος ἐπιτιθέναι τὸ εἶδος τὸ αὐτὸ ἄλλοτε ἄλλῳ, ὡς μὴ σῴζεσθαι τὸ ἓν ἀριθμῷ εἰς τὸ ἀεί, ἀλλὰ τὸ ἓν τῷ εἴδει· ἐπεὶ διὰ τί τὰ μὲν οὕτω κατὰ τὸ εἶδος μόνον τὸ ἀεὶ ἕξει, τὰ δ’ ἐν οὐρανῷ καὶ αὐτὸς ὁ οὐρανὸς κατὰ τὸ τόδε ἕξει τὸ ἀεί; Εἰ δὲ τῷ πάντα συνειληφέναι καὶ μὴ εἶναι εἰς ὃ τὴν μεταβολὴν ποιήσεται μηδέ τι ἔξωθεν ἂν προσπεσὸν φθεῖραι δύνασθαι τούτῳ δώσομεν τὴν αἰτίαν τῆς οὐ φθορᾶς, τῷ μὲν ὅλῳ καὶ παντὶ δώσομεν ἐκ τοῦ λόγου τὸ μὴ ἂν φθαρῆναι, ὁ δὲ ἥλιος ἡμῖν καὶ τῶν ἄλλων ἄστρων ἡ οὐσία τῷ μέρη καὶ μὴ ὅλον ἕκαστον εἶναι καὶ πᾶν, οὐχ ἕξει τὴν πίστιν παρὰ τοῦ λόγου, ὅτι εἰς ἅπαντα μένει τὸν χρόνον, τὸ δὲ κατ’ εἶδος τὴν μονὴν αὐτοῖς εἶναι, ὥσπερ καὶ πυρὶ καὶ τοῖς τοιούτοις μόνον ἂν δόξειε παρεῖναι καὶ αὐτῷ δὲ παντὶ τῷ κόσμῳ. Οὐδὲν γὰρ κωλύει ὑπ’ ἄλλου ἔξωθεν μὴ φθειρόμενον, ὑπ’ αὐτοῦ, τῶν μερῶν ἄλληλα φθειρόντων, τὴν φθορὰν ἀεὶ ἔχοντα, τῷ εἴδει μόνον μένειν, καὶ ῥεούσης ἀεὶ τῆς φύσεως τοῦ ὑποκειμένου, τὸ εἶδος ἄλλου διδόντος, γίγνεσθαι τὸ αὐτὸ ἐπὶ τοῦ παντὸς ζῴου, ὅπερ καὶ ἐπὶ ἀνθρώπου καὶ ἵππου καὶ τῶν ἄλλων· ἀεὶ γὰρ ἄνθρωπος καὶ ἵππος, ἀλλ’ οὐχ ὁ αὐτός. Οὐ τοίνυν ἔσται τὸ μὲν μένον αὐτοῦ ἀεί, ὥσπερ ὁ οὐρανός, τὰ δὲ περὶ γῆν φθειρόμενα, ἀλλ’ ὁμοίως ἅπαντα, τὴν διαφορὰν ἔχοντα μόνον τῷ χρόνῳ· ἔστω γὰρ πολυχρονιώτερα τὰ ἐν οὐρανῷ. Εἰ μὲν οὖν οὕτω συγχωρησόμεθα τὸ ἀεὶ ἐπὶ τοῦ παντὸς καὶ ἐπὶ τῶν μερῶν εἶναι, ἧττον ἂν τὸ ἄπορον τῇ δόξῃ προσείη· μᾶλλον δὲ παντάπασιν ἔξω ἀπορίας ἂν γιγνοίμεθα, εἰ τὸ τῆς βουλήσεως τοῦ θεοῦ ἱκανὸν εἶναι δεικνύοιτο κἂν οὕτω καὶ τοῦτον τὸν τρόπον συνέχειν τὸ πᾶν. Εἰ δὲ καὶ τὸ τόδε τι αὐτοῦ ὁποσονοῦν λέγοιμεν ἔχειν τὸ ἀεὶ, ἥ τε βούλησις δεικτέα εἰ ἱκανὴ ποιεῖν τοῦτο, τό τε ἄπορον μένει διὰ τί τὰ μὲν οὕτω, τὰ δὲ οὐχ οὕτως, ἀλλὰ τῷ εἴδει μόνον, τά τε μέρη τὰ ἐν οὐρανῷ πῶς καὶ αὐτά· ἐπειδὴ οὕτω καὶ αὐτὰ τὰ πάντα εἶναι.
2 Εἰ οὖν ταύτην παραδεχόμεθα τὴν δόξαν καί φαμεν τὸν μὲν οὐρανὸν καὶ πάντα τὰ ἐν αὐτῷ κατὰ τὸ τόδε ἔχειν τὸ ἀεί, τὰ δὲ ὑπὸ τῇ τῆς σελήνης σφαίρᾳ τὸ κατ’ εἶδος, δεικτέον πῶς σῶμα ἔχων ἕξει τὸ τόδε ἐπὶ τοῦ αὐτοῦ κυρίως, ὡς τὸ καθ’ ἕκαστον καὶ τὸ ὡσαύτως, τῆς φύσεως τοῦ σώματος ῥεούσης ἀεί. Τοῦτο γὰρ δοκεῖ τοῖς τε ἄλλοις τοῖς περὶ φύσεως εἰρηκόσι καὶ αὐτῷ τῷ Πλάτωνι οὐ μόνον περὶ τῶν ἄλλων σωμάτων, ἀλλὰ καὶ περὶ τῶν οὐρανίων αὐτῶν. Πῶς γὰρ ἄν, φησι, σώματα ἔχοντα καὶ ὁρώμενα τὸ ἀπαραλλάκτως ἕξει καὶ τὸ ὡσαύτως; Συγχωρῶν καὶ ἐπὶ τούτων δηλονότι τῷ Ἡρακλείτῳ, ὃς ἔφη ἀεὶ καὶ τὸν ἥλιον γίνεσθαι. Ἀριστοτέλει μὲν γὰρ οὐδὲν ἂν πρᾶγμα εἴη, εἴ τις αὐτοῦ τὰς ὑποθέσεις τοῦ πέμπτου παραδέξαιτο σώματος. Τοῖς δὲ μὴ τοῦτο τιθεμένοις, τοῦ σώματος δὲ ἐκ τούτων ὄντος τοῦ οὐρανοῦ, ἐξ ὧνπερ καὶ τὰ τῇδε ζῷα, πῶς τὸ τόδε ἂν ἔχοι; Ἔτι δὲ μᾶλλον πῶς ἥλιος καὶ τὰ ἄλλα τὰ ἐν τῷ οὐρανῷ μόρια ὄντα; Συγκειμένου δὴ παντὸς ζῴου ἐκ ψυχῆς καὶ τῆς σώματος φύσεως ἀνάγκη τὸν οὐρανόν, εἴπερ ἀεὶ κατ’ ἀριθμὸν ἔσται, ἢ δι’ ἄμφω ἔσεσθαι, ἢ διὰ θάτερον τῶν ἐνόντων, οἷον ψυχὴν ἢ σῶμα. Ὁ μὲν δὴ τῷ σώματι διδοὺς τὸ ἄφθαρτον οὐδὲν ἂν εἰς τοῦτο τῆς ψυχῆς δέοιτο ἢ τοῦ ὁμοῦ ἀεὶ εἶναι πρὸς ζῴου σύστασιν· τῷ δὲ τὸ σῶμα παρ’ αὐτοῦ φθαρτὸν εἶναι λέγοντι καὶ τῇ ψυχῇ διδόντι τὴν αἰτίαν πειρατέον καὶ τὴν τοῦ σώματος ἕξιν μηδ’ αὐτὴν ἐναντιουμένην τῇ συστάσει καὶ τῇ διαμονῇ δεικνύναι, ὅτι μηδὲν ἀσύμφωνον ἐν τοῖς συνεστηκόσιν ἐστὶ κατὰ φύσιν, ἀλλὰ πρόσφορον καὶ τὴν ὕλην πρὸς τὸ βούλημα τοῦ ἀποτελέσαντος ὑπάρχειν προσήκει.
