ΠΕΡΙ ΤΗΣ ΕΙΣ ΤΑ ΣΩΜΑΤΑ ΚΑΘΟΔΟΥ ΤΗΣ ΨΥΧΗΣ
1 Πολλάκις ἐγειρόμενος εἰς ἐμαυτὸν ἐκ τοῦ σώματος καὶ γινόμενος τῶν μὲν ἄλλων ἔξω, ἐμαυτοῦ δὲ εἴσω, θαυμαστὸν ἡλίκον ὁρῶν κάλλος, καὶ τῆς κρείττονος μοίρας πιστεύσας τότε μάλιστα εἶναι, ζωήν τε ἀρίστην ἐνεργήσας καὶ τῷ θείῳ εἰς ταὐτὸν γεγενημένος καὶ ἐν αὐτῷ ἱδρυθεὶς εἰς ἐνέργειαν ἐλθὼν ἐκείνην ὑπὲρ πᾶν τὸ ἄλλο νοητὸν ἐμαυτὸν ἱδρύσας, μετὰ ταύτην τὴν ἐν τῷ θείῳ στάσιν εἰς λογισμὸν ἐκ νοῦ καταβὰς ἀπορῶ, πῶς ποτε καὶ νῦν καταβαίνω, καὶ ὅπως ποτέ μοι ἔνδον ἡ ψυχὴ γεγένηται τοῦ σώματος τοῦτο οὖσα, οἷον ἐφάνη καθ’ ἑαυτήν, καίπερ οὖσα ἐν σώματι. Ὁ μὲν γὰρ Ἡράκλειτος, ὃς ἡμῖν παρακελεύεται ζητεῖν τοῦτο, ἀμοιβάς τε ἀναγκαίας τιθέμενος ἐκ τῶν ἐναντίων, ὁδόν τε ἄνω κάτω εἰπὼν καὶ μεταβάλλον ἀναπαύεται καὶ κάματός ἐστι τοῖς αὐτοῖς μοχθεῖν καὶ ἄρχεσθαι εἰκάζειν ἔδωκεν ἀμελήσας σαφῆ ἡμῖν ποιῆσαι τὸν λόγον, ὡς δέον ἴσως παρ’ αὐτῷ ζητεῖν, ὥσπερ καὶ αὐτὸς ζητήσας εὗρεν. Ἐμπεδοκλῆς τε εἰπὼν ἁμαρτανούσαις νόμον εἶναι ταῖς ψυχαῖς πεσεῖν ἐνταῦθα καὶ αὐτὸς φυγὰς θεόθεν γενόμενος ἥκειν πίσυνος μαινομένῳ νείκει τοσοῦτον παρεγύμνου, ὅσον καὶ Πυθαγόρας, οἶμαι, καὶ οἱ ἀπ’ ἐκείνου ᾐνίττοντο περί τε τούτου περί τε πολλῶν ἄλλων. Τῷ δὲ παρῆν καὶ διὰ ποίησιν οὐ σαφεῖ εἶναι. Λείπεται δὴ ἡμῖν ὁ θεῖος Πλάτων, ὃς πολλά τε καὶ καλὰ περὶ ψυχῆς εἶπε περί τε ἀφίξεως αὐτῆς πολλαχῇ εἴρηκεν ἐν τοῖς αὐτοῦ λόγοις, ὥστε ἐλπίδα ἡμῖν εἶναι λαβεῖν παρ’ αὐτοῦ σαφές τι. Τί οὖν λέγει ὁ φιλόσοφος οὗτος; Οὐ ταὐτὸν λέγων πανταχῇ φανεῖται, ἵνα ἄν τις ἐκ ῥᾳδίας τὸ τοῦ ἀνδρὸς βούλημα εἶδεν, ἀλλὰ τὸ αἰσθητὸν πᾶν πανταχοῦ ἀτιμάσας καὶ τὴν πρὸς τὸ σῶμα κοινωνίαν τῆς ψυχῆς μεμψάμενος ἐν δεσμῷ τε εἶναι καὶ τεθάφθαι ἐν αὐτῷ τὴν ψυχὴν λέγει, καὶ τὸν ἐν ἀπορρήτοις λεγόμενον λόγον μέγαν εἶναι, ὃς ἐν φρουρᾷ τὴν ψυχήν φησιν εἶναι· καὶ τὸ σπήλαιον αὐτῷ, ὥσπερ Ἐμπεδοκλεῖ τὸ ἄντρον, τόδε τὸ πᾶν—δοκῶ μοι—λέγειν, ὅπου γε λύσιν τῶν δεσμῶν καὶ ἄνοδον ἐκ τοῦ σπηλαίου τῇ ψυχῇ φησιν εἶναι τὴν πρὸς τὸ νοητὸν πορείαν. Ἐν δὲ Φαίδρῳ πτερορρύησιν αἰτίαν τῆς ἐνταῦθα ἀφίξεως· καὶ περίοδοι αὐτῷ ἀνελθοῦσαν πάλιν φέρουσι τῇδε, καὶ κρίσεις δὲ καταπέμπουσιν ἄλλας ἐνταῦθα καὶ κλῆροι καὶ τύχαι καὶ ἀνάγκαι. Καὶ ἐν τούτοις ἅπασι μεμψάμενος τὴν τῆς ψυχῆς ἄφιξιν πρὸς σῶμα, ἐν Τιμαίῳ περὶ τοῦδε τοῦ παντὸς λέγων τόν τε κόσμον ἐπαινεῖ καὶ θεὸν λέγει εἶναι εὐδαίμονα τήν τε ψυχὴν παρὰ ἀγαθοῦ τοῦ δημιουργοῦ πρὸς τὸ ἔννουν τόδε τὸ πᾶν εἶναι δεδόσθαι, ἐπειδὴ ἔννουν μὲν αὐτὸ ἔδει εἶναι, ἄνευ δὲ ψυχῆς οὐχ οἷόν τε ἦν τοῦτο γενέσθαι. Ἥ τε οὖν ψυχὴ ἡ τοῦ παντὸς τούτου χάριν εἰς αὐτὸ παρὰ τοῦ θεοῦ ἐπέμφθη, ἥ τε ἑκάστου ἡμῶν, πρὸς τὸ τέλεον αὐτὸ εἶναι· ἐπειδὴ ἔδει, ὅσα ἐν νοητῷ κόσμῳ, τὰ αὐτὰ ταῦτα γένη ζῴων καὶ ἐν τῷ αἰσθητῷ ὑπάρχειν.
