ΠΕΡΙ ΤΟΥ ΝΟΥ ΚΑΙ ΤΩΝ ΙΔΕΩΝ ΚΑΙ ΤΟΥ ΟΝΤΟΣ
1 Πάντες ἄνθρωποι ἐξ ἀρχῆς γενόμενοι αἰσθήσει πρὸ νοῦ χρησάμενοι καὶ τοῖς αἰσθητοῖς προσβαλόντες πρώτοις ἐξ ἀνάγκης οἱ μὲν ἐνταυθοῖ καταμείναντες διέζησαν ταῦτα πρῶτα καὶ ἔσχατα νομίσαντες, καὶ τὸ ἐν αὐτοῖς λυπηρόν τε καὶ ἡδὺ τὸ μὲν κακόν, τὸ δὲ ἀγαθὸν ὑπολαβόντες ἀρκεῖν ἐνόμισαν, καὶ τὸ μὲν διώκοντες, τὸ δ’ ἀποικονομούμενοι διεγένοντο. Καὶ σοφίαν ταύτην οἵ γε λόγου μεταποιούμενοι αὐτῶν ἔθεντο, οἷα οἱ βαρεῖς τῶν ὀρνίθων, οἳ πολλὰ ἐκ γῆς λαβόντες καὶ βαρυνθέντες ὑψοῦ πτῆναι ἀδυνατοῦσι καίπερ πτερὰ παρὰ τῆς φύσεως λαβόντες. Οἱ δὲ ἤρθησαν μὲν ὀλίγον ἐκ τῶν κάτω κινοῦντος αὐτοὺς πρὸς τὸ κάλλιον ἀπὸ τοῦ ἡδέος τοῦ τῆς ψυχῆς κρείττονος, ἀδυνατήσαντες δὲ ἰδεῖν τὸ ἄνω, ὡς οὐκ ἔχοντες ἄλλο, ὅπου στήσονται, κατηνέχθησαν σὺν τῷ τῆς ἀρετῆς ὀνόματι ἐπὶ πράξεις καὶ ἐκλογὰς τῶν κάτω, ἀφ’ ὧν ἐπεχείρησαν τὸ πρῶτον αἴρεσθαι. Τρίτον δὲ γένος θείων ἀνθρώπων δυνάμει τε κρείττονι καὶ ὀξύτητι ὀμμάτων εἶδέ τε ὥσπερ ὑπὸ ὀξυδορκίας τὴν ἄνω αἴγλην καὶ ἤρθη τε ἐκεῖ οἷον ὑπὲρ νεφῶν καὶ τῆς ἐνταῦθα ἀχλύος καὶ ἔμεινεν ἐκεῖ τὰ τῇδε ὑπεριδὸν πάντα ἡσθὲν τῷ τόπῳ ἀληθινῷ καὶ οἰκείῳ ὄντι, ὥσπερ ἐκ πολλῆς πλάνης εἰς πατρίδα εὔνομον ἀφικόμενος ἄνθρωπος.
2 Τίς οὖν οὗτος ὁ τόπος; Καὶ πῶς ἄν τις εἰς αὐτὸν ἀφίκοιτο; Ἀφίκοιτο μὲν ἂν ὁ φύσει ἐρωτικὸς καὶ ὄντως τὴν διάθεσιν ἐξ ἀρχῆς φιλόσοφος, ὠδίνων μέν, ἅτε ἐρωτικός, περὶ τὸ καλόν, οὐκ ἀνασχόμενος δὲ τοῦ ἐν σώματι κάλλους, ἀλλ’ ἔνθεν ἀναφυγὼν ἐπὶ τὰ τῆς ψυχῆς κάλλη, ἀρετὰς καὶ ἐπιστήμας καὶ ἐπιτηδεύματα καὶ νόμους, πάλιν αὖ ἐπαναβαίνει ἐπὶ τὴν τῶν ἐν ψυχῇ καλῶν αἰτίαν, καὶ εἴ τι πάλιν αὖ πρὸ τούτου, ἕως ἐπ’ ἔσχατον ἥκῃ τὸ πρῶτον, ὃ παρ’ αὐτοῦ καλόν. Ἔνθα καὶ ἐλθὼν ὠδῖνος παύσεται, πρότερον δὲ οὔ. Ἀλλὰ πῶς ἀναβήσεται, καὶ πόθεν ἡ δύναμις αὐτῷ, καὶ τίς λόγος τοῦτον τὸν ἔρωτα παιδαγωγήσεται; Ἢ ὅδε· τοῦτο τὸ κάλλος τὸ ἐπὶ τοῖς σώμασιν ἐπακτόν ἐστι τοῖς σώμασι· μορφαὶ γὰρ αὗται σωμάτων ὡς ἐπὶ ὕλῃ αὐτοῖς. Μεταβάλλει γοῦν τὸ ὑποκείμενον καὶ ἐκ καλοῦ αἰσχρὸν γίνεται. Μεθέξει ἄρα, φησὶν ὁ λόγος. Τί οὖν τὸ ποιῆσαν σῶμα καλόν; Ἄλλως μὲν κάλλους παρουσία, ἄλλως δὲ ψυχή, ἣ ἔπλασέ τε καὶ μορφὴν τοιάνδε ἐνῆκε. Τί οὖν; Ψυχὴ παρ’ αὑτῆς καλόν; Ἢ οὔ. Οὐ γὰρ ἡ μὲν ἦν φρόνιμός τε καὶ καλή, ἡ δὲ ἄφρων τε καὶ αἰσχρά. Φρονήσει ἄρα τὸ καλὸν περὶ ψυχήν. Καὶ τίς οὖν ὁ φρόνησιν δοὺς ψυχῇ; Ἢ νοῦς ἐξ ἀνάγκης, νοῦς δὲ οὐ ποτὲ μὲν νοῦς, ποτὲ δὲ ἄνους, ὅ γε ἀληθινός. Παρ’ αὑτοῦ ἄρα καλός. Καὶ πότερον δὴ ἐνταῦθα δεῖ στῆναι ὡς πρῶτον, ἢ καὶ νοῦ ἐπέκεινα δεῖ ἰέναι, νοῦς δὲ προέστηκε μὲν ἀρχῆς τῆς πρώτης ὡς πρὸς ἡμᾶς, ὥσπερ ἐν προθύροις τἀγαθοῦ ἀπαγγέλλων ἐν αὐτῷ τὰ πάντα, ὥσπερ ἐκείνου τύπος μᾶλλον ἐν πλήθει ἐκείνου πάντη μένοντος ἐν ἑνί;