3 Πῶς οὖν ἡ ὕλη καὶ τὸ σῶμα τοῦ παντὸς συνεργὸν ἂν εἴη πρὸς τὴν τοῦ κόσμου ἀθανασίαν ἀεὶ ῥέον; Ἢ ὅτι, φαῖμεν ἄν, 〈ῥεῖ ἐν αὐτῷ·〉 ῥεῖ γὰρ οὐκ ἔξω. Εἰ οὖν ἐν αὐτῷ καὶ οὐκ ἀπ’ αὐτοῦ, μένον τὸ αὐτὸ οὔτ’ ἂν αὔξοιτο οὔτε φθίνοι· οὐ τοίνυν οὐδὲ γηράσκει. Ὁρᾶν δὲ δεῖ καὶ γῆν μένουσαν ἀεὶ ἐν σχήματι τῷ αὐτῷ ἐξ ἀιδίου καὶ ὄγκῳ, καὶ ἀὴρ οὐ μήποτε ἐπιλείπῃ οὐδὲ ἡ ὕδατος φύσις· καὶ τοίνυν ὅσον μεταβάλλει αὐτῶν οὐκ ἠλλοίωσε τὴν τοῦ ὅλου ζῴου φύσιν. Καὶ γὰρ ἡμῖν ἀεὶ μεταβαλλόντων μορίων καὶ εἰς τὸ ἔξω ἀπιόντων μένει ἕκαστος εἰς πολύ· ᾧ δὲ ἔξω μηδέν, οὐκ ἀσύμφωνος ἂν τούτων ἡ σώματος φύσις πρὸς ψυχὴν πρὸς τὸ τὸ αὐτὸ εἶναι ζῷον καὶ ἀεὶ μένον. Πῦρ δὲ ὀξὺ μὲν καὶ ταχὺ τῷ μὴ ὧδε μένειν, ὥσπερ καὶ γῆ τῷ μὴ ἄνω· γενόμενον δὲ ἐκεῖ, οὗ στῆναι δεῖ, οὔτοι δεῖν νομίζειν οὕτως ἔχειν ἐν τῷ οἰκείῳ ἱδρυμένον, ὡς μὴ καὶ αὐτὸ ὥσπερ καὶ τὰ ἄλλα στάσιν ἐπ’ ἄμφω ζητεῖν. Ἀνωτέρω μὲν γὰρ οὐκ ἂν φέροιτο· οὐδὲν γὰρ ἔτι· κάτω δ’ οὐ πέφυκε. Λείπεται δὲ αὐτῷ εὐαγώγῳ τε εἶναι καὶ κατὰ φυσικὴν ὁλκὴν ἑλκομένῳ ὑπὸ ψυχῆς πρὸς τὸ ζῆν εὖ μάλα ἐν καλῷ τόπῳ κινεῖσθαι [ἐν τῇ ψυχῇ]. Καὶ γάρ, εἴ τῳ φόβος μὴ πέσῃ, θαρρεῖν δεῖ· φθάνει γὰρ ἡ τῆς ψυχῆς περιαγωγὴ πᾶσαν νεῦσιν, ὡς κρατοῦσαν ἀνέχειν. Εἰ δὲ μηδὲ ῥοπὴν πρὸς τὸ κάτω ἔχει παρ’ αὐτοῦ, οὐκ ἀντιτεῖνον μένει. Τὰ μὲν οὖν ἡμέτερα μέρη ἐν μορφῇ γενόμενα οὐ στέγοντα αὐτῶν τὴν σύστασιν ἀπαιτεῖ ἀπ’ ἄλλων μόρια, ἵνα μένοι· εἰ δ’ ἐκεῖθεν μὴ ἀπορρέοι, οὐδὲν δεῖ τρέφεσθαι. Εἰ δὲ ἀπορρέοι ἀποσβεννύμενον ἐκεῖθεν, πῦρ δεῖ ἕτερον ἐξάπτεσθαι καί, εἰ ἄλλου τινὸς ἔχοι καὶ ἐκεῖθεν ἀπορρέοι, δεῖ καὶ ἀντ’ ἐκείνου ἄλλου. Ἀλλὰ διὰ τοῦτο οὐ μένοι ἂν τὸ πᾶν ζῷον τὸ αὐτό, εἰ καὶ οὕτως.
4 Ἀλλ’ αὐτό γε ἐφ’ ἑαυτοῦ, οὐχ ὡς πρὸς τὸ ζητούμενον, σκεπτέον εἴτε τι ἀπορρεῖ ἐκεῖθεν, ὥστε δεῖσθαι κἀκεῖνα τῆς λεγομένης οὐ κυρίως τροφῆς, ἢ ἅπαξ τὰ ἐκεῖ ταχθέντα κατὰ φύσιν μένοντα οὐδεμίαν πάσχει ἀπορροήν· καὶ πότερον πῦρ μόνον ἢ πλέον τὸ πῦρ καὶ ἔστι τοῖς ἄλλοις αἰωρεῖσθαι καὶ μετεωρίζεσθαι ὑπὸ τοῦ κρατοῦντος. Εἰ γάρ τις προσθείη καὶ τὴν κυριωτάτην αἰτίαν, τὴν ψυχήν, μετὰ τῶν οὕτω σωμάτων καθαρῶν καὶ πάντως ἀμεινόνων— ἐπεὶ καὶ ἐν τοῖς ἄλλοις ζῴοις ἐν τοῖς κυρίοις αὐτῶν τὰ ἀμείνω ἐκλέγεται ἡ φύσις—πάγιον ἂν τὴν δόξαν περὶ τοῦ οὐρανοῦ τῆς ἀθανασίας λάβοι. Ὀρθῶς γὰρ καὶ Ἀριστοτέλης τὴν φλόγα ζέσιν τινὰ καὶ πῦρ οἷον διὰ κόρον ὑβρίζον· τὸ δὲ ἐκεῖ ὁμαλὸν καὶ ἠρεμαῖον καὶ τῇ τῶν ἄστρων πρόσφορον φύσει. Τὸ δὲ δὴ μέγιστον, τὴν ψυχὴν ἐφεξῆς τοῖς ἀρίστοις κειμένην δυνάμει θαυμαστῇ κινουμένην, πῶς ἐκφεύξεταί τι αὐτὴν εἰς τὸ μὴ εἶναι τῶν ἅπαξ ἐν αὐτῇ τεθέντων; Μὴ παντὸς δὲ δεσμοῦ οἴεσθαι κρείττονα εἶναι ἐκ θεοῦ ὡρμημένην, ἀνθρώπων ἀπείρων ἐστὶν αἰτίας τῆς συνεχούσης τὰ πάντα. Ἄτοπον γὰρ τὴν καὶ ὁποσονοῦν χρόνον δυνηθεῖσαν συνέχειν μὴ καὶ ἀεὶ ποιεῖν τοῦτο, ὥσπερ βίᾳ τοῦ συνέχειν γεγονότος καὶ τοῦ κατὰ φύσιν ἄλλου ἢ τούτου ὄντος, ὃ ἐν τῇ τοῦ παντός ἐστι φύσει καὶ ἐν τοῖς καλῶς τεθεῖσιν, ἢ ὄντος τινὸς τοῦ βιασομένου καὶ διαλύσοντος τὴν σύστασιν καὶ οἷον βασιλείας τινὸς καὶ ἀρχῆς καταλύσοντος τὴν ψυχῆς φύσιν. Τό τε μήποτε ἄρξασθαι—ἄτοπον γὰρ καὶ ἤδη εἴρηται—πίστιν καὶ περὶ τοῦ μέλλοντος ἔχει. Διὰ τί γὰρ ἔσται, ὅτε καὶ οὐκ ἤδη; Οὐ γὰρ ἐκτέτριπται τὰ στοιχεῖα, ὥσπερ ξύλα καὶ τὰ τοιαῦτα· μενόντων δ’ ἀεὶ καὶ τὸ πᾶν μένει. Καὶ εἰ μεταβάλλει ἀεὶ, τὸ πᾶν μένει· μένει γὰρ καὶ ἡ τῆς μεταβολῆς αἰτία. Ἡ δὲ μετάνοια τῆς ψυχῆς ὅτι κενόν ἐστι δέδεικται, ὅτι ἄπονος καὶ ἀβλαβὴς ἡ διοίκησις· καὶ εἰ πᾶν οἷόν τε σῶμα ἀπολέσθαι, οὐδὲν ἂν ἀλλοιότερον αὐτῇ γίγνοιτο.
5 Πῶς οὖν τὰ ἐκεῖ μέρη μένει, τὰ δ’ ἐνταῦθα στοιχεῖα τε καὶ ζῷα οὐ μένει; Ἤ, φησὶν ὁ Πλάτων, τὰ μὲν παρὰ θεοῦ γεγένηται, τὰ δ’ ἐνταῦθα ζῷα παρὰ τῶν γενομένων παρ’ αὐτοῦ θεῶν· γενόμενα δὲ παρ’ ἐκείνου οὐ θεμιτὸν φθείρεσθαι. Τοῦτο δὲ ταὐτὸν τῷ ἐφεξῆς μὲν τῷ δημιουργῷ εἶναι τὴν ψυχὴν τὴν οὐρανίαν, καὶ τὰς ἡμετέρας δέ· ἀπὸ δὲ τῆς οὐρανίας ἴνδαλμα αὐτῆς ἰὸν καὶ οἷον ἀπορρέον ἀπὸ τῶν ἄνω τὰ ἐπὶ γῆς ζῷα ποιεῖν. Ψυχῆς οὖν μιμουμένης τοιαύτης τὴν ἐκεῖ, ἀδυνατούσης δὲ τῷ καὶ χείροσι σώμασι χρῆσθαι πρὸς τὴν ποίησιν καὶ ἐν τόπῳ χείρονι καὶ τῶν εἰς τὴν σύστασιν ληφθέντων οὐκ ἐθελόντων μένειν, τά τε ζῷα ἐνταῦθα οὐκ ἀεὶ δύναται μένειν, τά τε σώματα οὐχ ὁμοίως κρατοῖτο ἄν, ὡς ἂν ἄλλης ψυχῆς αὐτῶν προσεχῶς ἀρχούσης. Τὸν δὲ ὅλον οὐρανὸν εἴπερ ἔδει μένειν, καὶ τὰ μόρια αὐτοῦ, τὰ ἄστρα τὰ ἐν αὐτῷ, ἔδει· ἢ πῶς ἂν ἔμεινε μὴ ὁμοίως καὶ τούτων μενόντων; Τὰ γὰρ ὑπὸ τὸν οὐρανὸν οὐκέτι οὐρανοῦ μέρη· ἢ οὐ μέχρι σελήνης ὁ οὐρανός. Ἡμεῖς δὲ πλασθέντες ὑπὸ τῆς διδομένης παρὰ τῶν ἐν οὐρανῷ θεῶν ψυχῆς καὶ αὐτοῦ τοῦ οὐρανοῦ κατ’ ἐκείνην καὶ σύνεσμεν τοῖς σώμασιν· ἡ γὰρ ἄλλη ψυχή, καθ’ ἣν ἡμεῖς, τοῦ εὖ εἶναι, οὐ τοῦ εἶναι αἰτία. Ἤδη γοῦν τοῦ σώματος ἔρχεται γενομένου μικρὰ ἐκ λογισμοῦ πρὸς τὸ εἶναι συλλαμβανομένη.
6 Ἀλλὰ πότερον πῦρ μόνον καὶ εἰ ἀπορρεῖ ἐκεῖθεν καὶ δεῖται τροφῆς νῦν σκεπτέον. Τῷ μὲν οὖν Τιμαίῳ τὸ τοῦ παντὸς σῶμα πεποιηκότι πρῶτον ἐκ γῆς καὶ πυρός, ἵνα ὁρατόν τε ᾖ διὰ τὸ πῦρ, στερρὸν δὲ διὰ τὴν γῆν, ἀκολουθεῖν ἔδοξε καὶ τὰ ἄστρα ποιεῖν οὐ πᾶν, ἀλλὰ τὸ πλεῖστον πυρὸς ἔχειν, ἐπειδὴ τὰ ἄστρα τὸ στερεὸν φαίνεται ἔχοντα. Καὶ ἴσως ὀρθῶς ἂν ἔχοι συνεπικρίναντος καὶ Πλάτωνος τῷ εἰκότι τὴν γνώμην ταύτην. Παρὰ μὲν γὰρ τῆς αἰσθήσεως κατά τε τὴν ὄψιν κατά τε τὴν τῆς ἁφῆς ἀντίληψιν πυρὸς ἔχειν τὸ πλεῖστον ἢ τὸ πᾶν φαίνεται, διὰ δὲ τοῦ λόγου ἐπισκοποῦσιν, εἰ τὸ στερεὸν ἄνευ γῆς οὐκ ἂν γένοιτο, καὶ γῆς ἂν ἔχοι. Ὕδατος δὲ καὶ ἀέρος τί ἂν δέοιτο; Ἄτοπόν τε γὰρ δόξει ὕδατος εἶναι ἐν τοσούτῳ πυρί, ὅ τε ἀὴρ εἰ ἐνείη μεταβάλλοι ἂν εἰς πυρὸς φύσιν. Ἀλλ’ εἰ δύο στερεὰ ἄκρων λόγον ἔχοντα δύο μέσων δεῖται, ἀπορήσειεν ἄν τις, εἰ καὶ ἐν φυσικοῖς οὕτως· ἐπεὶ καὶ γῆν ἄν τις ὕδατι μίξειεν οὐδενὸς δεηθεὶς μέσου. Εἰ δὲ λέγοιμεν· ἐνυπάρχει γὰρ ἤδη ἐν τῇ γῇ καὶ τῷ ὕδατι καὶ τὰ ἄλλα, δόξομεν ἴσως τι λέγειν· εἴποι δ’ ἄν τις· ἀλλ’ οὐ πρὸς τὸ συνδῆσαι συνιόντα τὰ δύο. Ἀλλ’ ὅμως ἐροῦμεν ἤδη συνδεῖσθαι τῷ ἔχειν ἑκάτερον πάντα. Ἀλλ’ ἐπισκεπτέον, εἰ ἄνευ πυρὸς οὐχ ὁρατὸν γῆ, καὶ ἄνευ γῆς οὐ στερεὸν πῦρ· εἰ γὰρ τοῦτο, τάχ’ ἂν οὐδὲν ἔχοι ἐφ’ ἑαυτοῦ τὴν αὑτοῦ οὐσίαν, ἀλλὰ πάντα μὲν μέμικται, λέγεται δὲ κατὰ τὸ ἐπικρατοῦν ἕκαστον. Ἐπεὶ οὐδὲ τὴν γῆν ἄνευ ὑγροῦ φασι συστῆναι δύνασθαι· κόλλαν γὰρ εἶναι τῇ γῇ τὴν ὕδατος ὑγρότητα. Ἀλλ’ εἰ καὶ δώσομεν οὕτως, ἀλλὰ ἕκαστόν γε ἄτοπον λέγοντα εἶναί τι ἐφ’ ἑαυτοῦ μὲν μὴ διδόναι σύστασιν αὐτῷ, μετὰ δὲ τῶν ἄλλων ὁμοῦ, οὐδενὸς ἑκάστου ὄντος. Πῶς γὰρ ἂν εἴη γῆς φύσις καὶ τὸ τί ἦν εἶναι γῇ μηδενὸς ὄντος μορίου γῆς ὃ γῆ ἐστιν, εἰ μὴ καὶ ὕδωρ ἐνείη εἰς κόλλησιν; Τί δ’ ἂν κολλήσειε μὴ ὄντος ὅλως μεγέθους, ὃ πρὸς ἄλλο μόριον συνεχὲς συνάψει; Εἰ γὰρ καὶ ὁτιοῦν μέγεθος γῆς αὐτῆς ἔσται, ἔσται γῆν φύσει καὶ ἄνευ ὕδατος εἶναι· ἤ, εἰ μὴ τοῦτο, οὐδὲν ἔσται, ὃ κολλήσεται ὑπὸ τοῦ ὕδατος. Ἀέρος δὲ τί ἂν δέοιτο γῆς ὄγκος πρὸς τὸ εἶναι ἔτι ἀέρος μένοντος πρὶν μεταβάλλειν; Περὶ δὲ πυρὸς εἰς μὲν τὸ γῆ εἶναι οὐκ εἴρηται, εἰς δὲ τὸ ὁρατὴ εἶναι καὶ αὐτὴ καὶ τὰ ἄλλα· εὔλογον μὲν γὰρ συγχωρεῖν παρὰ φωτὸς τὸ ὁρᾶσθαι γίνεσθαι. Οὐ γὰρ δὴ τὸ σκότος ὁρᾶσθαι, ἀλλὰ μὴ ὁρᾶσθαι φατέον, ὥσπερ τὴν ἀψοφίαν μὴ ἀκούεσθαι. Ἀλλὰ πῦρ γε ἐν αὐτῇ οὐκ ἀνάγκη παρεῖναι· φῶς γὰρ ἀρκεῖ. Χιὼν γοῦν καὶ τὰ ψυχρότατα