2 Ὥστε ἡμῖν συμβαίνει περὶ τῆς ἡμετέρας ψυχῆς παρ’ αὐτοῦ μαθεῖν ζητήσασιν ἐξ ἀνάγκης ἐφάπτεσθαι καὶ περὶ ψυχῆς ὅλως ζητῆσαι, πῶς ποτε κοινωνεῖν σώματι πέφυκε, καὶ περὶ κόσμου φύσεως οἷόν τινα δεῖ αὐτὸν τίθεσθαι, ἐν ᾧ ψυχὴ ἐνδιαιτᾶται ἑκοῦσα εἴτε ἀναγκασθεῖσα εἴτε τις ἄλλος τρόπος· καὶ περὶ ποιητοῦ δέ, εἴτε ὀρθῶς εἴτε ὡς ἡμέτεραι ψυχαὶ ἴσως, ἃς ἔδει σώματα διοικούσας χείρω δι’ αὐτῶν εἴσω πολὺ δῦναι, εἴπερ ἔμελλον κρατήσειν, σκεδασθέντος μὲν ἂν ἑκάστου καὶ πρὸς τὸν οἰκεῖον τόπον φερομένου—ἐν δὲ τῷ παντὶ πάντα ἐν οἰκείῳ κατὰ φύσιν κεῖται—πολλῆς δὲ καὶ ὀχλώδους προνοίας δεομένων, ἅτε πολλῶν τῶν ἀλλοτρίων αὐτοῖς προσπιπτόντων ἀεί τε ἐνδείᾳ συνεχομένων καὶ πάσης βοηθείας ὡς ἐν πολλῇ δυσχερείᾳ δεομένων. Τὸ δὲ τέλεόν τε ὂν καὶ ἱκανὸν καὶ αὔταρκες καὶ οὐδὲν ἔχον αὐτῷ παρὰ φύσιν βραχέος οἷον κελεύσματος δεῖται· καὶ ὡς πέφυκε ψυχὴ ἐθέλειν, ταύτῃ καὶ ἀεὶ ἔχει οὔτ’ ἐπιθυμίας ἔχουσα οὔτε πάσχουσα· οὐδὲν γὰρ ἄπεισιν οὐδὲ πρόσεισι. Διὸ καί φησι καὶ τὴν ἡμετέραν, εἰ μετ’ ἐκείνης γένοιτο τελέας, τελεωθεῖσαν καὶ αὐτὴν μετεωροπορεῖν καὶ πάντα τὸν κόσμον διοικεῖν, ὅτε ἀφίσταται εἰς τὸ μὴ ἐντὸς εἶναι τῶν σωμάτων μηδέ τινος εἶναι, τότε καὶ αὐτὴν ὥσπερ τὴν τοῦ παντὸς συνδιοικήσειν ῥᾳδίως τὸ πᾶν, ὡς οὐ κακὸν ὂν ψυχῇ ὁπωσοῦν σώματι παρέχειν τὴν τοῦ εὖ δύναμιν καὶ τοῦ εἶναι, ὅτι μὴ πᾶσα πρόνοια τοῦ χείρονος ἀφαιρεῖ τὸ ἐν τῷ ἀρίστῳ τὸ προνοοῦν μένειν. Διττὴ γὰρ ἐπιμέλεια παντός, τοῦ μὲν καθόλου κελεύσει κοσμοῦντος ἀπράγμονι ἐπιστασίᾳ βασιλικῇ, τὸ δὲ καθέκαστα ἤδη αὐτουργῷ τινι ποιήσει συναφῇ τῇ πρὸς τὸ πραττόμενον τὸ πρᾶττον τοῦ πραττομένου τῆς φύσεως ἀναπιμπλᾶσα. Τῆς δὲ θείας ψυχῆς τοῦτον τὸν τρόπον τὸν οὐρανὸν ἅπαντα διοικεῖν ἀεὶ λεγομένης, ὑπερεχούσης μὲν τῷ κρείττονι, δύναμιν δὲ τὴν ἐσχάτην εἰς τὸ εἴσω πεμπούσης, αἰτίαν μὲν ὁ θεὸς οὐκ ἂν ἔτι λέγοιτο ἔχειν τὴν τοῦ τὴν ψυχὴν τοῦ παντὸς ἐν χείρονι πεποιηκέναι, ἥ τε ψυχὴ οὐκ ἀπεστέρηται τοῦ κατὰ φύσιν ἐξ ἀιδίου τοῦτ’ ἔχουσα καὶ ἕξουσα ἀεί, ὃ μὴ οἷόν τε παρὰ φύσιν αὐτῇ εἶναι, ὅπερ διηνεκῶς αὐτῇ ἀεὶ ὑπάρχει οὔποτε ἀρξάμενον. Τάς τε τῶν ἀστέρων ψυχὰς τὸν αὐτὸν τρόπον πρὸς τὸ σῶμα ἔχειν λέγων, ὥσπερ τὸ πᾶν—ἐντίθησι γὰρ καὶ τούτων τὰ σώματα εἰς τὰς τῆς ψυχῆς περιφοράς—ἀποσῴζοι ἂν καὶ τὴν περὶ τούτους πρέπουσαν εὐδαιμονίαν. Δύο γὰρ ὄντων δι’ ἃ δυσχεραίνεται ἡ ψυχῆς πρὸς σῶμα κοινωνία, ὅτι τε ἐμπόδιον πρὸς τὰς νοήσεις γίγνεται, καὶ ὅτι ἡδονῶν καὶ ἐπιθυμιῶν καὶ λυπῶν πίμπλησιν αὐτήν, οὐδέτερον τούτων ἂν γένοιτο ψυχῇ, ἥτις μὴ εἰς τὸ εἴσω ἔδυ τοῦ σώματος, μηδέ τινός ἐστι, μηδὲ ἐκείνου ἐγένετο, ἀλλ’ ἐκεῖνο αὐτῆς, ἔστι τε τοιοῦτον, οἷον μήτε τινὸς δεῖσθαι μήτε τινὶ ἐλλείπειν· ὥστε μηδὲ τὴν ψυχὴν ἐπιθυμιῶν πίμπλασθαι ἢ φόβων· οὐδὲν γὰρ δεινὸν μήποτε περὶ σώματος προσδοκήσῃ τοιούτου, οὔτε τις ἀσχολία νεῦσιν ποιοῦσα κάτω ἀπάγει τῆς κρείττονος καὶ μακαρίας θέας, ἀλλ’ ἔστιν ἀεὶ πρὸς ἐκείνοις ἀπράγμονι δυνάμει τόδε τὸ πᾶν κοσμοῦσα.