3 Ἐπισκεπτέον δὲ ταύτην τὴν νοῦ φύσιν, ἣν ἐπαγγέλλεται ὁ λόγος εἶναι τὸ ὂν ὄντως καὶ τὴν ἀληθῆ οὐσίαν, πρότερον βεβαιωσαμένους κατ’ ἄλλην ὁδὸν ἰόντας, ὅτι δεῖ εἶναί τινα τοιαύτην. Ἴσως μὲν οὖν γελοῖον ζητεῖν, εἰ νοῦς ἐστιν ἐν τοῖς οὖσι· τάχα δ’ ἄν τινες καὶ περὶ τούτου διαμφισβητοῖεν. Μᾶλλον δέ, εἰ τοιοῦτος, οἷόν φαμεν, καὶ εἰ χωριστός τις, καὶ εἰ οὗτος τὰ ὄντα καὶ ἡ τῶν εἰδῶν φύσις ἐνταῦθα, περὶ οὗ καὶ τὰ νῦν εἰπεῖν πρόκειται. Ὁρῶμεν δὴ τὰ λεγόμενα εἶναι πάντα σύνθετα καὶ ἁπλοῦν αὐτῶν οὐδὲ ἕν, ἅ τε τέχνη ἐργάζεται ἕκαστα, ἅ τε συνέστηκε φύσει. Τά τε γὰρ τεχνητὰ ἔχει χαλκὸν ἢ ξύλον ἢ λίθον καὶ παρὰ τούτων οὔπω τετέλεσται, πρὶν ἂν ἡ τέχνη ἑκάστη ἡ μὲν ἀνδριάντα, ἡ δὲ κλίνην, ἡ δὲ οἰκίαν ἐργάσηται εἴδους τοῦ παρ’ αὑτῇ ἐνθέσει. Καὶ μὴν καὶ τὰ φύσει συνεστῶτα τὰ μὲν πολυσύνθετα αὐτῶν καὶ συγκρίματα καλούμενα ἀναλύσεις εἰς τὸ ἐπὶ πᾶσι τοῖς συγκριθεῖσιν εἶδος· οἷον ἄνθρωπον εἰς ψυχὴν καὶ σῶμα, καὶ τὸ σῶμα εἰς τὰ τέσσαρα. Ἕκαστον δὲ τούτων σύνθετον εὑρὼν ἐξ ὕλης καὶ τοῦ μορφοῦντος—ὕλη γὰρ παρ’ αὑτῆς ἡ τῶν στοιχείων ἄμορφος—ζητήσεις τὸ εἶδος ὅθεν τῇ ὕλῃ. Ζητήσεις δ’ αὖ καὶ τὴν ψυχὴν πότερα τῶν ἁπλῶν ἤδη, ἢ ἔνι τι ἐν αὐτῇ τὸ μὲν ὡς ὕλη, τὸ δὲ εἶδος, ὁ νοῦς ὁ ἐν αὐτῇ, ὁ μὲν ὡς ἡ ἐπὶ τῷ χαλκῷ μορφή, ὁ δὲ οἷος ὁ τὴν μορφὴν ἐν τῷ χαλκῷ ποιήσας. Τὰ αὐτὰ δὲ ταῦτα καὶ ἐπὶ τοῦ παντὸς μεταφέρων τις ἀναβήσεται καὶ ἐνταῦθα ἐπὶ νοῦν ποιητὴν ὄντως καὶ δημιουργὸν τιθέμενος, καὶ φήσει τὸ ὑποκείμενον δεξάμενον μορφὰς τὸ μὲν πῦρ, τὸ δὲ ὕδωρ, τὸ δὲ ἀέρα καὶ γῆν γενέσθαι, τὰς δὲ μορφὰς ταύτας παρ’ ἄλλου ἥκειν· τοῦτο δὲ εἶναι ψυχήν· ψυχὴν δὲ αὖ καὶ ἐπὶ τοῖς τέτρασι τὴν κόσμου μορφὴν δοῦναι· ταύτῃ δὲ νοῦν χορηγὸν τῶν λόγων γεγονέναι, ὥσπερ καὶ ταῖς τῶν τεχνιτῶν ψυχαῖς παρὰ τῶν τεχνῶν τοὺς εἰς τὸ ἐνεργεῖν λόγους· νοῦν δὲ τὸν μὲν ὡς εἶδος τῆς ψυχῆς, τὸν κατὰ τὴν μορφήν, τὸν δὲ τὸν τὴν μορφὴν παρέχοντα ὡς τὸν ποιητὴν τοῦ ἀνδριάντος, ᾧ πάντα ἐνυπάρχει, ἃ δίδωσιν. Ἐγγὺς μὲν ἀληθείας, ἃ δίδωσι ψυχῇ· ἃ δὲ τὸ σῶμα δέχεται, εἴδωλα ἤδη καὶ μιμήματα.