πολλὰ λαμπρὰ πυρὸς ἄνευ. Ἀλλ’ ἐνεγένετο, φήσει τις, καὶ ἔχρωσε πρὶν ἀπελθεῖν. Καὶ περὶ ὕδατος δὲ ἀπορητέον, εἰ μὴ ἔστιν ὕδωρ, εἰ μὴ γῆς λάβοι. Ἀὴρ δὲ πῶς ἂν λέγοιτο μετέχειν γῆς εὔθρυπτος ὤν; Περὶ δὲ πυρός, εἰ γῆς δεῖ αὐτῷ τὸ συνεχὲς παρ’ αὐτοῦ οὐκ ἔχοντι οὐδὲ τὸ διαστατὸν τριχῇ. Ἡ δὲ στερεότης αὐτῷ, οὐ κατὰ τὴν διάστασιν τὴν τριχῇ, ἀλλὰ κατὰ τὴν ἀντέρεισιν δηλονότι, διὰ τί οὐκ ἔσται ᾗ φυσικὸν σῶμα; Σκληρότης δὲ γῇ μόνῃ. Ἐπεὶ καὶ τὸ πυκνὸν τῷ χρυσῷ ὕδατι ὄντι προσγίνεται οὐ γῆς προσγενομένης, ἀλλὰ πυκνότητος ἢ πήξεως. Καὶ πῦρ δὲ ἐφ’ αὑτοῦ διὰ τί ψυχῆς παρούσης οὐ συστήσεται πρὸς τὴν δύναμιν αὐτῆς; Καὶ ζῷα δὲ πύρινά ἐστι δαιμόνων. Ἀλλὰ κινήσομεν τὸ πᾶν ζῷον ἐκ πάντων τὴν σύστασιν ἔχειν. Ἢ τὰ ἐπὶ γῆς τις ἐρεῖ, γῆν δὲ εἰς τὸν οὐρανὸν αἴρειν παρὰ φύσιν εἶναι καὶ ἐναντίον τοῖς ὑπ’ αὐτῆς τεταγμένοις· συμπεριάγειν δὲ τὴν ταχίστην φορὰν γεηρὰ σώματα οὐ πιθανὸν εἶναι ἐμπόδιόν τε καὶ πρὸς τὸ φανὸν καὶ λευκὸν τοῦ ἐκεῖ πυρός.
7 Ἴσως οὖν βέλτιον χρὴ ἀκούειν τοῦ Πλάτωνος λέγοντος ἐν μὲν τῷ παντὶ κόσμῳ δεῖν εἶναι τὸ τοιοῦτον στερεόν, τὸ ἀντίτυπον ὄν, ἵνα τε ἡ γῆ ἐν μέσῳ ἱδρυμένη ἐπιβάθρα καὶ τοῖς ἐπ’ αὐτῆς βεβηκόσιν ἑδραία ᾖ, τά τε ζῷα τὰ ἐπ’ αὐτῆς ἐξ ἀνάγκης τὸ τοιοῦτον στερεὸν ἔχῃ, ἡ δὲ γῆ τὸ μὲν εἶναι συνεχὴς καὶ παρ’ αὐτῆς ἔχοι, ἐπιλάμποιτο δὲ ὑπὸ πυρός, ἔχοι δὲ ὕδατος πρὸς τὸ μὴ αὐχμηρόν [ἔχοι δὲ] καὶ μερῶν πρὸς μέρη μὴ κωλύεσθαι συναγωγήν· ἀέρα δὲ κουφίζειν γῆς ὄγκους· μεμίχθαι δὲ τῷ ἄνω πυρὶ οὐκ ἐν τῇ συστάσει τῶν ἄστρων τὴν γῆν, ἀλλ’ ἐν κόσμῳ γενομένου ἑκάστου καὶ τὸ πῦρ ἀπολαῦσαί τι τῆς γῆς, ὥσπερ καὶ τὴν γῆν τοῦ πυρὸς καὶ ἕκαστον ἑκάστων, οὐχ ὡς τὸ ἀπολαῦσαν γενέσθαι ἐξ ἀμφοῖν, ἑαυτοῦ τε καὶ οὗ μετέσχεν, ἀλλὰ κατὰ τὴν ἐν κόσμῳ κοινωνίαν ὂν ὅ ἐστι λαβεῖν οὐκ αὐτὸ ἀλλά τι αὐτοῦ, οἷον οὐκ ἀέρα, ἀλλ’ ἀέρος τὴν ἁπαλότητα καὶ τὴν γῆν πυρὸς τὴν λαμπρότητα· τὴν δὲ μίξιν πάντα διδόναι, καὶ τὸ συναμφότερον τότε ποιεῖν, οὐ γῆν μόνον καὶ τὴν πυρὸς φύσιν, τὴν στερεότητα ταύτην καὶ τὴν πυρότητα. Μαρτυρεῖ δὲ καὶ αὐτὸς τούτοις εἰπών· φῶς ἀνῆψεν ὁ θεὸς περὶ τὴν δευτέραν ἀπὸ γῆς περιφοράν, τὸν ἥλιον λέγων, καὶ λαμπρότατόν που λέγει ἀλλαχοῦ τὸν ἥλιον, τὸν αὐτὸν δὲ λευκότατον, ἀπάγων ἡμᾶς τοῦ ἄλλο τι νομίζειν ἢ πυρὸς εἶναι, πυρὸς δὲ οὐδέτερον τῶν εἰδῶν αὐτοῦ τῶν ἄλλων, ἀλλὰ τὸ φῶς ὅ φησιν ἕτερον φλογὸς εἶναι, θερμὸν δὲ προσηνῶς μόνον· τοῦτο δὲ τὸ φῶς σῶμα εἶναι, ἀποστίλβειν δὲ ἀπ’ αὐτοῦ τὸ ὁμώνυμον αὐτῷ φῶς, ὃ δή φαμεν καὶ ἀσώματον εἶναι· τοῦτο δὲ ἀπ’ ἐκείνου τοῦ φωτὸς παρέχεσθαι, ἐκλάμπον ἐξ ἐκείνου ὥσπερ ἄνθος ἐκείνου καὶ στιλπνότητα, ὃ δὴ καὶ εἶναι τὸ ὄντως λευκὸν σῶμα. Ἡμεῖς δὲ τὸ γεηρὸν πρὸς τὸ χεῖρον λαμβάνοντες, τοῦ Πλάτωνος κατὰ τὴν στερεότητα λαβόντος τὴν γῆν, ἕν τι γοῦν δὴ ὀνομάζομεν ἡμεῖς διαφορὰς γῆς ἐκείνου τιθεμένου. Τοῦ δὴ τοιούτου πυρὸς τοῦ φῶς παρέχοντος τὸ καθαρώτατον ἐν τῷ ἄνω τόπῳ κειμένου καὶ κατὰ φύσιν ἐκεῖ ἱδρυμένου, ταύτην τὴν φλόγα οὐκ ἐπιμίγνυσθαι τοῖς ἐκεῖ ὑποληπτέον, ἀλλὰ φθάνουσαν μέχρι τινὸς ἀποσβέννυσθαι ἐντυχοῦσαν πλείονι ἀέρι ἀνελθοῦσάν τε μετὰ γῆς ῥίπτεσθαι κάτω οὐ δυναμένην ὑπερβαίνειν πρὸς τὸ ἄνω, κάτω δὲ τῆς σελήνης ἵστασθαι, ὥστε καὶ λεπτότερον ποιεῖν τὸν ἐκεῖ ἀέρα καὶ φλόγα, εἰ μένοι, μαραινομένην εἰς τὸ πραότερον γίνεσθαι καὶ τὸ λαμπρὸν μὴ ἔχειν ὅσον εἰς τὴν ζέσιν, ἀλλ’ ἢ ὅσον παρὰ τοῦ φωτὸς τοῦ ἄνω ἐναυγάζεσθαι· τὸ δὲ φῶς ἐκεῖ, τὸ μὲν ποικιλθὲν ἐν λόγοις τοῖς ἄστροις, ὥσπερ ἐν τοῖς μεγέθεσιν, οὕτω καὶ ἐν ταῖς χρόαις τὴν διαφορὰν ἐργάσασθαι, τὸν δ’ ἄλλον οὐρανὸν εἶναι καὶ αὐτὸν τοιούτου φωτός, μὴ ὁρᾶσθαι δὲ λεπτότητι τοῦ σώματος καὶ διαφανείᾳ οὐκ ἀντιτύπῳ, ὥσπερ καὶ τὸν καθαρὸν ἀέρα· πρόσεστι δὲ τούτοις καὶ τὸ πόρρω.
