ΠΕΡΙ ΠΡΟΝΟΙΑΣ ΔΕΥΤΕΡΟΝ
1 Τί τοίνυν δοκεῖ περὶ τούτων; Ἢ καὶ τὰ πονηρὰ καὶ τὰ χρηστὰ λόγος περιείληφεν ὁ πᾶς, οὗ μέρη καὶ ταῦτα· οὐ γὰρ ὁ πᾶς λόγος γεννᾷ ταῦτα, ἀλλ’ ὁ πᾶς ἐστι μετὰ τούτων. Ψυχῆς γάρ τινος πάσης ἐνέργεια οἱ λόγοι, τῶν δὲ μερῶν τὰ μέρη· μιᾶς δὲ διάφορα ἐχούσης μέρη ἀνάλογον καὶ οἱ λόγοι, ὥστε καὶ τὰ ἔργα ἔσχατα ὄντα γεννήματα. Σύμφωνοι δὲ αἵ τε ψυχαὶ πρὸς ἀλλήλας τά τε ἔργα· σύμφωνα δὲ οὕτως, ὡς ἓν ἐξ αὐτῶν, καὶ εἰ ἐξ ἐναντίων. Ἐκ γὰρ ἑνός τινος ὁρμηθέντα πάντα εἰς ἓν συνέρχεται φύσεως ἀνάγκῃ, ὥστε καὶ διάφορα ἐκφύντα καὶ ἐναντία γενόμενα τῷ ἐξ ἑνὸς εἶναι συνέλκεται ὅμως εἰς σύνταξιν μίαν· ὥσπερ γὰρ καὶ ἐφ’ ἑκάστων ζῴων· ἓν ἵππων γένος, κἂν μάχωνται κἂν δάκνωσιν ἀλλήλους κἂν φιλονεικῶσι κἂν ζήλῳ θυμῶνται, καὶ τὰ ἄλλα καθ’ ἓν γένη ὡσαύτως· καὶ δὴ οὕτω καὶ ἀνθρώπους θετέον. Συναπτέον τοίνυν αὖ πάλιν πάντα τὰ εἴδη ταῦτα εἰς ἓν «τὸ ζῷον» γένος· εἶτα καὶ τὰ μὴ ζῷα κατ’ εἴδη αὖ· εἶτα εἰς ἓν «τὸ μὴ ζῷον»· εἶτα ὁμοῦ, εἰ βούλει, εἰς τὸ εἶναι· εἶτα εἰς τὸ παρέχον τὸ εἶναι. Καὶ πάλιν ἐπὶ τούτῳ ἐκδήσας κατάβαινε διαιρῶν καὶ σκιδνάμενον τὸ ἓν ὁρῶν τῷ ἐπὶ πάντα φθάνειν καὶ ὁμοῦ περιλαμβάνειν συντάξει μιᾷ, ὡς διακεκριμένον ἓν εἶναι ζῷον πολὺ ἑκάστου πράττοντος τῶν ἐν αὐτῷ τὸ κατὰ φύσιν τὴν ἑαυτοῦ ἐν αὐτῷ τῷ ὅλῳ ὅμως ὄντος, οἷο πυρὸς μὲν καίοντος, ἵππου τὰ ἵππου ἔργα, ἄνθρωποι δὲ τὰ αὑτῶν ἕκαστοι ᾗ πεφύκασι καὶ διάφορα οἱ διάφοροι. Καὶ ἕπεται κατὰ τὰς φύσεις καὶ τὰ ἔργα καὶ τὸ ζῆν τὸ εὖ καὶ τὸ κακῶς.
2 Αἱ δὲ συντυχίαι οὐ κύριαι τοῦ εὖ, ἀκολουθοῦσι δὲ καὶ αὗται συμφώνως τοῖς πρὸ αὐτῶν καὶ ἴασιν ἀκολουθίᾳ ἐμπλεκεῖσαι. Συμπλέκει δὲ πάντα τὸ ἡγούμενον συμφερομένων τῶν ἐφ’ ἑκάτερα κατὰ φύσιν, οἷον ἐν στρατηγίαις ἡγουμένου μὲν τοῦ στρατηγοῦ, συμπνεόντων δὲ τῶν συντεταγμένων. Ἐτάχθη δὲ τὸ πᾶν προνοίᾳ στρατηγικῇ ὁρώσῃ καὶ τὰς πράξεις καὶ τὰ πάθη καὶ ἃ δεῖ παρεῖναι, σιτία καὶ ποτὰ καὶ δὴ καὶ ὅπλα πάντα καὶ μηχανήματα, καὶ ὅσα ἐξ αὐτῶν συμπλεκομένων προεώραται, ἵνα τὸ ἐκ τούτων συμβαῖνον ἔχῃ χώραν τοῦ τεθῆναι εὖ, καὶ ἐλήλυθε πάντα τρόπον τινὰ εὐμήχανον παρὰ τοῦ στρατηγοῦ, καίτοι ἔξωθεν ἦν ὅσα ἔμελλον δράσειν οἱ ἐναντίοι. Εἰ δὲ οἷόν τε ἦν κἀκείνου ἄρχειν τοῦ στρατοπέδου, εἰ δὲ δὴ ὁ μέγας ἡγεμὼν εἴη, ὑφ’ ᾧ πάντα, τί ἂν ἀσύντακτον, τί δὲ οὐκ ἂν συνηρμοσμένον εἴη;
3 Καὶ γὰρ «εἰ ἐγὼ κύριος τοῦ τάδε ἑλέσθαι ἢ τάδε»; Ἀλλ’ ἃ αἱρήσει, συντέτακται, ὅτι μὴ ἐπεισόδιον τὸ σὸν τῷ παντί, ἀλλ’ ἠρίθμησαι ὁ τοιόσδε. Ἀλλὰ πόθεν ὁ τοιόσδε; Ἔστι δὴ δύο, ἃ ὁ λόγος ζητεῖ, τὸ μέν, εἰ ἐπὶ τὸν ποιήσαντα, εἴ τις ἐστίν, ἀνενεγκεῖν δεῖ τοῦ ποιοῦ τοῦ ἐν τοῖς ἤθεσιν ἑκάστου τὴν αἰτίαν ἢ ἐπὶ τὸ γενόμενον αὐτό· ἢ ὅλως οὐκ αἰτιατέον, ὥσπερ οὐδὲ ἐπὶ φυτῶν γενέσεως, ὅτι μὴ αἰσθάνεται, ἢ ἐπὶ ζῴων τῶν ἄλλων, ὅτι μὴ ὡς ἄνθρωποι ἔχουσι· ταὐτὸν γὰρ τούτῳ «διὰ τί ἄνθρωποι οὐχ ὅπερ θεοί;» Διὰ τί γὰρ ἐνταῦθα οὔτε αὐτὰ οὔτε τὸν ποιήσαντα εὐλόγως αἰτιώμεθα, ἐπὶ δὲ ἀνθρώπων, ὅτι μὴ κρεῖττον ἢ τοῦτο; Εἰ μὲν γάρ, ὅτι ἐδύνατο τοῦτο κάλλιον εἶναι, εἰ μὲν παρ’ αὐτοῦ προστιθέντος τι εἰς τὸ κρεῖττον, αὐτὸς αἴτιος ἑαυτῷ ὁ μὴ ποιήσας· εἰ δὲ μὴ παρ’ αὐτοῦ, ἀλλ’ ἔδει ἔξωθεν προσεῖναι παρὰ τοῦ γεννητοῦ, ἄτοπος