4 Διὰ τί οὖν δεῖ ἐπὶ ψυχῇ ἀνιέναι, ἀλλ’ οὐκ αὐτὴν εἶναι τίθεσθαι τὸ πρῶτον; Ἢ πρῶτον μὲν νοῦς ψυχῆς ἕτερον καὶ κρεῖττον· τὸ δὲ κρεῖττον φύσει πρῶτον. Οὐ γὰρ δή, ὡς οἴονται, ψυχὴ νοῦν τελεωθεῖσα γεννᾷ· πόθεν γὰρ τὸ δυνάμει ἐνεργείᾳ ἔσται, μὴ τοῦ εἰς ἐνέργειαν ἄγοντος αἰτίου ὄντος; Εἰ γὰρ κατὰ τύχην, ἐνδέχεται μὴ ἐλθεῖν εἰς ἐνέργειαν. Διὸ δεῖ τὰ πρῶτα ἐνεργείᾳ τίθεσθαι καὶ ἀπροσδεᾶ καὶ τέλεια· τὰ δὲ ἀτελῆ ὕστερα ἀπ’ ἐκείνων, τελειούμενα δὲ παρ’ αὐτῶν τῶν γεγεννηκότων δίκην πατέρων τελειούντων, ἃ κατ’ ἀρχὰς ἀτελῆ ἐγέννησαν· καὶ εἶναι μὲν ὕλην πρὸς τὸ ποιῆσαν τὸ πρῶτον, εἶτ’ αὐτὴν ἔμμορφον ἀποτελεῖσθαι. Εἰ δὲ δὴ καὶ ἐμπαθὲς ψυχή, δεῖ δέ τι ἀπαθὲς εἶναι—ἢ πάντα τῷ χρόνῳ ἀπολεῖται— δεῖ τι πρὸ ψυχῆς εἶναι. Καὶ εἰ ἐν κόσμῳ ψυχή, ἐκτὸς δὲ δεῖ τι κόσμου εἶναι, καὶ ταύτῃ πρὸ ψυχῆς δεῖ τι εἶναι. Εἰ γὰρ τὸ ἐν κόσμῳ τὸ ἐν σώματι καὶ ὕλῃ, οὐδὲν ταὐτὸν μενεῖ· ὥστε ἄνθρωπος καὶ πάντες λόγοι οὐκ ἀίδιοι οὐδὲ οἱ αὐτοί. Καὶ ὅτι μὲν νοῦν πρὸ ψυχῆς εἶναι δεῖ, ἐκ τούτων καὶ ἐξ ἄλλων πολλῶν ἄν τις θεωρήσειε.
5 Δεῖ δὲ νοῦν λαμβάνειν, εἴπερ ἐπαληθεύσομεν τῷ ὀνόματι, μὴ τὸν δυνάμει μηδὲ τὸν ἐξ ἀφροσύνης εἰς νοῦν ἐλθόντα—εἰ δὲ μή, ἄλλον πάλιν αὖ πρὸ αὐτοῦ ζητήσομεν— ἀλλὰ τὸν ἐνεργείᾳ καὶ ἀεὶ νοῦν ὄντα. Εἰ δὲ μὴ ἐπακτὸν τὸ φρονεῖν ἔχει, εἴ τι νοεῖ, παρ’ αὑτοῦ νοεῖ, καὶ εἴ τι ἔχει, παρ’ αὑτοῦ ἔχει. Εἰ δὲ παρ’ αὑτοῦ καὶ ἐξ αὑτοῦ νοεῖ, αὐτός ἐστιν ἃ νοεῖ. Εἰ γὰρ ἡ μὲν οὐσία αὐτοῦ ἄλλη, ἃ δὲ νοεῖ ἕτερα αὐτοῦ, αὐτὴ ἡ οὐσία αὐτοῦ ἀνόητος ἔσται· καὶ δυνάμει, οὐκ ἐνεργείᾳ αὖ. Οὐ χωριστέον οὖν οὐδέτερον ἀπὸ θατέρου. Ἔθος δὲ ἡμῖν ἀπὸ τῶν παρ’ ἡμῖν κἀκεῖνα ταῖς ἐπινοίαις χωρίζειν. Τί οὖν ἐνεργεῖ καὶ τί νοεῖ, ἵνα ἐκεῖνα αὐτὸν ἃ νοεῖ θώμεθα; Ἢ δῆλον ὅτι νοῦς ὢν ὄντως νοεῖ τὰ ὄντα καὶ ὑφίστησιν. Ἔστιν ἄρα τὰ ὄντα. Ἢ γὰρ ἑτέρωθι ὄντα αὐτὰ νοήσει, ἢ ἐν αὑτῷ ὡς αὐτὸν ὄντα. Ἑτέρωθι μὲν οὖν