8 Τούτου δὴ μείναντος ἄνω τοῦ τοιούτου φωτὸς ἐν ᾧ τέτακται καθαροῦ ἐν καθαρωτάτῳ, τίς ἂν τρόπος ἀπορροῆς ἀπ’ αὐτοῦ ἂν γένοιτο; Οὐ γὰρ δὴ πρὸς τὸ κάτω πέφυκεν ἀπορρεῖν ἡ τοιαύτη φύσις, οὐδ’ αὖ τί ἐστιν ἐκεῖ τῶν βιαζομένων ὠθεῖν πρὸς τὸ κάτω. Πᾶν δὲ σῶμα μετὰ ψυχῆς ἄλλο καὶ οὐ ταὐτόν, οἷον μόνον ἦν· τοιοῦτον δὲ τὸ ἐκεῖ, οὐχ οἷον τὸ μόνον. Τό τε γειτονοῦν εἴτε ἀὴρ εἴτε πῦρ εἴη, ἀὴρ μὲν τί ἂν ποιήσειε; Πυρὸς δὲ οὐδ’ ἂν ἓν ἁρμόσειε πρὸς τὸ ποιῆσαι, οὐδ’ ἂν ἐφάψαιτο εἰς τὸ δρᾶσαι· τῇ ῥύμῃ τε γὰρ παραλλάξειεν ἂν πρὶν παθεῖν ἐκεῖνο, ἔλαττόν τε τοῦτο ἰσχύον τε οὐκ ἴσα τοῖς ἐνθάδε. Εἶτα καὶ τὸ ποιῆσαι θερμῆναί ἐστι· δεῖ τε τὸ θερμανθησόμενον μὴ θερμὸν παρ’ αὐτοῦ εἶναι. Εἰ δέ τι φθαρήσεται παρὰ πυρός, θερμανθῆναι δεῖ πρότερον αὐτὸ καὶ παρὰ φύσιν αὐτὸ ἐν τῷ θερμαίνεσθαι γίνεσθαι. Οὐδὲν δεῖ τοίνυν ἄλλου σώματος τῷ οὐρανῷ, ἵνα μένῃ, οὐδ’ αὖ, ἵνα κατὰ φύσιν ἡ περιφορά· οὐ γάρ πω δέδεικται οὐδὲ ἐπ’ εὐθείας οὖσα ἡ κατὰ φύσιν αὐτῷ φορά· ἢ γὰρ μένειν ἢ περιφέρεσθαι κατὰ φύσιν αὐτοῖς· αἱ δ’ ἄλλαι βιασθέντων. Οὐ τοίνυν οὐδὲ τροφῆς δεῖσθαι φατέον τὰ ἐκεῖ, οὐδὲ ἀπὸ τῶν τῇδε περὶ ἐκείνων ἀποφαντέον οὔτε ψυχὴν τὴν αὐτὴν τὴν συνέχουσαν ἐχόντων οὔτε τὸν αὐτὸν τόπον οὔτε αἰτίας οὔσης ἐκεῖ, δι’ ἣν τὰ τῇδε τρέφεται συγκρίματα ἀεὶ ῥέοντα, τήν τε μεταβολὴν τῶν τῇδε σωμάτων ἀφ’ αὑτῶν μεταβάλλειν ἄλλης ἐπιστατούσης φύσεως αὐτοῖς, ἣ ὑπ’ ἀσθενείας οὐκ οἶδε κατέχειν ἐν τῷ εἶναι, μιμεῖται δὲ ἐν τῷ γίνεσθαι ἢ γεννᾶν τὴν πρὸ αὐτῆς φύσιν. Τὸ δὲ μὴ ὡσαύτως πάντη, ὥσπερ τὰ νοητά, εἴρηται.
II. 1. О небе
1 Говоря, что космос, хотя и обладает телом, вечен и был прежде и будет, восходя, как к причине его бытия, к божественной воле, мы, наверное, говорим справедливо, однако же не довели еще свои рассуждения до надлежащей ясности и очевидности — это первое. Потом, сохранение эйдоса в изменении стихий и гибели живущих на Земле, возможно, заставит нас думать то же самое относительно Вселенной: что божественная воля, подобно телам, вечно ускользает и течет, налагая один и тот же эйдос сегодня на одно, а завтра на другое, что она не сохраняется единой в числе, пребывая вечно, [т. е. как нечто индивидуальное], но [пребывает] только как единое видов; однако, почему эти земные вещи имеют лишь вечный эйдос, те же, что в небе и само небо, — вечны сами? Если мы положим причиной бессмертия неба то, что оно, заключая в себе всё, и будучи этим надежно ограничено, ни во что [внеш нее] не изменяется, и поскольку нет ничего для него внешнего, то ничто не может на него напасть, при 11. 1 неся смерть извне, то из этого будет следовать лишь бессмертие Вселенной и мирового целого; но наше Солнце и сущность других звезд есть части, и каждая из них не есть ни Вселенная, ни мировое целое; тем самым, вышесказанное не создает уверенности в том, что и Солнце, и звезды пребывают всегда, но только то, что они обладают пребывающими эйдосами; то же самое относится к небесному огню и другим таким же образом существующим вещам, да, пожалуй, и ко всему [телесному] космосу. Ибо ни что не мешает и при отсутствии иного, несущего смерть снаружи, постоянно разрушаться им самим, как и их частям изнутри разрушать друг друга, ни что не мешает быть вечными в них лишь эйдосам, ничто не мешает им быть текучими в смысле природы их субстрата и получать свой эйдос от иного; тог да они будут просто одними из живущих: людей, ко ней или еще кого-нибудь, ибо всегда существуют и кони, и люди, но не как этот вот человек или именно этот конь. Таким образом, не будет ни одной пребывающей части в небе, такой же как само небо, но все они будут подобны земным и смертным вещам, различенным только временем, ибо небесные вещи будут долговечнее. Если же мы примем, что вечен сам космос и его части, мы избежим, пожалуй, этих трудностей, лучше же сказать — будем всецело вне них, если будет показано, что божественная воля 87 вполне соответствует вечному бытию всего космоса и, тем самым, будет показано, что именно таков способ, которым воля Бога удерживает Вселенную [в ее наличном бытии]. Если же мы скажем, что само «вот это», сколь бы велико оно ни было, — вечно, тогда должно быть показано, что воля Бога пожелала сотворить его таким; ведь к затруднению при водит вопрос, почему некоторые вещи существуют вечно, а другие нет, но имеют лишь вечный эйдос; почему некоторые вещи в небе существуют всегда, как и само небо, ведь предполагается, что существу ют вечно и все части неба.