ὁ τὸ πλέον ἀπαιτῶν τοῦ δοθέντος, ὥσπερ εἰ καὶ ἐπὶ τῶν ἄλλων ζῴων ἀπαιτοῖ καὶ τῶν φυτῶν. Δεῖ γὰρ οὐ ζητεῖν, εἰ ἔλαττον ἄλλου, ἀλλ’ εἰ ὡς αὐτὸ αὐτάρκως· οὐ γὰρ πάντα ἴσα ἔδει. Ἆρ’ οὖν μετρήσαντος αὐτοῦ προαιρέσει τοῦ μὴ δεῖν πάντα ἴσα; Οὐδαμῶς· ἀλλ’ οὕτω κατὰ φύσιν εἶχε γενέσθαι. Ἀκόλουθος γὰρ οὗτος ὁ λόγος ψυχῇ ἄλλῃ, ἀκόλουθος δὲ ψυχὴ αὕτη νῷ, νοῦς δὲ οὐ τούτων τι ἕν, ἀλλὰ πάντα· τὰ δὲ πάντα πολλά· πολλὰ δὲ ὄντα καὶ οὐ ταὐτὰ τὰ μὲν πρῶτα, τὰ δὲ δεύτερα, τὰ δὲ ἐφεξῆς καὶ τῇ ἀξίᾳ ἔμελλεν εἶναι. Καὶ τοίνυν καὶ τὰ γενόμενα ζῷα οὐ ψυχαὶ μόνον, ἀλλὰ ψυχῶν ἐλαττώσεις, οἷον ἐξίτηλον ἤδη προιόντων. Ὁ γὰρ τοῦ ζῴου λόγος, κἂν ἔμψυχος ᾖ, ἑτέρα ψυχή, οὐκ ἐκείνη, ἀφ’ ἧς ὁ λόγος, καὶ ὁ σύμπας οὗτος ἐλάττων δὴ γίνεται σπεύδων εἰς ὕλην, καὶ τὸ γενόμενον ἐξ αὐτοῦ ἐνδεέστερον. Σκόπει δὴ ὅσον ἀφέστηκε τὸ γενόμενον καὶ ὅμως ἐστὶ θαῦμα. Οὐ τοίνυν, εἰ τοιοῦτον τὸ γενόμενον, καὶ τὸ πρὸ αὐτοῦ τοιοῦτον· ἔστι γὰρ παντὸς κρεῖττον τοῦ γενομένου καὶ ἔξω αἰτίας καὶ μᾶλλον θαυμάσαι, ὅτι ἔδωκέ τι μετ’ αὐτὸ καὶ τὰ ἴχνη αὐτοῦ τοιαῦτα. Εἰ δὲ δὴ καὶ πλέον ἔδωκεν ἢ ὅσον ἔχουσι κτήσασθαι, ἔτι μᾶλλον ἀποδεκτέον· ὥστε κινδυνεύειν τὴν αἰτίαν ἐπὶ τοὺς γενομένους ἰέναι, τὸ δὲ τῆς προνοίας μειζόνως ἔχειν.
4 Ἁπλοῦ μὲν γὰρ ὄντος τοῦ ἀνθρώπου—λέγω δὲ ἁπλοῦ ὡς τοῦτο ὃ πεποίηται μόνον ὄντος καὶ κατὰ ταῦτα ποιοῦντος καὶ πάσχοντος—ἀπῆν αἰτία ἡ κατὰ τὴν ἐπιτίμησιν, ὥσπερ ἐπὶ τῶν ζῴων τῶν ἄλλων. Νῦν δὲ ἄνθρωπος μόνον ἐν ψόγῳ ὁ κακὸς καὶ τοῦτο ἴσως εὐλόγως. Οὐ γὰρ μόνον ὃ πεποίηταί ἐστιν, ἀλλ’ ἔχει ἀρχὴν ἄλλην ἐλευθέραν οὐκ ἔξω τῆς προνοίας οὖσαν οὐδὲ τοῦ λόγου τοῦ ὅλου· οὐ γὰρ ἀπήρτηται ἐκεῖνα τούτων, ἀλλ’ ἐπιλάμπει τὰ κρείττω τοῖς χείροσι καὶ ἡ τελεία πρόνοια τοῦτο· καὶ λόγος ὁ μὲν ποιητικός, ὁ δὲ συνάπτων τὰ κρείττω τοῖς γενομένοις, κἀκεῖνα πρόνοια ἡ ἄνωθεν, ἡ δὲ ἀπὸ τῆς ἄνω, ὁ ἕτερος λόγος συνημμένος ἐκείνῳ, καὶ γίνεται ἐξ ἀμφοῖν πᾶν πλέγμα καὶ πρόνοια ἡ πᾶσα. Ἀρχὴν μὲν οὖν ἔχουσιν ἄλλην ἄνθρωποι, οὐ πάντες δὲ πᾶσιν οἷς ἔχουσι χρῶνται, ἀλλ’ οἱ μὲν τῇ ἑτέρᾳ, οἱ δὲ τῇ ἑτέρᾳ ἢ ταῖς ἑτέραις ταῖς χείροσι χρῶνται. Πάρεισι δὲ κἀκεῖναι οὐκ ἐνεργοῦσαι εἰς αὐτούς, οὔ τι γε αὐταὶ ἀργοῦσαι· πράττει γὰρ ἕκαστον τὸ ἑαυτοῦ. Ἀλλ’ εἰς τούτους οὐκ ἐνεργοῦσιν αἰτίᾳ τίνος, εἴποι τις ἄν, παροῦσαι; Ἢ οὐ πάρεισι; Καίτοι πάντη φαμὲν παρεῖναι καὶ οὐδὲν ἔρημον. Ἢ οὐ τούτοις, ἐν οἷς μὴ εἰς αὐτοὺς ἐνεργεῖ. Διὰ τί οὖν οὐκ ἐνεργεῖ εἰς πάντας, εἴπερ μέρη καὶ ταῦτα αὐτῶν; Λέγω δὲ τὴν ἀρχὴν τὴν τοιαύτην. Ἐπὶ μὲν γὰρ τῶν ἄλλων ζῴων οὐκ αὐτῶν ἡ ἀρχὴ αὕτη, ἐπὶ δὲ ἀνθρώπων οὐκ ἐπὶ πάντων. Ἆρ’ οὖν οὐκ ἐπὶ πάντων οὐ μόνον ἥδε; Ἀλλὰ διὰ τί οὐ μόνη; Ἐφ’ ὧν δὲ μόνη, καὶ κατὰ ταύτην τὸ ζῆν, τὰ δ’ ἄλλα ὅσον ἀνάγκη. Εἴτε γὰρ ἡ σύστασις τοιαύτη, ὡς οἷον εἰς θολερὸν ἐμβάλλειν, εἴτε ἐπιθυμίαι κρατοῦσιν, ὅμως ἀνάγκη λέγειν ἐν τῷ ὑποκειμένῳ τὸ αἴτιον εἶναι. Ἀλλὰ πρῶτον μὲν δόξει οὐκέτι ἐν τῷ λόγῳ, ἀλλὰ μᾶλλον ἐν τῇ ὕλῃ, καὶ ἡ ὕλη, οὐχ ὁ λόγος κρατήσει, εἶτα τὸ ὑποκείμενον ὡς πέπλασται. Ἢ τὸ ὑποκείμενον τῇ ἀρχῇ ὁ λόγος ἐστὶ καὶ τὸ ἐκ τοῦ λόγου γενόμενον καὶ ὂν κατὰ τὸν λόγον· ὥστε οὐχ ἡ ὕλη κρατήσει, εἶτα ἡ πλάσις. Καὶ τὸ τοιόνδε εἶναι ἐπὶ τὴν προτέραν βιοτὴν ἀνάγοι τις, οἷον γινομένου ἐκ τῶν προτέρων ἀμυδροῦ ὡς πρὸς τὸν πρὸ αὐτοῦ τοῦ λόγου, οἷον ψυχῆς ἀσθενεστέρας γενομένης· ὕστερον δὲ καὶ ἐκλάμψει. Καὶ ὁ λόγος δὲ λεγέσθω ἔχειν καὶ τὸν λόγον αὖ ἐν αὐτῷ τῆς ὕλης, ἣν αὐτῷ ἐργάσεται ποιώσας καθ’ αὑτὸν τὴν ὕλην ἢ σύμφωνον εὑρών. Οὐ γὰρ ὁ τοῦ βοὸς λόγος ἐπ’ ἄλλης ἢ βοὸς ὕλης· ὅθεν καὶ εἰς τὰ ἄλλα ζῷά φησιν εἰσκρίνεσθαι οἷον ἄλλης τῆς ψυχῆς γενομένης καὶ ἑτεροιωθέντος τοῦ λόγου, ἵνα γένηται ψυχὴ βοός, ἣ πρότερον ἦν ἄνθρωπος· ὥστε κατὰ δίκην ὁ χείρων. Ἀλλ’ ἐξ ἀρχῆς διὰ τί ὁ χείρων ἐγένετο καὶ πῶς ἐσφάλη; Πολλάκις εἴρηται, ὡς οὐ πρῶτα πάντα, ἀλλ’ ὅσα δεύτερα καὶ τρίτα ἐλάττω τὴν φύσιν τῶν πρὸ αὐτῶν ἔχει, καὶ σμικρὰ ῥοπὴ ἀρκεῖ εἰς ἔκβασιν τοῦ ὀρθοῦ. Καὶ ἡ συμπλοκὴ δὲ ἡ πρὸς ἄλλο ἄλλου ὥσπερ τις σύγκρασίς ἐστιν, ἑτέρου ἐξ ἀμφοῖν γενομένου, καὶ οὐκ ὄντος ἠλάττωσεν· ἀλλὰ ἐγένετο ἐξ ἀρχῆς ἔλαττον τὸ ἔλαττον καὶ ἔστιν ὃ ἐγένετο κατὰ φύσιν τὴν αὐτοῦ ἔλαττον, καί, εἰ τὸ ἀκόλουθον πάσχει, πάσχει τὸ κατ’ ἀξίαν. Καὶ εἰς τὰ προβεβιωμένα δὲ ἀναπέμπειν δεῖ τὸν λογισμὸν ὡς κἀκεῖθεν ἠρτημένων τῶν ἐφεξῆς.
5 Γίνεται τοίνυν ἡ πρόνοια ἐξ ἀρχῆς εἰς τέλος κατιοῦσα ἄνωθεν οὐκ ἴση οἷον κατ’ ἀριθμόν, ἀλλὰ κατ’ ἀναλογίαν ἄλλη ἐν ἄλλῳ τόπῳ, ὥσπερ ἐπὶ ζῴου ἑνὸς εἰς ἔσχατον ἐξ ἀρχῆς ἠρτημένου, ἑκάστου τὸ οἰκεῖον ἔχοντος, τοῦ μὲν βελτίονος τὸ βέλτιον τῆς ἐνεργείας, τοῦ δὲ πρὸς τὸ κάτω ἤδη ἐνεργοῦντός τε τοῦ αὐτοῦ καὶ πάσχοντος τὰ ὅσα αὐτῷ οἰκεῖα παθήματα πρὸς αὐτό τε καὶ πρὸς τὴν σύνταξιν τὴν πρὸς ἄλλο. Καὶ δὴ καὶ οὑτωσὶ πληγέντα οὕτως ἐφθέγξατο τὰ φωνήεντα, τὰ δὲ σιωπῇ πάσχει καὶ κινεῖται τὰ ἀκόλουθα, καὶ ἐκ τῶν φθόγγων ἁπάντων καὶ ἐκ τῶν παθημάτων καὶ ἐνεργημάτων μία τοῦ ζῴου οἷον φωνὴ καὶ ζωὴ καὶ βίος· καὶ γὰρ καὶ τὰ μόρια διάφορα ὄντα καὶ διάφορον τὴν ἐνέργειαν ἔχοντα· ἄλλο γὰρ ποιοῦσι πόδες, ὀφθαλμοὶ δ’ ἄλλο, διάνοια δὲ ἄλλο καὶ νοῦς ἄλλο. Ἓν δὲ ἐκ πάντων καὶ πρόνοια μία· εἱμαρμένη δὲ ἀπὸ τοῦ χείρονος ἀρξαμένη, τὸ δὲ ὑπεράνω πρόνοια μόνον. Τὰ μὲν γὰρ ἐν τῷ κόσμῳ τῷ νοητῷ πάντα λόγος καὶ ὑπὲρ λόγον· νοῦς γὰρ καὶ ψυχὴ καθαρά· τὸ δὲ ἐντεῦθεν ἤδη ὅσον μὲν ἔρχεται ἐκεῖθεν, πρόνοια, καὶ ὅσον ἐν ψυχῇ καθαρᾷ καὶ ὅσον ἐντεῦθεν εἰς τὰ ζῷα. Ἔρχεται δὲ μεριζόμενος ὁ λόγος οὐκ ἴσα· ὅθεν οὐδ’ ἴσα ποιεῖ, ὥσπερ καὶ ἐν ζῴῳ ἑκάστῳ. Τὸ δὲ ἐντεῦθεν ἤδη ἀκόλουθα μὲν τὰ δρώμενα καὶ προνοίᾳ ἑπόμενα, εἴ τις δρῴη θεοῖς φίλα· ἦν γὰρ θεοφιλὴς ὁ λόγος ὁ προνοίας. Συνείρεται μὲν οὖν καὶ τὰ τοιαῦτα τῶν ἔργων, πεποίηται δὲ οὐ προνοίᾳ, ἀλλὰ γενόμενα ἢ παρὰ ἀνθρώπων τὰ γενόμενα ἢ παρ’ ὁτουοῦν ἢ ζῴου ἢ ἀψύχου, εἴ τι ἐφεξῆς τούτοις χρηστόν, πάλιν κατείληπται προνοίᾳ, ὡς πανταχοῦ ἀρετὴν κρατεῖν καὶ μετατιθεμένων καὶ διορθώσεως τυγχανόντων τῶν ἡμαρτημένων, οἷον ἐν ἑνὶ σώματι ὑγιείας δοθείσης κατὰ πρόνοιαν τοῦ ζῴου, γενομένης τομῆς καὶ ὅλως τραύματος, πάλιν ἐφεξῆς ὁ λόγος ὁ διοικῶν συνάπτοι καὶ συνάγοι καὶ ἰῷτο καὶ διορθοῖτο τὸ πονῆσαν. Ὥστε τὰ κακὰ ἑπόμενα εἶναι, ἐξ ἀνάγκης δέ· καὶ γὰρ παρ’ ἡμῶν κατ’ αἰτίας οὐχ ὑπὸ τῆς προνοίας ἠναγκασμένων, ἀλλ’ ἐξ αὐτῶν συναψάντων μὲν τοῖς τῆς προνοίας καὶ ἀπὸ προνοίας ἔργοις, τὸ δὲ ἐφεξῆς συνεῖραι κατὰ βούλησιν