3 Περὶ δὲ τῆς ἀνθρωπείας ψυχῆς, ἣ ἐν σώματι πάντα λέγεται κακοπαθεῖν καὶ ταλαιπωρεῖν ἐν ἀνοίαις καὶ ἐπιθυμίαις καὶ φόβοις καὶ τοῖς ἄλλοις κακοῖς γιγνομένη, ᾗ καὶ δεσμὸς τὸ σῶμα καὶ τάφος, καὶ ὁ κόσμος αὐτῇ σπήλαιον καὶ ἄντρον, ἥντινα γνώμην οὐ διάφωνον ἔχει ἐκ τῶν αἰτιῶν οὐ τῶν αὐτῶν τῆς καθόδου, νῦν λέγωμεν. Ὄντος τοίνυν παντὸς νοῦ ἐν τῷ τῆς νοήσεως τόπῳ ὅλου τε καὶ παντός, ὃν δὴ κόσμον νοητὸν τιθέμεθα, ὄντων δὲ καὶ τῶν ἐν τούτῳ περιεχομένων νοερῶν δυνάμεων καὶ νόων τῶν καθέκαστα— οὐ γὰρ εἷς μόνος, ἀλλ’ εἷς καὶ πολλοί—πολλὰς ἔδει καὶ ψυχὰς καὶ μίαν εἶναι, καὶ ἐκ τῆς μιᾶς τὰς πολλὰς διαφόρους, ὥσπερ ἐκ γένους ἑνὸς εἴδη τὰ μὲν ἀμείνω, τὰ δὲ χείρω, νοερώτερα, τὰ δ’ ἧττον ἐνεργείᾳ τοιαῦτα. Καὶ γὰρ ἐκεῖ ἐν τῷ νῷ τὸ μὲν νοῦς περιέχων δυνάμει τἆλλα οἷον ζῷον μέγα, τὰ δὲ ἐνεργείᾳ ἕκαστον, ἃ δυνάμει περιεῖχε θάτερον· οἷον εἰ πόλις ἔμψυχος ἦν περιεκτικὴ ἐμψύχων ἄλλων, τελειοτέρα μὲν 〈ἡ〉 πόλεως καὶ δυνατωτέρα, οὐδὲν μὴν ἐκώλυε τῆς αὐτῆς φύσεως εἶναι καὶ τὰς ἄλλας. Ἢ ὡς ἐκ τοῦ παντὸς πυρὸς τὸ μὲν μέγα, τὸ δὲ μικρὰ πυρὰ εἴη· ἔστι δὲ ἡ πᾶσα οὐσία ἡ τοῦ παντὸς πυρός, μᾶλλον δὲ ἀφ’ ἧς καὶ ἡ τοῦ παντός. Ψυχῆς δὲ ἔργον τῆς λογικωτέρας νοεῖν μέν, οὐ τὸ νοεῖν δὲ μόνον· τί γὰρ ἂν καὶ νοῦ διαφέροι; Προσλαβοῦσα γὰρ τῷ νοερὰ εἶναι καὶ ἄλλο, καθὸ νοῦς οὐκ ἔμεινεν· ἔχει τε ἔργον καὶ αὐτή, εἴπερ πᾶν, ὃ ἐὰν ᾖ τῶν νοητῶν. Βλέπουσα δὲ πρὸς μὲν τὸ πρὸ ἑαυτῆς νοεῖ, εἰς δὲ ἑαυτὴν τὸ μετ’ αὐτὴν [ὃ] κοσμεῖ τε καὶ διοικεῖ καὶ ἄρχει αὐτοῦ· ὅτι μηδὲ οἷόν τε ἦν στῆναι τὰ πάντα ἐν τῷ νοητῷ, δυναμένου ἐφεξῆς καὶ ἄλλου γενέσθαι ἐλάττονος μέν, ἀναγκαίου δὲ εἶναι, εἴπερ καὶ τὸ πρὸ αὐτοῦ.
4 Τὰς δὴ καθέκαστα ψυχὰς ὀρέξει μὲν νοερᾷ χρωμένας ἐν τῇ ἐξ οὗ ἐγένοντο πρὸς αὐτὸ ἐπιστροφῇ, δύναμιν δὲ καὶ εἰς τὸ ἐπὶ τάδε ἐχούσας, οἷά περ φῶς ἐξηρτημένον μὲν κατὰ τὰ ἄνω ἡλίου, τῷ δὲ μετ’ αὐτὸ οὐ φθονοῦν τῆς χορηγίας, ἀπήμονας μὲν εἶναι μετὰ τῆς ὅλης μενούσας ἐν τῷ νοητῷ, ἐν οὐρανῷ δὲ μετὰ τῆς ὅλης συνδιοικεῖν ἐκείνῃ, οἷα οἱ βασιλεῖ τῶν πάντων κρατοῦντι συνόντες συνδιοικοῦσιν ἐκείνῳ οὐ καταβαίνοντες οὐδ’ αὐτοὶ ἀπὸ τῶν βασιλείων τόπων· καὶ γάρ εἰσιν ὁμοῦ ἐν τῷ αὐτῷ τότε. Μεταβάλλουσαι δὲ ἐκ τοῦ ὅλου εἰς τὸ μέρος τε εἶναι καὶ ἑαυτῶν καὶ οἷον κάμνουσαι τὸ σὺν ἄλλῳ εἶναι ἀναχωροῦσιν εἰς τὸ ἑαυτῶν ἑκάστη. Ὅταν δὴ τοῦτο διὰ χρόνων ποιῇ φεύγουσα τὸ πᾶν καὶ τῇ διακρίσει ἀποστᾶσα καὶ μὴ πρὸς τὸ νοητὸν βλέπῃ, μέρος γενομένη μονοῦταί τε καὶ ἀσθενεῖ καὶ πολυπραγμονεῖ καὶ πρὸς μέρος βλέπει καὶ τῷ ἀπὸ τοῦ ὅλου χωρισμῷ ἑνός τινος ἐπιβᾶσα καὶ τὸ ἄλλο πᾶν φυγοῦσα, ἐλθοῦσα καὶ στραφεῖσα εἰς τὸ ἓν ἐκεῖνο πληττόμενον ὑπὸ τῶν [ὅλων καὶ] πάντων, τοῦ τε ὅλου ἀπέστη καὶ τὸ καθέκαστον μετὰ περιστάσεως διοικεῖ ἐφαπτομένη ἤδη καὶ θεραπεύουσα τὰ ἔξωθεν καὶ παροῦσα καὶ δῦσα αὐτοῦ πολὺ εἰς τὸ εἴσω. Ἔνθα καὶ συμβαίνει αὐτῇ τὸ λεγόμενον πτερορρυῆσαι καὶ ἐν δεσμοῖς τοῖς τοῦ σώματος γενέσθαι ἁμαρτούσῃ τοῦ ἀβλαβοῦς τοῦ ἐν τῇ διοικήσει τοῦ κρείττονος, ὃ ἦν παρὰ τῇ ψυχῇ τῇ ὅλῃ· τὸ δὲ πρὸ τοῦ ἦν παντελῶς ἄμεινον ἀναδραμούσῃ· εἴληπται οὖν πεσοῦσα καὶ πρὸς τῷ δεσμῷ οὖσα καὶ τῇ αἰσθήσει ἐνεργοῦσα διὰ τὸ κωλύεσθαι τῷ νῷ ἐνεργεῖν καταρχάς, τεθάφθαι τε λέγεται καὶ ἐν σπηλαίῳ εἶναι, ἐπιστραφεῖσα δὲ πρὸς νόησιν λύεσθαί τε ἐκ τῶν δεσμῶν καὶ ἀναβαίνειν, ὅταν ἀρχὴν λάβῃ ἐξ ἀναμνήσεως θεᾶσθαι τὰ ὄντα· ἔχει γάρ τι ἀεὶ οὐδὲν ἧττον ὑπερέχον τι. Γίγνονται οὖν οἷον ἀμφίβιοι ἐξ ἀνάγκης τόν τε ἐκεῖ βίον τόν τε ἐνταῦθα παρὰ μέρος βιοῦσαι, πλεῖον μὲν τὸν ἐκεῖ, αἳ δύνανται πλεῖον τῷ νῷ συνεῖναι, τὸν δὲ ἐνθάδε πλεῖον, αἷς τὸ ἐναντίον ἢ φύσει ἢ τύχαις ὑπῆρξεν. Ἃ δὴ ὑποδεικνὺς ὁ Πλάτων ἠρέμα, ὅτε διαιρεῖ αὐτὰ ἐκ τοῦ ὑστέρου κρατῆρος καὶ μέρη ποιεῖ, τότε καί φησιν ἀναγκαῖον εἶναι εἰς γένεσιν ἐλθεῖν, ἐπείπερ ἐγένοντο μέρη τοιαῦτα. Εἰ δὲ λέγει σπεῖραι τὸν θεὸν αὐτάς, οὕτως ἀκουστέον, ὥσπερ ὅταν καὶ λέγοντα καὶ οἷον δημηγοροῦντα ποιῇ· ἃ γὰρ ἐν φύσει ἐστὶ τῶν ὅλων, ταῦτα ἡ ὑπόθεσις γεννᾷ τε καὶ ποιεῖ εἰς δεῖξιν προάγουσα ἐφεξῆς τὰ ἀεὶ οὕτω γιγνόμενά τε καὶ ὄντα.