2 Если мы примем это воззрение и скажем, что небо и все, что в нем, имеет вечность как «вот это» [т. е. как индивид и индивиды], а те, что ниже сферы Луны, вечны только как эйдосы, тогда нам должно будет показать — как обладающее телом небо будет «вот этим», и как сохраняется неизменной каждая из его частей, притом что природа тел вечно текуча. Этот взгляд на природу тела разделяли не только [древние натурфилософы,] говорившие о природе, но и сам Платон, относя его не только к этим земным, но и к небесным телам. «Как, — сказал он, — они, имея тела и будучи видимы, будут неизменными и себе тождественными?» Очевидно, он согласен здесь с Гераклитом, сказавшим: //. / «И Солнце вечно становится». Аристотелю же не было до этого [мнения столь мудрых мужей] никакого дела, если он принимал свою гипотезу пятого элемента. Для тех же, кто не полагает, что небес ные тела составлены из эфира, но из того же, что и тела живущих здесь, [встает вопрос,] как они вечно пребывают «вот этими». Или, лучше, как могут Солнце и другие, которые в небе, быть вечно сущими, если они [всего лишь] части [Вселенной]? — Раз все живущие состоят из души и природы тела, то необходимо, чтобы и небо, если оно пребывает вечным в числе [т. е. вечным как индивид], было бы обязанным своим бессмертием либо и тому, и другому [своему началу], либо же только одному из них: либо душе, либо телу. Тот, кто наделяет тело бессмертием, отнюдь не нуждается для этого в душе, [представляя, однако,] всегда [телесное] бытие подобным устроению живого существа. Но говорящему, что тело само по себе тленно, делающему душу причиной бессмертия, должно стараться показать, что природное устроение тела отнюдь не противоречит ни его союзу с душой, ни вечности такого союза, что не существует разлада в их сосу ществовании согласно природе, так что даже материя тела должна иметь расположение содействовать цели усовершающей [ее] силы.
3 Как же материя и тело Вселенной, будучи вечно текучими, могли бы содействовать бессмертию космоса? — Так, следует нам сказать, что будучи текучи в себе, они не истекают вне себя. Если же они текучи в себе, но не от себя, то пребывают как таковые: не увеличиваясь и, пожалуй, не уменьшаясь, не зная также и старения. Очевидно, должно и земле пребывать вечно в своей собственной форме и объеме; и ни воздух никогда не истощится, ни природа воды, ибо то, что меняется в них, не изменяет природы всего живого существа. Не иначе и с нами, хотя наши части всегда изменяются и некоторые из них уходят от нас во вне, каждый из нас пребывает собой [т. е. как индивид] долгое время. Но раз нет ничего вовне [единичного и единственного тела Вселенной], то [обнаруживается], что нет никакого несогласия между душой и природой тела, несогласия, которое помешало бы быть единому, тождественному и вечно пребывающему живому существу. Огонь — резкий и быстрый — столь же мало может оставаться здесь, сколь и земля вверху; не следует думать, что придя туда, где он останавливается, огонь столь прочно утверждается на своем месте, что не рвется более, как другие стихии, в обоих направлениях. [Дело обстоит так:] он не может идти выше того, куда он пришел, и не в его природе сходить вниз. Ему остается только быть послушным и ведомым Душой к прекрасной жизни, согласной его природе, в место красоты, что в Душе. Так что должен сохранять спокойную смелость [человек] боящийся падения [на землю] огня, ибо руководящее кругообращение Души замечает всякое уклонение огня вниз, и оно властвует над ним и его возвышает. Если же огонь не может самовольно склониться долу, то пребывает, не встречая сопротивления, в свойственном ему месте. Наши собственные члены, возникающие в определенной форме, не достигают свойственного им состояния самостоятельно, но требуют поддержки другого, чтобы пребывать; однако же, если те, кто там [т. е. небесные тела] лишены истечений, то они не нуждаются и в пище. Если же [звезда] гаснет, истекая огнем, то другой огонь должен возгореться в ней, если же он — от иного и истек от этого иного, то он опять будет замещен другим огнем. Но при таком рассмотрении всеобщее [космическое] живое существо не будет себе тождественным, даже если будет таким [самотождествен-ным] образом существовать [т. е. оно будет не индивидом, но видом].
4 Но должно рассмотреть это само по себе, без всякой связи с нашим исследованием, должно выяснить — имеет ли место некое истечение небесных тел, испуская которое, они, однако, не нуждаются в пище — не в буквальном, конечно же, смысле слова; или же, будучи однажды установлены, пребывают не претерпевая ни в чем умаления; и, опять же, есть ли они только огонь или огонь по преимуществу, так что и другие стихии силой огня подняты в воздух и возвышены? Если рассматривать Душу, как обладающую наибольшей господствующей мощью причину [устроения Вселенной], вместе с теми чистыми телами [звезд], лучшими во всех отношениях других тел, даже если сравнивать их с лучшими из живущих здесь тел, взятыми в господственном и наилучшем [аспекте] их природы, то одно это [сравнение] уже будет весомым доводом в пользу бессмертия неба. Ибо прав и Аристотель, говоря о вскипании звездного пламени, гордо бушующего в собственной полноте; однако [не следует отказываться от мысли, что] небесный огонь ровен и тих — как и прилично природе звезд. И вот самое важное — если сама Душа, движимая удивительной силой, есть следующая по-порядку после наилучшего [сфера действительности], то как что-либо из однажды утвержденного в Ней могло бы само вырваться от Нее в небытие? Только люди, совершенно не сведущие относительно причин сосуществования и сохранения существующих вещей, могли предположить, что Душа, происходящая из Бога, не связана с Ним узами крепчайшими, чем что бы то ни было. Нелепо также предполагать, будто бы Душа могла поддерживать существование мира лишь некоторое время, а не всегда находилась в таком творчестве, будто бы она осуществляла это действие насильственно, будто бы деятельность, согласная ее природе, не есть то существование, которое осуществляется в природе Всего, как будто оно [т. е. ее вечное творчество] есть что-то иное, нежели это прекрасное мироустройство. Не менее нелепо предполагать, что существует некто, насильственно расстраивающий [божественный] миропорядок, лишающий власти природу Души, как лишают власти [земных] царей и судей. То, что этот мир никогда не имел начала (а как мы уже говорили, обратное утверждение нелепо), дает нам уверенность в будущем. Ибо почему это будет время, когда мира уже не будет? Не изнашиваются стихии подобно дереву и такого рода вещам, а если они пребывают, то и Всё пребывает. Если изменение пребывает вечно, то Всё также пребывает вечно; пребывает, ибо вечно пребывает и причина перемен. Потому пустым является представление о покаянии Души, ибо беструдно и неповрежденно ее управление [Вселенной]. Даже если бы все тела погибли, это никак бы не коснулось Души.