ἐκείνης οὐ δυνηθέντων, ἀλλὰ κατὰ τὴν τῶν πραξάντων ἢ κατ’ ἄλλο τι τῶν ἐν τῷ παντί, μηδ’ αὐτοῦ κατὰ πρόνοιαν πεπραχότος ἢ πεποιηκότος τι ἐν ἡμῖν πάθος. Οὐ γὰρ τὸ αὐτὸ ποιεῖ πᾶν προσελθὸν παντί, ἀλλὰ τὸ αὐτὸ πρὸς ἄλλο καὶ ἄλλο πρὸς ἄλλο· οἷον καὶ τὸ τῆς Ἑλένης κάλλος πρὸς μὲν τὸν Πάριν ἄλλο εἰργάζετο, Ἰδομενεὺς δὲ ἔπαθεν οὐ τὸ αὐτό· καὶ ἀκόλαστος ἀκολάστῳ καλὸς καλῷ συμπεσὼν ἄλλο, ὁ δὲ σώφρων καλὸς ἄλλο πρὸς σώφρονα τοιοῦτον· ἢ πρὸς ἀκόλαστον ἄλλο ὁ αὐτός, ὁ δ’ ἀκόλαστος πρὸς αὐτὸν ἄλλο. Καὶ παρὰ μὲν τοῦ ἀκολάστου τὸ πραχθὲν οὔτε ὑπὸ προνοίας οὔτε κατὰ πρόνοιαν, τὸ δ’ ὑπὸ τοῦ σώφρονος ἔργον οὐχ ὑπὸ προνοίας μέν, ὅτι ὑπ’ αὐτοῦ, κατὰ πρόνοιαν δέ· σύμφωνον γὰρ τῷ λόγῳ, ὥσπερ καὶ ὃ ὑγιεινῶς πράξειεν ἄν τις αὐτὸς πράξας κατὰ λόγον τὸν τοῦ ἰατροῦ. Τοῦτο γὰρ καὶ ὁ ἰατρὸς παρὰ τῆς τέχνης ἐδίδου εἴς τε τὸ ὑγιαῖνον εἴς τε τὸ κάμνον. Ὃ δ’ ἄν τις μὴ ὑγιαῖνον ποιῇ, αὐτός τε ποιεῖ καὶ παρὰ τὴν πρόνοιαν τοῦ ἰατροῦ εἰργάσατο.
6 Πόθεν οὖν καὶ τὰ χείρω μάντεις προλέγουσι καὶ εἰς τὴν τοῦ παντὸς φορὰν ὁρῶντες πρὸς ταῖς ἄλλαις μαντείαις προλέγουσι ταῦτα; Ἢ δῆλον ὅτι τῷ συμπεπλέχθαι πάντα τὰ ἐναντία, οἷον τὴν μορφὴν καὶ τὴν ὕλην· οἷον ἐπὶ ζῴου συνθέτου ὄντος ὁ [τι] τὴν μορφὴν καὶ τὸν λόγον θεωρῶν καὶ τὸ μεμορφωμένον θεωρεῖ. Οὐ γὰρ ὡσαύτως ζῷον νοητὸν καὶ ζῷον σύνθετον θεωρεῖ, ἀλλὰ λόγον ζῴου ἐν τῷ συνθέτῳ μορφοῦντα τὰ χείρω. Ζῴου δὴ ὄντος τοῦ παντὸς ὁ τὰ ἐν αὐτῷ γινόμενα θεωρῶν θεωρεῖ ἅμα καὶ ἐξ ὧν ἐστι καὶ τὴν πρόνοιαν τὴν ἐπ’ αὐτῷ· τέταται δὴ ἐπὶ πάντα καὶ τὰ γινόμενα· τὰ δ’ ἐστὶ καὶ ζῷα καὶ πράξεις αὐτῶν καὶ διαθέσεις κραθεῖσαι, λόγῳ καὶ ἀνάγκῃ μεμιγμέναι· μεμιγμένα οὖν θεωρεῖ καὶ διηνεκῶς μιγνύμενα· καὶ διακρίνειν μὲν αὐτὸς οὐ δύναται πρόνοιαν καὶ τὸ κατὰ πρόνοιαν χωρὶς καὶ αὖ τὸ ὑποκείμενον ὅσα δίδωσιν εἰς τὸ [ὑποκείμενον] παρ’ αὐτοῦ. Ἀλλ’ οὐδὲ ἀνδρὸς τοῦτο ποιεῖν ἢ σοφοῦ τινος καὶ θείου· ἢ θεὸς ἂν ἔχοι, φαίη τις ἄν, τοῦτο τὸ γέρας. Καὶ γὰρ οὐ τοῦ μάντεως τὸ διότι, ἀλλὰ τὸ ὅτι μόνον εἰπεῖν, καὶ ἡ τέχνη ἀνάγνωσις φυσικῶν γραμμάτων καὶ τάξιν δηλούντων καὶ οὐδαμοῦ πρὸς τὸ ἄτακτον ἀποκλινόντων, μᾶλλον δὲ καταμαρτυρούσης τῆς φορᾶς καὶ εἰς φῶς ἀγούσης καὶ πρὶν παρ’ αὐτῶν φανῆναι, οἷος ἕκαστος καὶ ὅσα. Συμφέρεται γὰρ καὶ ταῦτα ἐκείνοις κἀκεῖνα τούτοις συντελοῦντα ἅμα πρὸς σύστασιν καὶ ἀιδιότητα κόσμου, ἀναλογίᾳ δὲ σημαίνοντα τὰ ἄλλα τῷ τετηρηκότι· ἐπεὶ καὶ αἱ ἄλλαι μαντικαὶ τῷ ἀναλόγῳ. Οὐ γὰρ ἔδει ἀπηρτῆσθαι ἀλλήλων τὰ πάντα, ὡμοιῶσθαι δὲ πρὸς ἄλληλα ἀμῃγέπῃ. Καὶ τοῦτ’ ἂν ἴσως εἴη τὸ λεγόμενον ὡς συνέχει τὰ πάντα ἀναλογία. Ἔστι δὲ τοιοῦτον ἡ ἀναλογία, ὥστε καὶ τὸ χεῖρον πρὸς τὸ χεῖρον ὡς τὸ βέλτιον πρὸς τὸ βέλτιον, οἷον ὡς ὄμμα πρὸς ὄμμα καὶ ποὺς πρὸς πόδα, θάτερον πρὸς θάτερον, καί, εἰ βούλει, ὡς ἀρετὴ πρὸς δικαιοσύνην καὶ κακία πρὸς ἀδικίαν. Εἰ τοίνυν ἀναλογία ἐν τῷ παντί, καὶ προειπεῖν ἔνι· καὶ εἰ ποιεῖ δὲ ἐκεῖνα εἰς ταῦτα, οὕτω ποιεῖ, ὡς καὶ τὰ ἐν παντὶ ζῴῳ εἰς ἄλληλα, οὐχ ὡς θάτερον γεννᾷ θάτερον—ἅμα γὰρ γεννᾶται— ἀλλ’ ὡς, ᾗ πέφυκεν ἕκαστον, οὕτω καὶ πάσχει τὸ πρόσφορον εἰς τὴν αὐτοῦ φύσιν, καὶ ὅτι τοῦτο τοιοῦτον, καὶ τὸ τοιοῦτον τοῦτο· οὕτω γὰρ καὶ λόγος εἷς.