5 Οὐ τοίνυν διαφωνεῖ ἀλλήλοις ἥ τε εἰς γένεσιν σπορὰ ἥ τε εἰς τελείωσιν κάθοδος τοῦ παντός, ἥ τε δίκη τό τε σπήλαιον, ἥ τε ἀνάγκη τό τε ἑκούσιον, ἐπείπερ ἔχει τὸ ἑκούσιον ἡ ἀνάγκη, καὶ τὸ ἐν κακῷ τῷ σώματι εἶναι· οὐδ’ ἡ Ἐμπεδοκλέους φυγὴ ἀπὸ τοῦ θεοῦ καὶ πλάνη οὐδ’ ἡ ἁμαρτία, ἐφ’ ᾗ ἡ δίκη, οὐδ’ ἡ Ἡρακλείτου ἀνάπαυλα ἐν τῇ φυγῇ, οὐδ’ ὅλως τὸ ἑκούσιον τῆς καθόδου καὶ τὸ ἀκούσιον αὖ. Πᾶν μὲν γὰρ ἰὸν ἐπὶ τὸ χεῖρον ἀκούσιον, φορᾷ γε μὴν οἰκείᾳ ἰὸν πάσχον τὰ χείρω ἔχειν λέγεται τὴν ἐφ’ οἷς ἔπραξε δίκην. Ὅταν δὲ ταῦτα πάσχειν καὶ ποιεῖν ᾖ ἀναγκαῖον ἀιδίως φύσεως νόμῳ, τὸ δὲ συμβαῖνον εἰς ἄλλου του χρείαν ἐν τῇ προσόδῳ ἀπαντᾷ καταβαῖνον ἀπὸ τοῦ ὑπὲρ αὐτόν, θεὸν εἴ τις λέγοι καταπέμψαι, οὐκ ἂν ἀσύμφωνος οὔτε τῇ ἀληθείᾳ οὔτε ἑαυτῷ ἂν εἴη. Καὶ γὰρ ἀφ’ ἧς ἀρχῆς ἕκαστα, εἰ καὶ τὰ μεταξὺ πολλά, καὶ τὰ ἔσχατα εἰς αὐτὴν ἀναφέρεται. Διττῆς δὲ τῆς ἁμαρτίας οὔσης, τῆς μὲν ἐπὶ τῇ τοῦ κατελθεῖν αἰτίᾳ, τῆς δὲ ἐπὶ τῷ ἐνθάδε γενομένην κακὰ δρᾶσαι, 〈δίκη〉 ἡ μέν ἐστιν αὐτὸ τοῦτο, ὃ πέπονθε κατελθοῦσα, τῆς δὲ τὸ ἔλαττον εἰς σώματα ἄλλα δῦναι καὶ θᾶττον ἐκ κρίσεως τῆς κατ’ ἀξίαν —ὃ δὴ θεσμῷ θείῳ γιγνόμενον διὰ τοῦ τῆς κρίσεως ὀνόματος δηλοῦται—τὸ δὲ τῆς κακίας ἄμετρον εἶδος μείζονος καὶ τῆς δίκης ἠξίωται ἐπιστασίᾳ τινυμένων δαιμόνων. Οὕτω τοι καίπερ οὖσα θεῖον καὶ ἐκ τῶν τόπων τῶν ἄνω ἐντὸς γίνεται τοῦ σώματος καὶ θεὸς οὖσα ὁ ὕστερος ῥοπῇ αὐτεξουσίῳ καὶ αἰτίᾳ δυνάμεως καὶ τοῦ μετ’ αὐτὴν κοσμήσει ὡδὶ ἔρχεται· κἂν μὲν θᾶττον φύγῃ, οὐδὲν βέβλαπται γνῶσιν κακοῦ προσλαβοῦσα καὶ φύσιν κακίας γνοῦσα τάς τε δυνάμεις ἄγουσα αὐτῆς εἰς τὸ φανερὸν καὶ δείξασα ἔργα τε καὶ ποιήσεις, ἃ ἐν τῷ ἀσωμάτῳ ἠρεμοῦντα μάτην τε ἂν ἦν εἰς τὸ ἐνεργεῖν ἀεὶ οὐκ ἰόντα, τήν τε ψυχὴν αὐτὴν ἔλαθεν ἂν ἃ εἶχεν οὐκ ἐκφανέντα οὐδὲ πρόοδον λαβόντα· εἴπερ πανταχοῦ ἡ ἐνέργεια τὴν δύναμιν ἔδειξε κρυφθεῖσαν ἂν ἁπάντη καὶ οἷον ἀφανισθεῖσαν καὶ οὐκ οὖσαν μηδέποτε ὄντως οὖσαν. Νῦν μὲν γὰρ θαῦμα ἔχει τῶν ἔνδον ἕκαστος διὰ τῆς ποικιλίας τῶν ἔξω, οἷόν ἐστιν ἐκ τοῦ τὰ γλαφυρὰ ταῦτα δρᾶσαι.