ἀδύνατον· ποῦ γάρ; Αὑτὸν ἄρα καὶ ἐν αὑτῷ. Οὐ γὰρ δὴ ἐν τοῖς αἰσθητοῖς, ὥσπερ οἴονται. Τὸ γὰρ πρῶτον ἕκαστον οὐ τὸ αἰσθητόν· τὸ γὰρ ἐν αὐτοῖς εἶδος ἐπὶ ὕλῃ εἴδωλον ὄντος, πᾶν τε εἶδος ἐν ἄλλῳ παρ’ ἄλλου εἰς ἐκεῖνο ἔρχεται καί ἐστιν εἰκὼν ἐκείνου. Εἰ δὲ καὶ ποιητὴν δεῖ εἶναι τοῦδε τοῦ παντός, οὐ τὰ ἐν τῷ μήπω ὄντι οὗτος νοήσει, ἵνα αὐτὸ ποιῇ. Πρὸ τοῦ κόσμου ἄρα δεῖ εἶναι ἐκεῖνα, οὐ τύπους ἀφ’ ἑτέρων, ἀλλὰ καὶ ἀρχέτυπα καὶ πρῶτα καὶ νοῦ οὐσίαν. Εἰ δὲ λόγους φήσουσιν ἀρκεῖν, ἀιδίους δῆλον· εἰ δὲ ἀιδίους καὶ ἀπαθεῖς, ἐν νῷ δεῖ εἶναι καὶ τοιούτῳ καὶ προτέρῳ ἕξεως καὶ φύσεως καὶ ψυχῆς· δυνάμει γὰρ ταῦτα. Ὁ νοῦς ἄρα τὰ ὄντα ὄντως, οὐχ οἷά ἐστιν ἄλλοθι νοῶν· οὐ γάρ ἐστιν οὔτε πρὸ αὐτοῦ οὔτε μετ’ αὐτόν· ἀλλὰ οἷον νομοθέτης πρῶτος, μᾶλλον δὲ νόμος αὐτὸς τοῦ εἶναι. Ὀρθῶς ἄρα τὸ γὰρ αὐτὸ νοεῖν ἐστί τε καὶ εἶναι καὶ ἡ τῶν ἄνευ ὕλης ἐπιστήμη ταὐτὸν τῷ πράγματι καὶ τὸ ἐμαυτὸν ἐδιζησάμην ὡς ἓν τῶν ὄντων· καὶ αἱ ἀναμνήσεις δέ· οὐδὲν γὰρ ἔξω τῶν ὄντων οὐδ’ ἐν τόπῳ, μένει δὲ ἀεὶ ἐν αὐτοῖς μεταβολὴν οὐδὲ φθορὰν δεχόμενα· διὸ καὶ ὄντως ὄντα. Ἢ γιγνόμενα καὶ ἀπολλύμενα ἐπακτῷ χρήσεται τῷ ὄντι, καὶ οὐκέτ’ ἐκεῖνα ἀλλ’ ἐκεῖνο τὸ ὂν ἔσται. Τὰ μὲν δὴ αἰσθητὰ μεθέξει ἐστὶν ἃ λέγεται τῆς ὑποκειμένης φύσεως μορφὴν ἰσχούσης ἄλλοθεν· οἷον χαλκὸς παρὰ ἀνδριαντοποιικῆς καὶ ξύλον παρὰ τεκτονικῆς διὰ εἰδώλου τῆς τέχνης εἰς αὐτὰ ἰούσης, τῆς δὲ τέχνης αὐτῆς ἔξω ὕλης ἐν ταυτότητι μενούσης καὶ τὸν ἀληθῆ ἀνδριάντα καὶ κλίνην ἐχούσης. Οὕτω δὴ καὶ ἐπὶ τῶν σωμάτων· καὶ τόδε πᾶν ἰνδαλμάτων μετέχον ἕτερα αὐτῶν δείκνυσι τὰ ὄντα, ἄτρεπτα μὲν ὄντα ἐκεῖνα, αὐτὰ δὲ τρεπόμενα, ἱδρυμένα τε ἐφ’ ἑαυτῶν, οὐ τόπου δεόμενα· οὐ γὰρ μεγέθη· νοερὰν δὲ καὶ αὐτάρκη ἑαυτοῖς ὑπόστασιν ἔχοντα. Σωμάτων γὰρ φύσις σῴζεσθαι παρ’ ἄλλου θέλει, νοῦς δὲ ἀνέχων θαυμαστῇ φύσει τὰ παρ’ αὑτῶν πίπτοντα, ὅπου ἱδρυθῇ αὐτὸς οὐ ζητεῖ.