7 Καὶ ὅτι δὲ τὰ βελτίω, καὶ τὰ χείρω. Ἐπεὶ πῶς ἂν εἴη τι χεῖρον ἐν πολυειδεῖ μὴ ὄντος βελτίονος, ἢ πῶς τὸ βέλτιον μὴ χείρονος; Ὥστε οὐκ αἰτιατέον τὸ χεῖρον ἐν τῷ βελτίονι, ἀλλὰ ἀποδεκτέον τὸ βέλτιον, ὅτι ἔδωκεν ἑαυτοῦ τῷ χείρονι. Ὅλως δὲ οἱ ἀναιρεῖν ἀξιοῦντες τὸ χεῖρον ἐν τῷ παντὶ ἀναιροῦσι πρόνοιαν αὐτήν. Τίνος γὰρ ἔσται; Οὐ γὰρ δὴ αὐτῆς οὐδὲ τοῦ βελτίονος· ἐπεὶ καὶ τὴν ἄνω πρόνοιαν ὀνομάζοντες πρὸς τὸ κάτω λέγομεν. Τὸ μὲν γὰρ εἰς ἓν πάντα ἀρχή, ἐν ᾗ ὁμοῦ πάντα καὶ ὅλον πάντα. Πρόεισι δὲ ἤδη ἐκ ταύτης ἕκαστα μενούσης ἐκείνης ἔνδον οἷον ἐκ ῥίζης μιᾶς ἑστώσης αὐτῆς ἐν αὐτῇ· τὰ δὲ ἐξήνθησεν εἰς πλῆθος μεμερισμένον εἴδωλον ἕκαστον ἐκείνου φέρον, ἄλλο δὲ ἐν ἄλλῳ ἐνταῦθα ἤδη ἐγίγνετο καὶ ἦν τὰ μὲν πλησίον τῆς ῥίζης, τὰ δὲ προιόντα εἰς τὸ πόρρω ἐσχίζετο καὶ μέχρις οἷον κλάδων καὶ ἄκρων καὶ καρπῶν καὶ φύλλων· καὶ τὰ μὲν ἔμενεν ἀεί, τὰ δὲ ἐγίνετο ἀεί, οἱ καρποὶ καὶ τὰ φύλλα· καὶ τὰ γινόμενα ἀεὶ εἶχε τοὺς τῶν ἐπάνω λόγους ἐν αὐτοῖς οἷον μικρὰ δένδρα βουληθέντα εἶναι, καὶ εἰ ἐγέννησε πρὶν φθαρῆναι, τὸ ἐγγὺς ἐγέννα μόνον. Τὰ δὲ διάκενα οἷον τῶν κλάδων ἐπληροῦτο ἐκ τῶν αὖ ἐκ τῆς ῥίζης καὶ αὐτῶν ἄλλον τρόπον πεφυκότων, ἐξ ὧν καὶ ἔπασχε τὰ ἄκρα τῶν κλάδων, ὡς ἐκ τοῦ πλησίον οἴεσθαι τὸ πάθος ἰέναι μόνον· τὸ δὲ κατὰ τὴν ἀρχὴν αὖ τὸ μὲν ἔπασχε, τὸ δὲ ἐποίει, ἡ δὲ ἀρχὴ ἀνήρτητο καὶ αὐτή. Πόρρωθεν μὲν γὰρ ἐλθόντα ἄλλα τὰ ποιοῦντα εἰς ἄλληλα, ἐξ ἀρχῆς δὲ ἀπὸ τοῦ αὐτοῦ, οἷον εἰ ἀδελφοὶ δρῷέν τι ἀλλήλους ὅμοιοι γενόμενοι ἐκ τῶν αὐτῶν ὁρμηθέντες τῶν πεποιηκότων.
III. 3. О Промысле. Трактат второй
1 Что же нам теперь думать об этом? Неужели же всецелый Логос обнимает и дурное, и доброе, так что и дурное является его частью? Отнюдь, ибо не рождает их всецелый Логос, но пребывает с ними. Ибо всеобщие логосы есть [в Душе] энергии Души, так что она обладает частями, согласно Логосу и логосам [каждый из которых соответствует определенной ее части]; [логосы души и ее энергии различаются,] так же как энергии и те последние сущие, которые энергиями порождены. Души и деятельности созвучны друг другу, и это созвучие таково, каково их единство, даже если оно возникло из противоположных. Ибо все вещи возникли из некоего единства и в единое [вновь] собираемы природной необходимостью, так что и рожденные различными, и возникшие противоположными [друг другу] — изошли из единого им всем бытия, чем и содержатся в едином порядке. [Все происходит во Вселенной] совершенно так же, как и в каждом из живущих: например, един род лошадей, даже если они враждуют, соперничают, кусают друг друга, даже если они взбешены своими порывами; точно так же и другие — в любом из других, в себе единых, родов; такими же должны быть увидены и люди. Теперь, опять же, все эти виды должны быть объединены в единый род: «живое»; что же касается не обладающих жизнью, то они существуют, опять же, согласно видам, которые [также должны быть сведены] в единый род: «неживое»; оба этих рода, если хочешь, должны быть заключены в бытии, и затем в том, что содержит бытие. Потом, прикрепив сущее к этому содержащему бытие единому, мы, разделяя, вновь нисходим, видя как рассеивается единое, простираясь на все вещи, и тем самым обнимая их единым порядком, так что налично едино-многое живое существо с различными частями, и каждая из вещей в нем действует согласно своей природе, в то время как бытие каждой из них тождественно в Целом; например, огонь жжет, лошадям присущи лошадиные деятельности, людям — свои, для которых они рождены, различным людям — разные. Так и есть, живут они хорошо или плохо, но всякий из живущих имеет деятельности, согласные его природе.