5 Почему же части того [небесного] мира пребывают [вечно], а стихии этого мира и живущие в нем — нет? «Потому, — сказал Платон, — что те имеют жизнь от самого Бога, эти же — от богов, произошедших от Него»; «произошедшим же от Бога не суждено погибнуть». Тем самым он сказал, что после Демиурга приходит в бытие небесная душа и наши души тоже. От небесной души нисходит образ и, словно бы истекая свыше на землю, творит живущих. И хотя душа космоса в своем творчестве подражает той Душе, которая Там, она [т. е. низшая душа] бессильна, ибо использует для своего творчества худшие тела в худшем месте, притом что и составляющие, которые ею взяты для приготовления [телесных] составов, не желают пребывать вечно; потому-то живые существа здесь не могут пребывать вечно; эти тела существуют не как те, что подчинены [той, высшей] Душе, не как те, которыми [та,] другая Душа руководит непосредственно. Но если [этот мир] должен пребывать вечным как целое, то его части — звезды, которые в нем, — тоже должны пребывать вечно; но как мог бы он пребывать вечно, если они не будут пребывать также вечно? Ибо пребывающие под небом — уже не части неба, в противном случае небо простиралось бы дальше Луны. Мы же изваяны душой, данной от небесных богов, и самим небом; эта душа управляет нашим соединением с телами. Ибо та, иная Душа, благодаря которой мы суть мы, — есть причина благобытия, а не бытия. Она приходит, когда тела, по крайней мере, уже возникли, оказывая разумением лишь незначительную помощь этому бытию.
6 Однако, теперь мы должны рассмотреть, во-первых, не состоят ли звезды только из огня, и, во-вторых, не выйдет ли так, что раз звезды имеют истечения, то должны и нуждаться в пище. Согласно Тимею, тело Всего сотворено из земли и огня: наполовину из огня, чтобы быть видимым, и наполовину из земли, чтобы быть твердым и иметь объем; кажется, так же сотворены и тела звезд, так что не всецело они огненные, но состоят по преимуществу из огня, поскольку, очевидно, звезды имеют и твердость. Этот взгляд справедливо считать истинным, хотя следует, пожалуй, согласиться с Платоном в том, что такая истинность есть лишь истинность правдоподобия. Ибо в наших чувствах, когда зрением мы постигаем вид звезд и осязанием — соприкосновение с их лучами, они являются нам состоящими из огня: либо по большей части, либо полностью; рассматривая же их разумно, [мы должны сказать, что] если не бывает твердости [и объема] без земли, то и земля присутствует в звездах. Но должно ли быть в них воздуху и воде? Нелепо предположить существование воды в столь великом огне, и если допустить, что в них когда-то существовал воздух, то он уже всецело превратился в природу огня. Но если есть два твердо установленных крайних термина, то должны существовать и два средних термина; это может вызвать затруднения, если таким [логическим] образом станут рассматривать природные вещи: ведь земля, например, может смешиваться с водой без всякого опосредования. Если же мы скажем, что остальные стихии уже были [к моменту смешения] в воде и земле, то, похоже, скажем нечто справедливое; нам, может быть, возразят, сказав, что другие стихии не служат для связи этих двух, когда они воссоединены. Но точно так же мы можем сказать, что они уже связаны, поскольку каждая из них уже содержит все вещи. Итак, должно видеть, что без огня земля не может быть видимой, а без земли огонь не может иметь твердости [и объема]; но если это так, тогда, пожалуй, стихии не сами по себе имеют каждая свою сущность, но все смешаны, и каждая из стихий носит свое имя лишь в силу преобладания того или иного. Они говорят даже, что земля отнюдь не может [реально] существовать без влаги, ибо клеем для земли является влажность воды. Но если дело обстоит таким образом, будет все же нелепым говорить, что каждая из стихий есть нечто сама по себе, и тем не менее не допускать ее отдельного существования, но только вместе со всеми остальными, тем самым лишив каждую из них самостоятельного бытия. Как могла бы существовать природа земли и то, что она есть, если не существовала бы некая часть земли, которая и есть земля и которая уже потом смешивается с водой? Что могло бы склеиваться водой, если бы вообще не существовало каких-либо величин земли, имеющих [земляную] непрерывность без присутствия воды в них? Но если, таким образом, есть некоторое количество [чистой] земли, то земля по природе может существовать и помимо воды; если же это не так, не будет ничего, что склеивалось бы водой. Как могла бы тяжесть земли нуждаться в воздухе для того, чтобы существовать, в том воздухе, который есть прежде его изменения? Но и относительно огня мы не говорили, что он нуждается в земле для того, чтобы быть, но в земле и в других стихиях огонь нуждается для того, чтобы быть видимым; это истинное воззрение согласуется с тем, что видимость возникает благодаря свету. Тьму нельзя видеть, ибо она — невидима, равно как и беззвучие нельзя слышать, поскольку оно неслышимо. Но нет необходимости пребывать огню в земле, ибо [чтобы земле быть видимой] достаточно света. Снег и другие холодные вещи блистательны и без огня. Но он был в них и окрасил их, скажет кто-нибудь, прежде чем ушел из них. И относительно воды те же трудности, [ибо приходится утверждать,] что не может быть воды, не содержащей в себе земли. И относительно воздуха — как можно было бы сказать, что он содержит в себе землю, будучи столь проницаем? И относительно огня: допустим, земля должна в нем содержаться, ибо он без нее не мог бы быть внутренне непрерывным и иметь пространственную различенность трех измерений [, свойственных, вообще, вещам смешанным], каковых он от самого себя не имеет. Но почему бы он не мог быть объемным не в смысле трех измерений, но в смысле сопротивления, [просто] будучи физическим телом? Твердость придает только земля. Даже твердость золота, которое есть вода, приобретается не через прибавление земли, но через сжатие или замерзание. Почему, в самом деле, не существует огня самого по себе; если Душа присутствует в нем, почему он не получает существования благодаря силе Души? Но огненная жизнь налична как факт, это — жизнь демонов. Все эти вопросы возникают, если допустить, что все живущее состоит из всех стихий. Кто-нибудь мог бы сказать, что это утверждение верно относительно земных вещей, но земля, вознесенная в небеса, существует противо-природным образом и подлежит законам, противоположным земным. Невероятно [также и то,] что быстрейшее круговое движение осуществляют тела, состоящие из земли — поверить этому мешают яркость и чистота небесного огня.
7 Возможно, относительно этого нужно внимательнее слушать Платона, сказавшего, что в космическом порядке должна быть эта твердость, т. е. сопротивление, чтобы земля, будучи расположена в середине [мира], могла быть [надежной] лестницей и прочным основанием, проходящим по ней, чтобы живущие на ней имели с необходимостью эти объем и твердость; земля имеет непрерывность от себя, и [извне] освещается огнем. Она имеет и часть воды, ради отсутствия сухости — так [оно в действительности] и есть, — и нет никаких препятствий для соединения частей воды и земли; воздух облегчает [т. е. поднимает] тяжесть земли, земля же смешана с более высоким огнем, хотя и не имеет того же состава, что и звезды; поскольку же каждая [из стихий] возникла в [едином] космосе, постольку и земля получает нечто от огня и огонь нечто от земли, и каждая из стихий получает нечто от каждой другой. Не так, что получающий нечто становится состоящим из того и другого: себя и того, к чему он стал причастен; нет, получивший остается собой, но благодаря участию в общности космоса, он берет нечто: не саму другую стихию, но нечто принадлежащее ей; не сам воздух, например, но легкость воздуха; земля принимает не сам огонь, но блистательность огня [т. е. становится видимой]. Смешение дает все качества, и, следовательно, производит составленное: не землю только или природу огня, но самую объемность и крепость земли [, что делает предметы осязаемыми]. Он сам [т. е. Платон] засвидетельствовал [свою приверженность этим взглядам], сказав: «Бог зажег свет во втором круге от земли», — имея в виду Солнце, и везде, где бы он не упоминал Солнце, он называл его «блистательнейшим», говоря так же и о его превосходящей все остальное ясности и чистоте. [Этими словами] он уводил нас от мнения, что Солнце состоит из чего-либо иного, нежели огонь, а этот солнечный огонь [он учил нас считать] не разновидностью нашего земного огня, но светом, который он отличал от пламени, как обладающего только нежным теплом. Этот свет есть тело; то же имя носит и исходящий от него свет, который мы называем бестелесным [т. е. свет Солнца и звезд]. Он, этот свет, исходит от того первого [света-тела], высвечивая из него как цветок и нечто наиблестящее; а тот, первый, свет есть сущностно чистое тело. Мы [обычно] берем термин «земля» в низком, просторечивом смысле, Платон же употреблял это слово, обозначая чистые объемность [и твердость]; мы употребляем термин «земля» в одном и том же смысле, Платон же [четко] различал разные виды «земли». Этот огонь, излучающий чистейший свет, расположен в горнем месте и находится там согласно своей природе, однако не должно считать, что к нему там примешивается наше [земное] пламя; наш огонь простирается до тех пределов, где, сталкиваясь с превосходящим его [мощью] воздухом, гаснет, а поскольку он смешан с землей, то низвергается долу из своего движения вверх; не будучи в силах переступить в горнее, к небесному огню, он останавливается ниже Луны, где творит более тонкий воздух; пламя, если оно там пребывает, угасая становится кротчайшим и ласковейшим и отнюдь не кипит светоносно, но освещается свыше. Тот небесный свет, будучи изукрашен в логосе, делает звезды различающимися величинами и цветом, и все остальное небо состоит из этого света — невидимого как в силу тонкости, прозрачности и отсутствия сопротивления его тела, в чем он подобен чистому воздуху, так и в силу большой отдаленности.