6 Νοῦς μὲν δὴ ἔστω τὰ ὄντα, καὶ πάντα ἐν αὑτῷ οὐχ ὡς ἐν τόπῳ ἔχων, ἀλλ’ ὡς αὑτὸν ἔχων καὶ ἓν ὢν αὐτοῖς. Πάντα δὲ ὁμοῦ ἐκεῖ καὶ οὐδὲν ἧττον διακεκριμένα. Ἐπεὶ καὶ ψυχὴ ὁμοῦ ἔχουσα πολλὰς ἐπιστήμας ἐν ἑαυτῇ οὐδὲν ἔχει συγκεχυμένον, καὶ ἑκάστη πράττει τὸ αὑτῆς, ὅταν δέῃ, οὐ συνεφέλκουσα τὰς ἄλλας, νόημα δὲ ἕκαστον καθαρὸν ἐνεργεῖ ἐκ τῶν ἔνδον αὖ νοημάτων κειμένων. Οὕτως οὖν καὶ πολὺ μᾶλλον ὁ νοῦς ἐστιν ὁμοῦ πάντα καὶ αὖ οὐχ ὁμοῦ, ὅτι ἕκαστον δύναμις ἰδία. Ὁ δὲ πᾶς νοῦς περιέχει ὥσπερ γένος εἴδη καὶ ὥσπερ ὅλον μέρη. Καὶ αἱ τῶν σπερμάτων δὲ δυνάμεις εἰκόνα φέρουσι τοῦ λεγομένου· ἐν γὰρ τῷ ὅλῳ ἀδιάκριτα πάντα, καὶ οἱ λόγοι ὥσπερ ἐν ἑνὶ κέντρῳ· καὶ ὧς ἐστιν ἄλλος ὀφθαλμοῦ, ἄλλος δὲ χειρῶν λόγος τὸ ἕτερος εἶναι παρὰ τοῦ γενομένου ὑπ’ αὐτοῦ αἰσθητοῦ γνωσθείς. Αἱ μὲν οὖν ἐν τοῖς σπέρμασι δυνάμεις ἑκάστη αὐτῶν λόγος εἷς ὅλος μετὰ τῶν ἐν αὐτῷ ἐμπεριεχομένων μερῶν τὸ μὲν σωματικὸν ὕλην ἔχει, οἷον ὅσον ὑγρόν, αὐτὸς δὲ εἶδός ἐστι τὸ ὅλον καὶ λόγος ὁ αὐτὸς ὢν ψυχῆς εἴδει τῷ γεννῶντι, ἥ ἐστιν ἴνδαλμα ψυχῆς ἄλλης κρείττονος. Φύσιν δέ τινες αὐτὴν ὀνομάζουσιν τὴν ἐν τοῖς σπέρμασιν, ἣ ἐκεῖθεν ὁρμηθεῖσα ἀπὸ τῶν πρὸ αὐτῆς, ὥσπερ ἐκ πυρὸς φῶς, ἤστραψέ τε καὶ ἐμόρφωσε τὴν ὕλην οὐκ ὠθοῦσα οὐδὲ ταῖς πολυθρυλλήτοις μοχλείαις χρωμένη, δοῦσα δὲ τῶν λόγων.
7 Αἱ δὲ ἐπιστῆμαι ἐν ψυχῇ λογικῇ οὖσαι αἱ μὲν τῶν αἰσθητῶν—εἰ δεῖ ἐπιστήμας τούτων λέγειν, πρέπει δὲ αὐταῖς τὸ τῆς δόξης ὄνομα—ὕστεραι τῶν πραγμάτων οὖσαι εἰκόνες εἰσὶ τούτων· τῶν δὲ νοητῶν, αἳ δὴ καὶ ὄντως ἐπιστῆμαι, παρὰ νοῦ εἰς λογικὴν ψυχὴν ἐλθοῦσαι αἰσθητὸν μὲν οὐδὲν νοοῦσι· καθόσον δέ εἰσιν ἐπιστῆμαι, εἰσὶν αὐτὰ ἕκαστα ἃ νοοῦσι, καὶ ἔνδοθεν τό τε νοητὸν τήν τε νόησιν ἔχουσιν, ὅτι ὁ νοῦς ἔνδον—ὅ ἐστιν αὐτὰ τὰ πρῶτα—συνὼν αὐτῷ ἀεὶ καὶ ἐνεργείᾳ ὑπάρχων καὶ οὐκ ἐπιβάλλων ὡς οὐκ ἔχων ἢ ἐπικτώμενος ἢ διεξοδεύων οὐ προκεχειρισμένα— ψυχῆς γὰρ ταῦτα πάθη—ἀλλ’ ἕστηκεν ἐν αὑτῷ ὁμοῦ πάντα ὤν, οὐ νοήσας, ἵν’ ὑποστήσῃ ἕκαστα. Οὐ γάρ, ὅτ’ ἐνόησε θεόν, θεὸς ἐγένετο, οὐδέ, ὅτε ἐνόησε κίνησιν, κίνησις ἐγένετο. Ὅθεν καὶ τὸ λέγειν νοήσεις τὰ εἴδη, εἰ οὕτω λέγεται, ὡς, ἐπειδὴ ἐνόησε, τόδε ἐγένετο ἢ ἔστι τόδε, οὐκ ὀρθῶς· ταύτης γὰρ τῆς νοήσεως πρότερον δεῖ τὸ νοούμενον εἶναι. Ἢ πῶς ἂν ἔλθοι ἐπὶ τὸ νοεῖν αὐτό; Οὐ γὰρ δὴ κατὰ συντυχίαν οὐδὲ ἐπέβαλεν εἰκῇ.