6 Εἴπερ οὖν δεῖ μὴ ἓν μόνον εἶναι—ἐκέκρυπτο γὰρ ἂν πάντα μορφὴν ἐν ἐκείνῳ οὐκ ἔχοντα, οὐδ’ ἂν ὑπῆρχέ τι τῶν ὄντων στάντος ἐν αὐτῷ ἐκείνου, οὐδ’ ἂν τὸ πλῆθος ἦν ἂν τῶν ὄντων τούτων τῶν ἀπὸ τοῦ ἑνὸς γεννηθέντων μὴ τῶν μετ’ αὐτὰ τὴν πρόοδον λαβόντων, ἃ ψυχῶν εἴληχε τάξιν—τὸν αὐτὸν τρόπον οὐδὲ ψυχὰς ἔδει μόνον εἶναι μὴ τῶν δι’ αὐτὰς γενομένων φανέντων, εἴπερ ἑκάστῃ φύσει τοῦτο ἔνεστι τὸ μετ’ αὐτὴν ποιεῖν καὶ ἐξελίττεσθαι οἷον σπέρματος ἔκ τινος ἀμεροῦς ἀρχῆς εἰς τέλος τὸ αἰσθητὸν ἰούσης, μένοντος μὲν ἀεὶ τοῦ προτέρου ἐν τῇ οἰκείᾳ ἕδρᾳ, τοῦ δὲ μετ’ αὐτὸ οἷον γεννωμένου ἐκ δυνάμεως ἀφάτου, ὅση ἐν ἐκείνοις, ἣν οὐκ ἔδει στῆσαι οἷον περιγράψαντα φθόνῳ, χωρεῖν δὲ ἀεί, ἕως εἰς ἔσχατον μέχρι τοῦ δυνατοῦ τὰ πάντα ἥκῃ αἰτίᾳ δυνάμεως ἀπλέτου ἐπὶ πάντα παρ’ αὐτῆς πεμπούσης καὶ οὐδὲν περιιδεῖν ἄμοιρον αὐτῆς δυναμένης. Οὐ γὰρ δὴ ἦν ὃ ἐκώλυεν ὁτιοῦν ἄμοιρον εἶναι φύσεως ἀγαθοῦ, καθόσον ἕκαστον οἷόν τ’ ἦν μεταλαμβάνειν. Εἴτ’ οὖν ἦν ἀεὶ ἡ τῆς ὕλης φύσις, οὐχ οἷόν τε ἦν αὐτὴν μὴ μετασχεῖν οὖσαν τοῦ πᾶσι τὸ ἀγαθὸν καθόσον δύναται ἕκαστον χορηγοῦντος· εἴτ’ ἠκολούθησεν ἐξ ἀνάγκης ἡ γένεσις αὐτῆς τοῖς πρὸ αὐτῆς αἰτίοις, οὐδ’ ὣς ἔδει χωρὶς εἶναι, ἀδυναμίᾳ πρὶν εἰς αὐτὴν ἐλθεῖν στάντος τοῦ καὶ τὸ εἶναι οἷον ἐν χάριτι δόντος. Δεῖξις οὖν τῶν ἀρίστων ἐν νοητοῖς τὸ ἐν αἰσθητῷ κάλλιστον, τῆς τε δυνάμεως τῆς τε ἀγαθότητος αὐτῶν, καὶ συνέχεται πάντα εἰσαεὶ τά τε νοητῶς τά τε αἰσθητῶς ὄντα, τὰ μὲν παρ’ αὐτῶν ὄντα, τὰ δὲ μετοχῇ τούτων τὸ εἶναι εἰσαεὶ λαβόντα, μιμούμενα τὴν νοητὴν καθόσον δύναται φύσιν.
7 Διττῆς δὲ φύσεως ταύτης οὔσης, νοητῆς, τῆς δὲ αἰσθητῆς, ἄμεινον μὲν ψυχῇ ἐν τῷ νοητῷ εἶναι, ἀνάγκη γε μὴν ἔχειν καὶ τοῦ αἰσθητοῦ μεταλαμβάνειν τοιαύτην φύσιν ἐχούσῃ, καὶ οὐκ ἀγανακτητέον αὐτὴν ἑαυτῇ, εἰ μὴ πάντα ἐστὶ τὸ κρεῖττον, μέσην τάξιν ἐν τοῖς οὖσιν ἐπισχοῦσαν, θείας μὲν μοίρας οὖσαν, ἐν ἐσχάτῳ δὲ τοῦ νοητοῦ οὖσαν, ὡς ὅμορον οὖσαν τῇ αἰσθητῇ φύσει διδόναι μέν τι τούτῳ τῶν παρ’ αὐτῆς, ἀντιλαμβάνειν δὲ καὶ παρ’ αὐτοῦ, εἰ μὴ μετὰ τοῦ αὐτῆς ἀσφαλοῦς διακοσμοῖ, προθυμίᾳ δὲ πλείονι εἰς τὸ εἴσω δύοιτο μὴ μείνασα ὅλη μεθ’ ὅλης, ἄλλως τε καὶ δυνατὸν αὐτῇ πάλιν ἐξαναδῦναι, ἱστορίαν ὧν ἐνταῦθα εἶδέ τε καὶ ἔπαθε προσλαβούσῃ καὶ μαθούσῃ, οἷον ἄρα ἐστὶν ἐκεῖ εἶναι, καὶ τῇ παραθέσει τῶν οἷον ἐναντίων οἷον σαφέστερον τὰ ἀμείνω μαθούσῃ. Γνῶσις γὰρ ἐναργεστέρα τἀγαθοῦ ἡ τοῦ κακοῦ πεῖρα οἷς ἡ δύναμις ἀσθενεστέρα, ἢ ὥστε ἐπιστήμῃ τὸ κακὸν πρὸ πείρας γνῶναι. Ὥσπερ δὲ ἡ νοερὰ διέξοδος κατάβασίς ἐστιν εἰς ἔσχατον τὸ χεῖρον—οὐ γὰρ ἔνι εἰς τὸ ἐπέκεινα ἀναβῆναι, ἀλλ’ ἀνάγκη ἐνεργήσασαν ἐξ ἑαυτῆς καὶ μὴ δυνηθεῖσαν μεῖναι ἐφ’ ἑαυτῆς φύσεως δὴ ἀνάγκῃ καὶ νόμῳ μέχρι ψυχῆς ἐλθεῖν· τέλος γὰρ αὐτῇ τοῦτο· ταύτῃ δὲ τὸ ἐφεξῆς παραδοῦναι αὐτὴν πάλιν ἀναδραμοῦσαν— οὕτως καὶ ψυχῆς ἐνέργεια· τὸ μὲν μετ’ αὐτὴν τὰ τῇδε, τὸ δὲ πρὸ αὐτῆς ἡ θέα τῶν ὄντων, ταῖς μὲν παρὰ μέρος καὶ χρόνῳ γιγνομένου τοῦ τοιούτου καὶ ἐν τῷ χείρονι γιγνομένης ἐπιστροφῆς πρὸς τὰ ἀμείνω, τῇ δὲ λεγομένῃ τοῦ παντὸς εἶναι τὸ μηδ’ ἐν τῷ χείρονι ἔργῳ γεγονέναι, ἀπαθεῖ δὲ κακῶν οὔσῃ θεωρίᾳ τε περινοεῖν τὰ ὑπ’ αὐτὴν ἐξηρτῆσθαί τε τῶν πρὸ αὐτῆς ἀεί· ἢ ἅμα δυνατὸν καὶ ἄμφω, λαμβανούσῃ μὲν ἐκεῖθεν, χορηγούσῃ δὲ ἅμα ἐνταῦθα, ἐπείπερ ἀμήχανον ἦν μὴ καὶ τούτων ἐφάπτεσθαι ψυχῇ οὔσῃ.