2 Стечения обстоятельств не определяют благую жизнь, но они так же суть симфонические следствия из предшествующих им причин, и как такие следствия, они входят в сущее — сплетенными с цепью причин. Руководящее начало сплетает все вещи вместе, так что соединенные им вещи содействуют ему, что согласно с их природой; они подобны солдатам, ведомым полководцем, которые едины с ним в его организующей и руководящей деятельности. Вселенная подчинена руководящему Промыслу, который производит и действия, и претерпевания, и то, что должно быть наготове: он подготавливает заранее еду, питье, всякое оружие и механизмы, заранее знает, что произойдет из соединения их, и подготавливает для этого соответственное место; всё происходит согласно прекрасному устроению, осуществленному стратегом, хотя вне этого и остается то, что прилично предпринимать его врагам. Но если он действительно великий воитель, если ]в каком-то смысле] он осуществляет руководство и войском врага, если ему подчинены все вещи, — почему существует беспорядок? Неужели в его замыслах существует несогласованность?
3 Кто-нибудь спросит: имею ли я власть выбрать то или это? Но то, что выбирается, уже заключено в миропорядке, ибо «твое» не есть нечто постороннее для Вселенной, но ты определен, поскольку ты — таков. Но откуда то, что человек «таков»? Итак, есть два вопроса, ответы на которые нам следует найти. Во-первых, можно сказать, что таковым человека делает Творец, если Он один, который с причинной необходимостью определяет нрав каждого из людей; во-вторых, вина может быть возложена на бытие, которое возникает само: возможно, вообще никто не может быть обвинен, как невозможно обвинять производящую силу растения за то, что она не обладает чувством, или [низшие] живые существа за то, что они не существуют как люди; обвинять кого-либо в этом все равно, что спрашивать: «Почему люди не боги?» Почему же неразумно обвинять животных и растения или их Творца [за то, что они таковы, каковы они есть], но разумно обвинять человека за то, что он не лучше, чем есть? Если это происходит потому, что он имел возможность стать красивее, чем есть (если мог сам приложить к себе нечто и сделаться лучше), то он сам ответствен перед собой, что он этого не сделал. Если же он не мог сделать этого сам, поскольку сам пришел извне, т. е. был произведен и существует как произведение, исшедшее от произведшего, то было бы нелепо требовать от него большего, нежели он получил, как и в случае других животных или растений. Однако, должно исследовать не то, хуже ли одна вещь другой, но самодостаточна ли она, будучи тем, что есть, ибо [ясно ведь, что] все вещи не могут быть равными. Но разве это не потому, что [Творец] наделил каждую из них своей мерой, не позволив быть всем равными? Никоим образом. Но потому, что в природе вещей — возникать так. Логос [этого мира] следует Душе, а Душа следует Уму, Ум же не есть нечто одно, но всё; всё — значит и многие; но если суть многие, а не нечто тождественное, то некоторые — первые, некоторые — вторые, и далее — следующие за ними, низшие и меньшие по достоинству. Потому и живые существа, имеющие возникнуть, это не только души, но и меньшие душ существа, каковы те слабые [создания], которые совсем отдалились от своего основания. Поскольку логос живого, даже если оно одушевлено, есть иная душа, не та, от которой он произошел, то всецелый Логос становится меньше, напрягаясь в материи, и то, что происходит от него — происходит более недостаточным. Смотри, как далеко отстоит возникающее [от своего истока]: в самом деле, это удивительно! Тогда, если возникшее обладает определенным качеством, то из этого не следует, что то, что прежде него, таково же, ибо оно — лучше всего возникшего, оно — вне обвинений; еще более удивительно, что оно дает нечто от себя тому, что после него, и что [всего лишь] след его таков! Да, оно дает больше, чем они могут вместить, и должно быть еще большее явлено! Потому, кажется очевидным, что пришедшее в становление есть причина [зол], ибо то, что принадлежит Промыслу, выше [становления].
4 Если бы человек был прост, — я говорю: «прост» в том смысле, что если бы он был только тем, чем был сотворен, и этому соответствовали бы его действия и претерпевания, — тогда к нему не могли бы быть обращены моральные упреки, точно так же как и к другим животным. Но тогда было бы равно справедливо порицать и дурного человека, и человека как такового. Но человек есть не только нечто сотворенное, но имеет и иное свободное начало — не внешнее ни Промыслу, ни Логосу целого; ибо не отделены Те от этих, но лучшие просвещают худших — таково совершенство Промысла; есть сам творческий Логос, есть и другой, связующий лучших и возникающих; есть Промысл, действующий свыше, но есть и иной, происходящий от того, что свыше; иной, связанный с высшим, логос, всецелая связь и всеобщее Провидение — есть результат обоих [т. е. высших Логоса и Промысла]. Тогда, люди имеют иное начало, однако не все используют всё, что имеют, но некоторые — одно, другие — другое, или вернее, другие — худшие. То, что высшие начала пребывают в таких людях в бездействии, не обозначает, конечно, что они сами бездеятельны, ибо каждое из них [вне зависимости от человека] осуществляет свою деятельность. Кто-нибудь спросит, в чем же причина бездействия этих начал в таких людях, если они в них присутствуют? И действительно ли они присутствуют в них? Да, говорим мы, они присутствуют во всем, и ничто не лишено их. Однако они не достигают действительности в людях, в которых они не действуют. Почему же они не действуют во всех, если они есть и их части? Я говорю о [высшем] начале. Что касается других живых существ, то эти начала не есть собственно их начала; что же касается людей, — то не всех людей. Не получится ли тогда, что оно не только начало, действующее на всех? Почему, в самом деле, ему не быть одним? Вся жизнь тех, в ком присутствует только оно, согласна с этим началом, а все остальное есть для них только поскольку необходимо. Человеческий состав таков, как если бы был погружен в мутную воду: если страсти владеют человеком, то причина этого состояния необходимо пребывает в подлежащем. Ни в коем случае не в логосе — это первое, лучше даже будет сказать, [что эта причина пребывает] в материи; [ибо в данном случае] будет властвовать материя, а не логос, будет властвовать подлежащее, т. е. то, что оформляется во вторую очередь. Но взятое в своем начале подлежащее само есть логос и то, что возникло из логоса и существует согласно логосу; так что [принципиально] материя не будет властвовать, и ваяние [смешанного] происходит потом. Следовательно, то или иное качество человеческой жизни может быть возведено [только] к содержанию его предшествующей жизни, поскольку сказать, что логос замутился сравнительно с первичным [своим состоянием] благодаря предшествующему рождению, все равно, что сказать, что душа стала бессильнее, но она опять воссияет. Должно сказать, что Логос содержит в себе и логос материи, которую он делает для себя годной, придавая ей соответствующие себе качества, или уже найдя ее созвучной себе. Ибо логос быка не относится ни к какой другой материи, но именно к материи быка; поэтому Платон и сказал, что душа вступает в другие живые существа, т. е. становится иной и отчуждается от логоса, и потому становится душой быка, бывшая прежде душой человека, так что худший получает тем самым и справедливое наказание. Но почему человек изначально стал хуже, и как изначально пал? Уже многократно было сказано, что не все вещи суть первые, но есть и вторые, и третьи, и их природа хуже природы предшествующих, и малейшего отклонения достаточно, чтобы низвергнуться им с правого пути. Переплетение же одних вещей с другими подобно некоему смешению: из двух вещей возникает иная, третья, и смешение не ослабляет существующих; но худшее возникает худшим изначально и существует таким, каким возникло согласно своей природе, то есть худшим, и если его настигает страдание, как следствие его низости, то страдает оно по заслугам. Должно возвращаться мыслью к событиям прошлой жизни, ибо то, что следует по порядку, зависит от предшествующего.