8 Εἰ οὖν ἡ νόησις ἐνόντος, ἐκεῖνο τὸ εἶδος τὸ ἐνόν· καὶ ἡ ἰδέα αὕτη. Τί οὖν τοῦτο; Νοῦς καὶ ἡ νοερὰ οὐσία, οὐχ ἑτέρα τοῦ νοῦ ἑκάστη ἰδέα, ἀλλ’ ἑκάστη νοῦς. Καὶ ὅλος μὲν ὁ νοῦς τὰ πάντα εἴδη, ἕκαστον δὲ εἶδος νοῦς ἕκαστος, ὡς ἡ ὅλη ἐπιστήμη τὰ πάντα θεωρήματα, ἕκαστον δὲ μέρος τῆς ὅλης οὐχ ὡς διακεκριμένον τόπῳ, ἔχον δὲ δύναμιν ἕκαστον ἐν τῷ ὅλῳ. Ἔστιν οὖν οὗτος ὁ νοῦς ἐν αὑτῷ καὶ ἔχων ἑαυτὸν ἐν ἡσυχίᾳ κόρος ἀεί. Εἰ μὲν οὖν προεπενοεῖτο ὁ νοῦς πρότερος τοῦ ὄντος, ἔδει τὸν νοῦν λέγειν ἐνεργήσαντα καὶ νοήσαντα ἀποτελέσαι καὶ γεννῆσαι τὰ ὄντα· ἐπεὶ δὲ τὸ ὂν τοῦ νοῦ προεπινοεῖν ἀνάγκη, ἐγκεῖσθαι δεῖ τίθεσθαι ἐν τῷ νοοῦντι τὰ ὄντα, τὴν δὲ ἐνέργειαν καὶ τὴν νόησιν ἐπὶ τοῖς οὖσιν, οἷον ἐπὶ πῦρ ἤδη τὴν τοῦ πυρὸς ἐνέργειαν, ἵν’ ἓν ὄντα τὸν νοῦν ἐφ’ ἑαυτοῖς ἔχῃ ἐνέργειαν αὐτῶν. Ἔστι δὲ καὶ τὸ ὂν ἐνέργεια· μία οὖν ἀμφοῖν ἐνέργεια, μᾶλλον δὲ τὰ ἄμφω ἕν. Μία μὲν οὖν φύσις τό τε ὂν ὅ τε νοῦς· διὸ καὶ τὰ ὄντα καὶ ἡ τοῦ ὄντος ἐνέργεια καὶ ὁ νοῦς ὁ τοιοῦτος· καὶ αἱ οὕτω νοήσεις τὸ εἶδος καὶ ἡ μορφὴ τοῦ ὄντος καὶ ἡ ἐνέργεια. Ἐπινοεῖταί γε μὴν μεριζομένων ὑφ’ ἡμῶν θάτερα πρὸ τῶν ἑτέρων. Ἕτερος γὰρ ὁ μερίζων νοῦς, ὁ δὲ ἀμέριστος καὶ μὴ μερίζων τὸ ὂν καὶ τὰ πάντα.
9 Τίνα οὖν ἐστι τὰ ἐν ἑνὶ νῷ, ἃ νοοῦντες μερίζομεν ἡμεῖς; Δεῖ γὰρ αὐτὰ ἠρεμοῦντα προφέρειν, οἷον ἐξ ἐπιστήμης ἐν ἑνὶ οὔσης ἐπιθεωρεῖν τὰ ἐνόντα. Κόσμου δὴ τοῦδε ὄντος ζῴου περιεκτικοῦ ζῴων ἁπάντων καὶ παρ’ ἄλλου ἔχοντος τὸ εἶναι καὶ τοιῷδε εἶναι, παρ’ οὗ δέ ἐστιν εἰς νοῦν ἀναγομένου, ἀναγκαῖον καὶ ἐν νῷ τὸ ἀρχέτυπον πᾶν εἶναι, καὶ κόσμον νοητὸν τοῦτον τὸν νοῦν εἶναι, ὅν φησιν ὁ Πλάτων ἐν τῷ ὅ ἐστι ζῷον. Ὡς γὰρ ὄντος λόγου ζῴου τινός, οὔσης δὲ καὶ ὕλης τῆς τὸν λόγον τὸν σπερματικὸν δεξαμένης, ἀνάγκη ζῷον γενέσθαι, τὸν αὐτὸν τρόπον καὶ φύσεως νοερᾶς καὶ πανδυνάμου οὔσης καὶ οὐδενὸς διείργοντος, μηδενὸς ὄντος μεταξὺ τούτου καὶ τοῦ δέξασθαι δυναμένου, ἀνάγκη τὸ μὲν κοσμηθῆναι, τὸ δὲ κοσμῆσαι. Καὶ τὸ μὲν κοσμηθὲν ἔχει τὸ εἶδος μεμερισμένον, ἀλλαχοῦ ἄνθρωπον καὶ ἀλλαχοῦ ἥλιον· τὸ δὲ ἐν ἑνὶ πάντα.