8 Καὶ εἰ χρὴ παρὰ δόξαν τῶν ἄλλων τολμῆσαι τὸ φαινόμενον λέγειν σαφέστερον, οὐ πᾶσα οὐδ’ ἡ ἡμετέρα ψυχὴ ἔδυ, ἀλλ’ ἔστι τι αὐτῆς ἐν τῷ νοητῷ ἀεί· τὸ δὲ ἐν τῷ αἰσθητῷ εἰ κρατοῖ, μᾶλλον δὲ εἰ κρατοῖτο καὶ θορυβοῖτο, οὐκ ἐᾷ αἴσθησιν ἡμῖν εἶναι ὧν θεᾶται τὸ τῆς ψυχῆς ἄνω. Τότε γὰρ ἔρχεται εἰς ἡμᾶς τὸ νοηθέν, ὅταν εἰς αἴσθησιν ἥκῃ καταβαῖνον· οὐ γὰρ πᾶν, ὃ γίγνεται περὶ ὁτιοῦν μέρος ψυχῆς, γινώσκομεν, πρὶν ἂν εἰς ὅλην τὴν ψυχὴν ἥκῃ· οἷον καὶ ἐπιθυμία ἐν τῷ ἐπιθυμητικῷ μένουσα 〈οὐ〉 γιγνώσκεται ἡμῖν, ἀλλ’ ὅταν τῇ αἰσθητικῇ τῇ ἔνδον δυνάμει ἢ καὶ διανοητικῇ ἀντιλαβώμεθα ἢ ἄμφω. Πᾶσα γὰρ ψυχὴ ἔχει τι καὶ τοῦ κάτω πρὸς σῶμα καὶ τοῦ ἄνω πρὸς νοῦν. Καὶ ἡ μὲν ὅλη καὶ ὅλου τῷ αὐτῆς μέρει τῷ πρὸς τὸ σῶμα τὸ ὅλον κοσμεῖ ὑπερέχουσα ἀπόνως, ὅτι μηδ’ ἐκ λογισμοῦ, ὡς ἡμεῖς, ἀλλὰ νῷ, ὡς ἡ τέχνη οὐ βουλεύεται τὸ κάτω αὐτῆς κοσμοῦντος ὅ τι ὅλου. Αἱ δ’ ἐν μέρει γινόμεναι καὶ μέρους ἔχουσι μὲν καὶ αὗται τὸ ὑπερέχον, ἄσχολοι δὲ τῇ αἰσθήσει καὶ ἀντιλήψει πολλῶν ἀντιλαμβανόμεναι τῶν παρὰ φύσιν καὶ λυπούντων καὶ ταραττόντων, ἅτε οὗ ἐπιμέλονται μέρους καὶ ἐλλειποῦς καὶ πολλὰ ἔχοντος τὰ ἀλλότρια κύκλῳ, πολλὰ δὲ ὧν ἐφίεται· καὶ ἥδεται δὲ καὶ ἡδονὴ ἠπάτησε. Τὸ δέ ἐστι καὶ ἀνήδονον ὂν τὰς προσκαίρους ἡδονάς, ἡ δὲ διαγωγὴ ὁμοία.
6.4.8 О схождении души в тело
1 Часто, пробуждаясь к себе самому от тела, и оказываясь вне всего, но внутри себя, созерцая поразительного величия красоту, и твердо зная, что теперь более всего я принадлежу высшей доле, и на деле ведя наилучшую жизнь, придя в тождество с богом и утвердившись в нем, и достигши тамошней деятельности по утверждении себя превыше всего умопостигаемого, после этого неподвижного пребывания в божестве свергшись с ума в рассуждение, недоумеваю, каким это образом я свергаюсь и теперь, и как некогда моя душа оказалась внутри этого тела, будучи тем, чем она предстала сама по себе, хотя и находилась в теле.
В самом деле, и предписавший нам исследовать это Гераклит, считавший необходимыми «перемены» из противоположных качеств и сказавший о «пути вверх вниз», и «переменившись, успокаивается», а также «устаешь все тем же страдать, тому же служить», — оставил строить догадки, вместо того чтобы сделать ясной для нас свою речь, поскольку, видимо, считал, что должно искать это в самих себе, как в поисках нашел и он сам. И Эмпедокл, сказавший о законе для согрешивших душ пасть в этот мир и что сам он — «изгнанник от бога» — пришел, «подчинившись бешеной Ненависти», хотел открыть ровно столько, сколько, как я думаю, и Пифагор с его последователями, которые в загадках говорили об этом и о многом другом.
Впрочем, его неясность может объясняться еще и поэтической формой.
Но у нас есть еще божественный Платон, который сказал много прекрасного о душе и не раз в своих сочинениях говорил об ее схождении, так что у нас есть надежда найти у него некоторую ясность.
Что же говорит этот философ?
Мы обнаружим, что не везде он говорит одно и то же, чтобы можно было с легкостью понять его намерение,
но, повсюду презирая все чувственное и порицая связь души и тела, он говорит, что душа «в оковах» тела и в нем погребена, и что «велико слово таинств» о том, что душа находится «под стражей»;
и «пещера» у него (как у Эмпедокла «гроб») означает, по моему представлению, этот наш мир, когда он говорит, что «освобождением от оков и восхождением» из пещеры является для души шествие «к горнему».
В «Федре» причина схождения сюда — потеря перьев;
и круговращения у него вновь несут восходящую душу сюда; а также иные души ниспосылаются сюда приговорами, и жребиями, и случайностями, и необходимостями.
И хотя во всех этих сочинениях Платон порицал схождение души в тело, в «Тимее», когда он говорит об этом нашем мире, то восхваляет красоту мира, и говорит, что он — «блаженный бог» и что душа от «благого демиурга» дана для того, чтобы этот наш мир был «разумным», поскольку ему следовало быть разумным, а стать таким без души он не мог.
Поэтому и душа мира с этой целью была послана в него от бога, и душа каждого из нас, то есть чтоб был совершенным, поскольку следовало, чтобы столько родов живых существ было в чувственном порядке, сколько есть их в умопостигаемом.
2 Поэтому выходит, что мы, стремясь понять мнение Платона о нашей душе, по необходимости касаемся вопроса о душе в целом, о том, как это ей пришлось сочетаться с телом;
и о природе мира, то есть о том, каким следует считать этот мир, где душа обретается то ли добровольно, то ли по принуждению, то ли каким иным способом;
а также о создателе: то ли он просто создал, то ли — наподобие наших душ, которым приходилось — поскольку они вселяются в худшие тела — очень глубоко ради них погружаться, если только они хотели управлять ими, поскольку каждое рассеялось бы и унеслось в свое место (а в нашем мире все естественным образом находится в своем месте),
причем все тела нуждаются в обильном и хлопотливом попечении, поскольку сталкиваются с многочисленными чужими воздействиями, всегда одержимы нуждой и — как находящиеся в великом неудобстве — нуждаются во всяческой помощи.
Но если тело совершенно, достаточно, самодовлеюще и в нем нет ничего противного природе, ему нужен вроде как краткий приказ. Поэтому душа мира, каково есть ее природное хотение, в таком она и пребывает постоянно без вожделений и аффектов: потому что «ничто не выходит за его пределы и не входит извне».
Именно поэтому он говорит, что также и наша душа, если окажется вместе с той, совершенной, то и сама, приобретя совершенство, «парит в вышине и управляет всем миром»: когда перестает быть внутри тел и быть чьей-то, тогда и она — как и душа мира — будет без труда управлять всем, поскольку для души нет худа в том, что она так или иначе предоставляет телу возможность благоустроенности и бытия, так как не всякая забота о худшем лишает то, что заботится, пребывания в наилучшем.