8 Итак, этот свет пребывает в высоте, в месте, где он установился, чистый — в чистейшем месте; что же за истечение могло бы исходить от него? Ведь такая природа не существует [специально] для того, чтобы истекать вниз, равно как ничто насильственно не толкает ее к нисхождению. Всякое тело, будучи вместе с душой, есть нечто иное, нежели то, что оно есть само по себе, и то небесное тело существует не так, как если бы оно существовало само по себе, [но всегда пребывая вместе с Душой,] оно не существует само по себе.
Если же оно даже и соседствует с воздухом или огнем, то что может причинить ему воздух? И ни один из видов огня, пожалуй, отнюдь не приспособлен для воздействия [на небесный свет]; даже если бы он соприкасался с ним, то не мог бы произвести на него никакого воздействия. В стремительном движении небесный огонь проносится мимо прежде, нежели что-либо успевает случиться, он умален в своей силе и не равен в этом отношении земному огню. Если же он производит нагревание, то это значит, что те, кого он делает горячими, не были горячи благодаря себе. Если же что-то гибнет от огня, то сначала ему должно самому от огня нагреться, и прийти в раскаленное состояние, не свойственное его природе. Таким образом, небу не нужно иного тела, ни чтобы пребывать [вечно], ни чтобы, опять же, согласно своей природе, осуществлять круговращение, ибо еще никогда не было показано, что его естественное движение прямолинейно: звезды либо пребывают [в покое], либо кругообращаются согласно природе; другие же виды движений свойственны лишь тем, кто принужден к этому насилием. Следует утверждать, что и в пище не нуждаются небесные свёты — не должно мыслить о них так же, как о пребывающих здесь: иная Душа удерживает их вместе, да и место, в котором они пребывают, иное: там нет причины, заставляющей пребывающих здесь питаться, [ибо] находящиеся здесь пребывают в постоянном течении — всегда изменяются их тела, утекающие от них, поскольку они подчинены другой природе, которая в силу своей слабости не может удержаться в бытии, но подражает прежде нее сущей природе, становясь и рождая. Однако уже было сказано, что все небесные существа не всецело самотождественны, как существа умопостигаемые.
Трактат (№ 40 в Порфириевой хронологии) написан в защиту доктрины, активно отстаиваемой всеми языческими неоплатониками — о нетленности неба и небесных тел, неизменности и вечности всего, что выше Луны. Эта доктрина была одним из камней преткновения между христианами и неоплатониками в поздней античности. И хотя может показаться, что Плотин в конце гл. 4 имеет в виду именно христианское учение о конце мира, его аргументы в данном трактате направлены по большей части против стоиков и стоических платоников, трактующих Тимей в русле собственной доктрины, в которой Вселенная целиком, включая в себя и небесные сферы, изменяется в регулярно повторяющемся, бесконечном цикле и существует субстанциальная общность и взаимодействие между надлунной и подлунной сферами.
Плотин старается обличить ошибочность этих воззрений, не впадая, однако, в другую крайность, свойственную перипатетикам, которые считали небеса состоящими из «квинтэссенции», или пятого элемента, а не из огня, как считали платоники.
Синопсис
Почему видимое небо вечно и во всех своих частях, и как целое? Ни божественная воля, ни тот факт, что вне его ничего нет, не являются исчерпывающими объяснениями (гл. 1). Мнение Платона, что всем телам свойственна текучесть, и отказ от аристотелевской гипотезы «пятого элемента» еще более затрудняют объяснение; тем не менее, если мы рассмотрим, что представляет собой небесный огонь, находящийся в свойственном ему месте, и как совершенно он управляется деятельностью содержащей его Мировой души (о которой в высшей степени безрассудно полагать, что когда-то она приведет Вселенную к концу), мы обнаружим в деятельности Мировой души достаточную причину, чтобы увериться в вечности неба (гл. 2-4). Все его части вечны, как и оно само, ибо создано и управляется Душой, лучшей, чем та, которая создает наши тела и другие земные вещи, и из лучшего материала (гл. 5).
Небесные тела непричастны никакой из стихий подлунного мира, и истинно учение Платона, если верно прочитывать Тимей. Они не нуждаются в пище, и не должно мыслить о них так же, как о здешних телах, но стихии низшего мира никак не влияют на сферы, расположенные выше Луны (гл. 6-8).См.: Платон. Тимей, 41 b 4 (речь Демиурга к богам).См.: Государство, VII. 530b 2-3. Платон здесь утверждает, что настоящие астрономы, т. е. философы, занимающиеся астрономией, не должны всерьез изучать движение видимых небесных тел, которые, будучи материальны, несовершенны и изменчивы, но должны сосредоточить свое внимание на законах движения, постигаемых исключительно умом.См.: Diels-Kranz, Fr. В. 6 (на эту же цитату из Гераклита ссылается и Аристотель: см.: Метеорологика, В. 2. 355а 13-15. Возможно, Плотин позаимствовал ее именно оттуда).См.: Аристотель. О небе, А. 3. 270b 1 ff.См.: Аристотель. Метеорологика, А. 3. 340b 23 и 4. 341b 22.Плотин особенно не любил мысль о том, что божественная энергия, создавшая Вселенную, может «раскаяться» и уничтожить ее. См.: Enn. II. 9. 4.См.: Платон. Тимей, 69с 3—5.Там же, 41a 7-b5.Там же, 31 b 4-8.Там же, 40а 2—3.Там же, 29b 3-d3.Там же, 32b 2-3.Это доктрина из Послезакония, 981 d-e, где все живые существа состоят из всех элементов, но земной род (люди, животные и растения) преимущественно из земли, а небесные тела — преимущественно из огня.См.: Платон. Тимей, 31 b 5.Там же, 59b 1—4.Там же, 55е 1 -3; 59d 6. Здесь, как и в других местах, Плотин адаптирует мысль Платона в соответствии с собственным представлением о том, что разумно и истинно.Там же, 39b 4-5.См.: Платон. Теэтет, 208d 2; Государство, 61е 9.См.: Платон. Тимей, 58с 5—7.Свет для Плотина есть невещественная ένεργεια светящегося тела, подобно жизни, которая есть ενέργεια души. См.: Enn. IV. 5.6-7 и Armstrong A. H. Architectur of the Intelligible Universe in Plotinus. P. 54-58.См.: Платон. Тимей, 31b 6.Плотин, возможно, имеет в виду Тимей, 60b 6, но в данном случае это место у Платона не имеет отношения к Плотиновой мысли.