10 Ὅσα μὲν οὖν ὡς εἴδη ἐν τῷ αἰσθητῷ ἐστι, ταῦτα ἐκεῖθεν· ὅσα δὲ μή, οὔ. Διὸ τῶν παρὰ φύσιν οὐκ ἔστιν ἐκεῖ οὐδέν, ὥσπερ οὐδὲ τῶν παρὰ τέχνην ἐστὶν ἐν ταῖς τέχναις, οὐδὲ ἐν τοῖς σπέρμασι χωλεία. Ποδῶν δὲ χωλεία ἡ δὴ ἐν τῇ γενέσει οὐ κρατήσαντος λόγου, ἡ δὲ ἐκ τύχης λύμῃ τοῦ εἴδους. Καὶ ποιότητες δὴ σύμφωνοι καὶ ποσότητες, ἀριθμοί τε καὶ μεγέθη καὶ σχέσεις, ποιήσεις τε καὶ πείσεις αἱ κατὰ φύσιν, κινήσεις τε καὶ στάσεις καθόλου τε καὶ ἐν μέρει τῶν ἐκεῖ. Ἀντὶ δὲ χρόνου αἰών. Ὁ δὲ τόπος ἐκεῖ νοερῶς τὸ ἄλλο ἐν ἄλλῳ. Ἐκεῖ μὲν οὖν ὁμοῦ πάντων ὄντων, ὅ τι ἂν λάβῃς αὐτῶν, οὐσία καὶ νοερά, καὶ ζωῆς ἕκαστον μετέχον, καὶ ταὐτὸν καὶ θάτερον, καὶ κίνησις καὶ στάσις, καὶ κινούμενον καὶ ἑστώς, καὶ οὐσία καὶ ποιόν, καὶ πάντα οὐσία. Καὶ γὰρ ἐνεργείᾳ, οὐ δυνάμει τὸ ὂν ἕκαστον· ὥστε οὐ κεχώρισται τὸ ποιὸν ἑκάστης οὐσίας. Ἆρ’ οὖν μόνα τὰ ἐν τῷ αἰσθητῷ ἐκεῖ, ἢ καὶ ἄλλα πλείω; Ἀλλὰ πρότερον περὶ τῶν κατὰ τέχνην σκεπτέον· κακοῦ γὰρ οὐδενός· τὸ γὰρ κακὸν ἐνταῦθα ἐξ ἐνδείας καὶ στερήσεως καὶ ἐλλείψεως, καὶ ὕλης ἀτυχούσης πάθος καὶ τοῦ ὕλῃ ὡμοιωμένου.
11 Τὰ οὖν κατὰ τέχνην καὶ αἱ τέχναι; Τῶν δὴ τεχνῶν ὅσαι μιμητικαί, γραφικὴ μὲν καὶ ἀνδριαντοποιία, ὄρχησίς τε καὶ χειρονομία, ἐνταῦθά που τὴν σύστασιν λαβοῦσαι καὶ αἰσθητῷ προσχρώμεναι παραδείγματι καὶ μιμούμεναι εἴδη τε καὶ κινήσεις τάς τε συμμετρίας ἃς ὁρῶσι μετατιθεῖσαι οὐκ ἂν εἰκότως ἐκεῖ ἀνάγοιντο, εἰ μὴ τῷ ἀνθρώπου λόγῳ. Εἰ δέ τις ἕξις ἐκ τῆς περὶ τὰ ζῷα συμμετρίας ὅλων ζῴων ἐπισκοποῖτο, μόριον ἂν εἴη δυνάμεως τῆς κἀκεῖ ἐπισκοπούσης καὶ θεωρούσης τὴν ἐν τῷ νοητῷ περὶ πάντα συμμετρίαν. Καὶ μὴν καὶ μουσικὴ πᾶσα περὶ ἁρμονίαν ἔχουσα καὶ ῥυθμόν—ᾗ μὲν περὶ ῥυθμὸν καὶ ἁρμονίαν, ἔχουσα τὰ νοήματα—τὸν αὐτὸν τρόπον ἂν εἴη, ὥσπερ καὶ ἡ περὶ τὸν νοητὸν ἀριθμὸν ἔχουσα. Ὅσαι δὲ ποιητικαὶ αἰσθητῶν τῶν κατὰ τέχνην, οἷον οἰκοδομικὴ καὶ τεκτονική, καθόσον συμμετρίαις προσχρῶνται, ἀρχὰς ἂν ἐκεῖθεν ἔχοιεν καὶ τῶν ἐκεῖ φρονήσεων· τῷ δὲ αἰσθητῷ ταῦτα συγκερασάμεναι τὸ ὅλον οὐκ ἂν εἶεν ἐκεῖ· ἢ ἐν τῷ ἀνθρώπῳ. Οὐ μὴν οὐδὲ γεωργία συλλαμβάνουσα αἰσθητῷ φυτῷ, ἰατρική τε τὴν ἐνταῦθα ὑγίειαν θεωροῦσα ἥ τε περὶ ἰσχὺν τήνδε καὶ εὐεξίαν· ἄλλη γὰρ ἐκεῖ δύναμις καὶ ὑγίεια, καθ’ ἣν ἀτρεμῆ πάντα καὶ ἱκανά, ὅσα ζῷα. Ῥητορεία δὲ καὶ στρατηγία, οἰκονομία τε καὶ βασιλική, εἴ τινες αὐτῶν τὸ καλὸν κοινωνοῦσι ταῖς πράξεσιν, εἰ ἐκεῖνο θεωροῖεν, μοῖραν ἐκεῖθεν εἰς ἐπιστήμην ἔχουσιν ἐκ τῆς ἐπιστήμης τῆς ἐκεῖ. Γεωμετρία δὲ νοητῶν οὖσα τακτέα ἐκεῖ, σοφία τε ἀνωτάτω περὶ τὸ ὂν οὖσα. Καὶ περὶ μὲν τεχνῶν καὶ τῶν κατὰ τέχνας ταῦτα.