Дело в том, что любая забота двояка:
всеобщее упорядочивает недеятельным внушением — самим своим царственным присутствием,
а забота о частном наполняет то, что воздействует, природой предмета воздействия, поскольку оно воздействует, уже само соприкасаясь с предметом воздействия.
Если считать, что таким образом божественная душа вечно управляет целокупным небом, — то есть возвышается своей лучшей частью, — а внутрь неба посылает низшую силу, тогда уже нельзя считать, что бог виновен в том, что душою мира создано в худшем;
в то же время душа не лишается своих природных свойств: если они у нее от века, они будут всегда и не могут быть противны ее природе, поскольку непрерывно наличествуют у нее всегда, никогда не начинавшись.
И когда Платон говорит, что души звезд таким же образом относятся к своему телу, как душа мира к миру («он поместил» и их «тела в круговращения» души), он должен сохранять за ними свойственное звездам блаженство. Потому что есть две вещи, из-за которых связь души с телом может огорчать: эта связь оказывается «помехой» размышлений и «наполняет» душу удовольствиями, «вожделениями» и скорбями.
Ни то, ни другое не может возникать в душе, которая не погрузилась внутрь тела, не есть чья-то душа и не стала принадлежать телу, вместо того чтобы оно подчинялось ей;
в душе, которая остается такой, что ни в чем не нуждается и ни в чем не испытывает недостатка, и потому не подвергается вожделениям или страхам, поскольку она не будет ожидать ничего опасного от такого тела и никакая занятость, вызванная обращенностью к дольнему, не отвлекает ее наилучшего и блаженного зрелища, так что она всегда погружена в тамошнее, недеятельной силою правя всем.
3 Что же касается человеческой души, которая, как говорят, претерпевает в теле все беды и «терзается», поскольку пребывает в неразумии, вожделениях, страхах и прочих бедах, и для которой тело — оковы и гробница, а мир для нее — пещера и гроб, то скажем теперь, каково мнение Платона об ее схождении, согласующееся с прежним, но исходящее из других причин. Итак, поскольку всеобщий ум пребывает в некоем месте мышления как целокупный и всеобщий, — каковое место мы считаем умопостигаемым миром, и также им охватываются прочие мыслящие силы и отдельные умы, потому что он не один единственный, но один и многие, — то и душ также должно быть много и при этом — одна душа, причем из этой одной — множество различных, как из единого рода — виды, то лучшие, то худшие, то есть одни более мыслящие, а другие — менее действенные в качестве таковых.
Потому что и там, в уме, одно — ум, в возможности охватывающий все остальное словно некое великое живое существо, а другое — каждое в отдельности, действительно обладающее тем, что тот охватывает в возможности.
Так, если есть некий город, охватывающий другие одушевленные существа, а душа города — совершеннейшая и сильнейшая, ничто не мешает и всем остальным быть той же природы. Или из всеобщего огня один — великий, а другие — малые огни, но вся огненная сущность есть сущность этого всеобщего огня, а скорее — та, от которой происходит и эта сущность всеобщего огня.
И хотя делом души — разумной души — является мышление, но все же не только мышление (потому что чем она тогда отличалась бы от ума?), поскольку присовокупив к своей мыслящей сущности еще и другое, она из-за этого и не осталась умом; и у нее также есть ее дело, если оно есть у всего, относящегося к умопостигаемому.
И глядя на то, что ей предшествует, она мыслит, а глядя на себя, упорядочивает то, что ниже ее, занимается, руководит и правит им, поскольку не может все неподвижно пребывать в умопостигаемом, если способно возникнуть и иное, — конечно, меньшее, но необходимо обладающее бытием, если необходимо быть и тому, что ему предшествует.
4 Отдельные души, устремляясь мыслью к тому, откуда они произошли, в возвращении к нему, но также обладая некоей силой и по отношению к здешнему (словно свет, который в своих истоках, конечно, связан с солнцем, но при этом без зависти уделяет себя тому, что ниже его) и не отказывая в содействии тому, что ниже их, остаются беспечальны, когда пребывают в умопостигаемом, а в небе вместе с целокупной душой соуправляют с ней — (наподобие приближенных к царю, властвующему над всем, которые соуправляют с ним, как и он не покидая царского местопребывания),
и тогда все они находятся вместе в одном и том же.
А удаляясь от целокупности мира, они и устремлены к какой-нибудь части, и принадлежат себе, и словно утомившись от совместного с другим пребывания, они удаляются каждая к свойственному ей.
Когда же душа ведет себя так в течение некоторого времени, избегая целого и в силу своей отделенности отступив от него, и не обращается взором к умопостигаемому,
тогда, став частью, — остается в одиночестве и слабеет, и беспокоится, и взирает на часть, и в силу отрешенности от целого вступает во что-то одно и бежит всего остального;
придя и обратившись к этому одному, со всех сторон ударяемому всею целокупностей вещей, она и от целого отступила, и с учетом обстоятельств управляет частным, будучи уже непосредственно связана с ним, предупреждая внешние воздействия, всегда присутствуя и глубоко погрузившись в его глубину.
Тогда-то с ней и приключатся то, что Платон называет утратой перьев и пребыванием в оковах тела, поскольку она лишается свойственной управлению сильнейшего невосприимчивости к злу, которая была у нее вместе с душой мира. То, что было прежде, то есть когда она восходила, было безусловно лучше для нее. Поэтому и считается, что она пала, и связана со своей темницей, и действует с опорой на чувства прежде всего из-за помех деятельности ее ума; и тогда говорится, что она погребена и находится в пещере; но вновь обратившись к мышлению, она и освобождается от оков, и восходит, как только начинает благодаря припоминанию «созерцать сущие»; потому что несмотря ни на что в ней всегда есть нечто возвышающееся.
Итак, души неизбежно оказываются вроде как амфибиями, поскольку живут попеременно и тамошней жизнью, и здешней: преимущественно тамошней те, что преимущественно связаны с умом; преимущественно здешней — кому от природы или по случаю свойственно противоположное; Платон до некоторой степени позволяет это понять, когда распределяет взятое из второго кратера и делит на части: тогда-то, по его словам, и оказывается необходимым, чтобы они перешли в становление, поскольку они и оказались этими частями.
А если он говорит, что бог засеял их, то это следует понимать как и в том случае, когда он делает его говорящим и вроде как произносящим речи: то, что существует в природе целого, рождается рассуждением, основанным на предпосылках, и в ходе последовательно проводимого доказательства творится то, что вечно возникает одним и тем же образом и обладает вечным бытием.
5 Поэтому не противоречит одно другому засев в становление и схождение ради придания всему совершенства; наказание и пещера; необходимость и добрая воля (поскольку необходимость не исключает добровольности) и пребывание в теле как в том, что есть зло;
и Эмпедокловы бегство от бога и странствие, а также грех, за которым следует наказание;
и Гераклитова передышка в бегстве;
и вообще добровольность схождения и вместе с тем — его невольность.