5 Теперь, Промысл сходит свыше от начала и до конца, он отнюдь не то же самое, что выпадение случайных чисел, но различен в различных местах согласно закону соответствия; точно так же в едином живом существе [всё] от начала и до конца зависит [от единого начала], хотя каждая отдельная часть имеет ей свойственное: лучшая часть обладает и лучшими действиями, и даже низшее действует в нем еще как само это живое существо, и претерпевает оно только ему свойственное, как относящееся именно к нему, хотя и в согласии с иным. Части взаимодействуют определенным образом: речевые части производят определенный звук, другие воспринимают его в молчании и производят движение, являющееся его результатом; и из всех звуков, претерпеваний и действий образуется как бы единый голос живого существа, единая жизнь и образ жизни. Различны ведь и части тела, и их деятельности: иное делают ноги, иное — глаза, иное — рассудок, иное — ум. Но из всех — одно; едино и Провидение; это судьба, начинающаяся ниже, выше же — лишь Промысл. Ибо в умопостигаемом космосе все вещи суть Логос и то, что выше Логоса; все они суть Ум и чистая Душа; то, что приходит Оттуда, начинаясь в Уме, есть Провидение, оно — в чистой Душе, и приходит оно в живые существа Оттуда. Но Логос, поскольку он приходит и поскольку разделен на неравные части, постольку творит друг другу неравное, так же как и в каждом из живых существ. С этого момента дела уже — следствия, и следуют Провидению, если человек делает любезное богам, ибо любйм богами логос Промысла. Злые же дела, хотя они как-то и связаны с благом, не совершаются, однако, самим Провидением, но — или человеком, или другим живым или неживым существом; если же ими совершается что-то доброе, оно, опять же, предоставляется Промыслу; так, например, благодаря Промыслу добродетель властвует всюду: изменяет и выправляет совершенное ошибочно; так и в единичном теле — здоровье ему дано промыслом о живом существе, при возникновении же ран и вообще повреждений, управляющий упорядоченно логос соединяет и сводит [рассеченную плоть], добиваясь выздоровления и исправления поврежденного члена. Таким образом, множество зол сопутствует бытию по необходимости. Оно исходит от нас как от причины, но мы не принуждены к этому Промыслом; благодаря нам и посредством нас, злодеяния связываются с самим Промыслом или с деятельностями, исходящими от Промысла; однако злые дела не могут быть связаны с волей Промысла, но [связаны они] с волей того, кто их совершает, или с чем-нибудь иным во Вселенной, что действует в нас и производит в нас некие претерпевания, несогласные с волей Провидения. Не всё, встречаясь со всем, производит одно и то же, но одно и то же в одном производит одно, в другом — другое: скажем, красота Елены произвела иное в Парисе, нежели в Идоменее, конечно же, не переживавшем того, что переживал Парис. И если один развратный красавец наталкивается на другого, то результат оказывается, конечно же, иным, нежели при встрече одной целомудренной красоты с другой; одно впечатление имеет целомудренный красавец при встрече с развратником, другое — развратник при встрече с целомудренным красавцем. То, что исходит от развратника, не вызвано Провидением и не находится в согласии с ним, действия же человека целомудренного, хотя и не исходят от Провидения (ведь они от него самого), но находятся в согласии с ним; они созвучны Логосу, так же как человек может заниматься какой-либо оздоровительной практикой, согласуясь с предписанием [логосом] врача. То, что врач предписывает, исходя из своего искусства, относится как к здоровью, так и к болезни. Потому, если кто-нибудь сделает себя нездоровым, то причиной тому он сам, доведший себя до такого состояния, действуя помимо промысла врача.
6 Почему же тогда искусные в мантике прорицают свершение дурных дел, наблюдая движения неба, как и в других случаях, когда они прорицают другое? Очевидно, потому что все противоположности сплетены вместе, как, например, форма и материя, так что в случае составленной жизни тот, кто созерцает форму, созерцает также и оформленное [т. е. материю]. Ибо не одним и тем же способом созерцается умопостигаемая и составленная жизнь, но в составленном созерцается логос живого существа, оформляющий худшее. Поскольку Вселенная жива, тот, кто созерцает возникающие вещи, видит вместе с ними и те начала, откуда они произошли, и Промысл о возникающих; этот Промысл распростерт над всеми, в том числе и над возникающими. Возникающие — это и живые существа, и дела, и смешанные состояния, [всё] «составленное из логоса и необходимости», так что созерцаются вещи смешанные и непрерывно пребывающие в смешении. Сам прорицатель не может различить, с одной стороны, Провидение как таковое и то, что происходит согласно Провидению, с другой же — само подлежащее и то, что оно дает происходящему от него. Такое различение не для людей, разве что для людей мудрых и божественных; можно было бы сказать: «Пожалуй, лишь боги имеют такой дар». Ибо гадатель не может сказать «почему», но только «что»; его искусство есть знание природной грамоты, проясняющее [уже существующий] порядок, никогда не отклоняющийся к разладу; лучше сказать, что само небо в посылаемом нам свете свидетельствует о каждом — каков он, прежде чем это проявится в нем. Ибо несомы одним движением и те, и эти, так что и небесные, и земные служат единому устроению и вечности космоса; благодаря соответствию, одни вещи служат знаками других [вещей] для наблюдателя, поскольку не только астрология, но и другие виды мантики основаны на этих соответствиях. Ибо не должно быть разорванными всем вещам между собой, но они должны быть подобны друг другу в каком-нибудь отношении. Возможно, именно этот смысл имел в виду Платон, говоривший, что соответствие содержит все вещи вместе. Но есть и такое соответствие: худшее относится к худшему, как лучшее к лучшему, и глаз относится к глазу, как и нога к ноге — один к одному; если хочешь, добродетель относится к справедливости так же, как порок к несправедливости. Теперь, если [установлено, что] во Вселенной есть соответствие, то и предсказание возможно; и если те небесные вещи воздействуют на эти земные, то происходит это так же, как во всех живых существах взаимодействуют друг с другом органы; не так, что одно производит другое, ибо и то и другое — производные, но каждое существует уготованным ему способом, претерпевая то, что полезно его природе, так что, поскольку эта вещь такова, постольку таковы и ее претерпевания, ибо един существующий таким образом логос.