Дело в том, что все идущее к худшему, — невольно; но когда душа претерпевает худшее в результате собственного устремления, говорят о наказании за сделанное;
а когда претерпевать и совершать это оказывается для нее от века необходимо по закону природы, и она оказывается тем, что содействует пользе чего-то иного, сближаясь с ним в своем схождении свыше, — тогда, сказав, «бог послал», ты не погрешишь ни против истины, ни против себя самого. Не говоря уже о том, что от какого каждое начала происходит, к тому — даже если много посредств — и возводится даже в своих низших проявлениях.
И поскольку грех двояк: один связан с причиной схождения, а другой с тем, что душа совершает зло, уже оказавшись здесь, то одно наказание — само это состояние по схождении; наказание за другой грех — не слишком глубокое погружение в другие тела, причем сравнительно короткое
(при условии правильного суда, каковым словом «суд» Платон показывает происходящее по божественному установлению); а неумеренное зло заслуживает большее наказание под приглядом казнящих демонов.
Таким-то образом душа, хотя она и принадлежит к божественному и происходит из горних областей, оказывается внутри тела,
причем приходит сюда — поскольку она бог не самого высокого уровня — в силу своего вольного устремления, по причине свойственной ей силы, и для упорядочения низшего.
И если она уходит через короткое время, это ей не вредит, хотя она и приобретает знание зла, познает природу порока, проявляет свои способности и показывает свои свершения и свое творчество,
что оставалось бы нераскрытым, пока она покоилась в бестелесном и не обращалась всякий раз к той или иной деятельности, так что душе самой было бы неведомо, чем она владеет, если бы она не проявила себя и не совершила бы этого продвижения, — поскольку именно действительность выявляет во всем ту или иную возможность, которая оставалась бы совершенно скрытой и, так сказать, утаенной и несуществующей, если бы никогда не обретала действительного бытия.
В самом деле, мы восхищаемся внутренним, взирая на многообразие внешнего, а оно таково потому, что душа создала всю эту изысканную отделку.
6 Итак, если мы не хотим, чтобы существовало только единое, — потому что все в нем будучи лишено формы, пребывало бы скрытым;
и ничто из сущих не наличествовало бы, если бы едино оставалось в себе самом;
не было бы и множества сущих, родившихся от единого, если бы не получило продвижения существующее после него, получившее чин душ, — таким же точно образом не должны были существовать только души без появления того, что возникает благодаря им, если только каждой природе свойственно созидать следующее за ней и раскрываться, продвигаясь словно из семени из некоего неделимого начала до чувственно воспринимаемого завершения, причем предшествующее всякий раз пребывает в своем месте, а последующее, так сказать, рождается из некоей неизреченной силы, имеющейся у предшествующего, каковая не должна оставаться без движения, словно ее удерживает зависть, но всякий раз должна продвигаться, покамест все не достигнет последнего возможного предела благодаря безмерной силе, распространяющей то, что исходит от нее на все и не могущей допустить, чтобы хоть что-то было ей непричастно. Потому что поистине ничто не препятствует тому, чтобы любая вещь была причастна благу, насколько каждая может его вместить. И если всегда была материя, невозможно, чтобы и она, существуя, не была причастна уделяющему благо всем в соответствии со способностью каждого. Если же ее возникновение было необходимым следствием тех причин, которые ей предшествуют, то и в этом случае она не должна быть обособлена, как будто по немощи не дойдя остановился тот, кто прежде — скажем, из милости — уделил ей бытие.
Итак, самое прекрасное в чувственно воспринимаемом — обнаружение наилучшего в умопостигаемом, то есть его мощи и благости; и все навеки связано — то, что есть в умопостигаемом, и то, что в чувственном: одно существует само по себе, а другое благодаря причастности к нему навеки получило свое бытие, подражая насколько может умопостигаемой природе.
7 И поскольку природа ее двояка, умопостигаемая и чувственная, то, конечно, душе лучше быть в умопостигаемом; но приходится ей в силу ее природы быть причастной и к чувственно воспринимаемому;
так что не следует ей досадовать на себя самое, что, мол, не все у нее самое лучшее, поскольку она занимает в сущих средний разряд: она, конечно, причастна божественному уделу, но — пребывая на окраине умопостигаемого — она по-соседски дает чувственно воспринимаемой природе нечто от себя самой, а взамен получает и от нее, если управляет не заботясь о собственной безопасности и с чрезмерным рвением погружается вглубь, не пребывая больше вся с душой всего мира, хотя у нее есть возможность и вынырнуть обратно, после того как она приобрела осведомленность в том, что увидела и претерпела здесь:
тем самым она поняла, что значит быть там, так что сравнивая, можно сказать, противоположное она, можно сказать, отчетливей поняла, что лучше.
В самом деле, опыт зла дает более ясное понимание блага тем, кто неспособен благодаря науке понять зло до опыта.
И подобно тому, как умное продвижение оказывается схождением к пределу худшего, чем ум, — поскольку подняться в область запредельного ему нельзя, то приходится — действуя от самого себя и не имея возможности оставаться в себе самом в силу природной необходимости и закона — сходить вплоть до души: здесь — предел умного продвижения, и ей он уступает низшее, когда сам возвращается назад; —
так вот, такова и деятельность души: ниже нее — здешнее, выше — созерцание сущего; отдельные души, то одна, то другая, достигают этого созерцания время от времени, и происходит возвращение к лучшему в худшем;
а так называемая душа мира на деле и не бывает в худшем, но — будучи невосприимчивой к злу — умозрительно осмысляет подчиненное ей, и всегда связана с тем, что выше нее: я думаю, может быть сразу и то, и другое вместе, поскольку получает-то она оттуда, но сразу же поставляет сюда, так как у нее нет способа избежать связи и со здешним, раз она душа.
8 Поэтому если нужно отважиться вопреки мнению прочих яснее сказать о том, что мне представляется, то погружена не вся, и не наша душа, но некая ее часть всегда пребывает в умопостигаемом; а та часть, которая находится в чувственно воспринимаемом, ежели осиливает, — а вернее, ежели осилена и сбита с толку, — то не позволяет, чтобы мы ощущали то, что созерцает высшая часть души.
Дело в том, что мысленное доходит до нас тогда, когда оно, спустившись, проникает в чувство: потому что мы не осознаем всего, происходящего с той или иной частью души, пока оно не проникнет душу в целом; например, вожделение, пребывающее в вожделеющей части души, осознается нами, но только когда воспринимается внутренней ощущающей или мыслящей способностью души, или обеими вместе.
Потому что всякая душа обладает и низшей частью, связанной с телом, и высшей, связанной с умом.
Поэтому душа целокупная и целого мира той своей частью, которая связана с телом, упорядочивает целое, без труда возвышаясь над ним, так как она действует не на основе рассуждения, как мы, но благодаря уму (как «искусство не принимает решений»), когда то в ней, что принадлежит целому, упорядочивает ее низшую часть.
А те, что оказались частичными душами и одушевляют части, тоже, конечно, имеют нечто возвышенное; но их чувства и восприятия постоянно воспринимают множество противного их природе и потому огорчающего и смущающего их, поскольку та часть, о которой они заботятся, ущербна и окружена множеством чужеродного, и в то же время — множеством предметов стремления. И она получает удовольствие, но удовольствие это обманчиво.
Но есть нечто и чуждое кратковременным радостям, и у него — соответствующие удовольствия.