7 Потому, что есть лучшее, есть и худшее. Действительно, как могло бы быть худшее в многообразии [вещей], если бы не было лучшего, и как могло бы быть лучшее, если бы не было худшего? Так что не должно обвинять худшее, [находя его] в лучшем, ибо худшее должно являть лучшее, поскольку лучшее дает худшему что-то от себя. Вообще, считающие справедливым уничтожить зло во Вселенной, собираются уничтожить и Промысл. О ком, в самом деле, будет промышлять тогда Промысл? Не о себе ведь и не о лучших; даже когда мы именуем Промысл высшим, мы говорим о нем так в его отношении к низшему. Ибо в Едином всё — это начало, в нем тождественны все, в нем все суть Целое. Все из него исходят, хотя оно остается внутри себя, исходят из него как из единого корня, всегда остающегося в себе и собой; они истекают в раздельную множественность, неся сюда каждый свой эйдол Того, но они уже возникли [в этом низшем мире; оказывается, что] один возник здесь, а другой — там, одни — близ корня, другие отошли дальше и разделились, так сказать, на скелетные ветви и вертикальные побеги (волчки), плоды и листья. Те, что ближе к корню, пребывают всегда; другие же всегда возникают — таковы плоды и листья, — и эти, вторые, имеют в первых свои высшие логосы, как если бы каждая веточка с листиками хотела стать маленьким деревом; если они производят что-либо прежде, чем умереть, они производят ближайшее. Промежуток между скелетными ветвями заполняют другие ветви, они растут из того же корня, но иным способом; они воздействуют и на скелетные ветви с волчками, хотя последним и кажется, что на них воздействуют только ближайшие, но и действия, и претерпевания [всего в растении] согласны его началу, и оно само тоже зависимо. Действующие друг на друга различны, поскольку они пришли издалека, но изначально [все они] изошли из одного и того же начала, они взаимодействуют как подобные друг другу братья, ибо произошли от одних и тех же родителей.
Всецелый Логос обнимает логосы всех душ, благие и дурные, и каждый из них, оставаясь собой, образует часть всеобщего живого единства, внутри которого есть место борьбе и сопротивлению (гл. 1). Логос подобен стратегу, управляющему вражеской армией наравне со своей (гл. 2). Индивидуальность человека и осуществляемый им выбор — уже заключены в мировом порядке. Абсурдно жаловаться на то, что человек не лучше, чем он есть: он таков, как есть и занимает соответствующее место в миропорядке, во Вселенной, которая сама менее совершенна, чем Ум и Душа, и следует за ними (гл. 3). Человек не прост, но двойственен, в нем высшее, свободное начало соседствует с низшей природой. Высшее и низшее Провидение, высшее и низшее начало в человеке: низшее зависит от высшего и порождается им. Необходимо учитывать опыт прошлой жизни (гл. 4). Различия промыслительного порядка; каждая вещь на своем месте вносит свой вклад в общий результат. Судьба (низший Промысл) и высшее Провидение. Злые действия не являются результатом промыслительной деятельности, но их результаты встраиваются в миропорядок. Различия в человеческих реакциях. Благие действия производятся самими людьми, но в согласии с Промыслом (гл. 5). Предсказания возможны благодаря вселенской гармонии и взаимосоответствию всех вещей (гл. 6). Несходство, неравенство и зло необходимы, если признавать необходимость миропорядка: все вещи в своем многообразии произрастают из единого корня (гл. 7).Первоисточником этой военной аналогии для космического устроения является Аристотель (Метафизика, Л. 1075а13 ГГ). Ср.: «Ведь здесь и в самом порядке — благо, и сам предводитель войска — благо, и скорее даже он: ведь не он зависит от порядка, а порядок — от него». Риторическое развитие этой аналогии мы находим у Псевдо-Аристотеля (см.: О мире, 399, 3 П.).См.: Платон. Федр, 246е4.См. платоновское обращение к этому же вопросу в Законах, X 904b-с. Плотин в конце данной главы дает на него такой же ответ, как и Платон: обвинению могут подвергаться люди, но не их Создатель. Однако здесь, как и в других местах, он демонстрирует значительно большую степень осознания трудностей, возникающих из-за наличия плохих людей в упорядоченной Богом Вселенной, чем его великий учитель. И это происходит, несомненно, благодаря вековым спорам о Провидении, которые разделяют обоих мыслителей.Именно поэтому единым началом невозможно ограничиться, особенно находясь в сфере практической философии. — Прим. Переводчика.Здесь во всей своей ясности проявляется один из важных моментов психологии Плотина: для него двойственность, или расщепление, в человеке происходит не между материей и духом, или телом и душой, но между высшим и низшим «я». См.: Enn. I. 1 [53]. 10; Enn. II. 9 [33]. 2; Enn. IV. 4 [28]. 18; Enn. VI. 4 [22]. 14-15. Воспользоваться свободой может только истинное, высшее «я», и лишь настолько, насколько отделится и сделается независимым от низшего «смешанного» в нас, которое является частью физической Вселенной и подвластно царящему в ней порядку; см.: Enn. II. 3 [52]. 15. 17 ff.Ср.: «...Ему придется каждый раз перерождаться в такую животную природу, которая будет соответствовать его порочному складу...» (Платон. Тимей, 42c3).Это различие между высшим Промыслом и низшей судьбой вообще свойственно для средних платоников; ср.: Псевдо-Плутарх. О судьбе, 9, 572f-573b; Апулей. О Платоне, I, 12.Об Идоменее, часто бывавшем в доме Менелая, однако не соблазнившем Елены, см.: Гомер. Илиада, III, 230-233.См.: Платон. Тимей, 47е5- 48а 1.Строка Симонида, упомянутая Платоном в диалоге Протагор, 341е3.См.: Επη. II. 3 [52]. 7. 4-6.См.: Тимей,31с3и32с2. Но у Платона αναλογία — это математическая пропорция. Плотин же, как обычно, уделяет мало внимания математической стороне платоновской мысли.О применении растительных образов к физической Вселенной см.: Enn. IV. 4 [28]. 11. 9-11.Образность этой фразы в высшей степени запутана; возможно, Плотин говорит о буйно и беспорядочно растущей поросли после обрезки садового дерева, растущей в промежутках между оставленными садовником ветвями и мешающей этим ветвям; ведь и эта поросль, и основные ветви происходят от одного корня и порождены растительной силой единого дерева.