12 Εἰ δὲ ἀνθρώπου ἐκεῖ καὶ λογικοῦ ἐκεῖ καὶ τεχνικοῦ καὶ αἱ τέχναι νοῦ γεννήματα οὖσαι, χρὴ δὲ καὶ τῶν καθόλου λέγειν τὰ εἴδη εἶναι, οὐ Σωκράτους, ἀλλ’ ἀνθρώπου. Ἐπισκεπτέον δὲ περὶ ἀνθρώπου, εἰ καὶ ὃ καθέκαστα· τὸ δὲ καθέκαστον, ὅτι [μὴ] τὸ αὐτὸ ἄλλο ἄλλῳ· οἷον ὅτι ὁ μὲν σιμός, ὁ δὲ γρυπός, γρυπότητα μὲν καὶ σιμότητα διαφορὰς ἐν εἴδει θετέον ἀνθρώπου, ὥσπερ ζῴου διαφοραί εἰσιν· ἥκειν δὲ καὶ παρὰ τῆς ὕλης τὸ τὸν μὲν τοιάνδε γρυπότητα, τὸν δὲ τοιάνδε. Καὶ χρωμάτων διαφορὰς τὰς μὲν ἐν λόγῳ οὔσας, τὰς δὲ καὶ ὕλην καὶ τόπον διάφορον ὄντα ποιεῖν.
13 Λοιπὸν δὲ εἰπεῖν, εἰ μόνα τὰ ἐν αἰσθητῷ ἐκεῖ, ἢ καί, ὥσπερ ἀνθρώπου ὁ αὐτοάνθρωπος ἕτερος, εἰ καὶ ψυχῆς αὐτοψυχὴ ἐκεῖ ἑτέρα καὶ νοῦ αὐτονοῦς. Λεκτέον δὲ πρῶτον μέν, ὅτι οὐ πάντα δεῖ, ὅσα ἐνταῦθα, εἴδωλα νομίζειν ἀρχετύπων, οὐδὲ ψυχὴν εἴδωλον εἶναι αὐτοψυχῆς, τιμιότητι δὲ ἄλλην ἄλλης διαφέρειν, καὶ εἶναι καὶ ἐνταῦθα, ἴσως δὲ οὐχ ὡς ἐνταῦθα, αὐτοψυχήν. Εἶναι δὲ ψυχῆς ὄντως οὔσης ἑκάστης καὶ δικαιοσύνην δεῖ τινα καὶ σωφροσύνην, καὶ ἐν ταῖς παρ’ ἡμῖν ψυχαῖς ἐπιστήμην ἀληθινήν, οὐκ εἴδωλα οὐδὲ εἰκόνας ἐκείνων ὡς ἐν αἰσθητῷ, ἀλλὰ ταὐτὰ ἐκεῖνα ἄλλον τρόπον ὄντα ἐνταῦθα· οὐ γὰρ ἔν τινι τόπῳ ἀφωρισμένα ἐκεῖνα· ὥστε, ὅπου ψυχὴ σώματος ἐξανέδυ, ἐκεῖ κἀκεῖνα. Ὁ μὲν γὰρ αἰσθητὸς κόσμος μοναχοῦ, ὁ δὲ νοητὸς πανταχοῦ. Ὅσα μὲν οὖν ψυχὴ ἐκεῖ ἡ τοιαύτη, ἐνταῦθα, ταῦτα ἐκεῖ· ὥστε, εἰ τὰ ἐν τῷ αἰσθητῷ τὰ ἐν τοῖς ὁρωμένοις λαμβάνοιτο, οὐ μόνον τὰ ἐν τῷ αἰσθητῷ ἐκεῖ, ἀλλὰ καὶ πλείω· εἰ δὲ τὰ ἐν τῷ κόσμῳ λέγοιτο συμπεριλαμβανομένων καὶ ψυχῆς καὶ τῶν ἐν ψυχῇ, πάντα ἐνταῦθα, ὅσα κἀκεῖ.
14 Τὴν οὖν τὰ πάντα περιλαβοῦσαν ἐν τῷ νοητῷ φύσιν ταύτην ἀρχὴν θετέον. Καὶ πῶς, τῆς μὲν ἀρχῆς τῆς ὄντως ἑνὸς καὶ ἁπλοῦ πάντη οὔσης, πλήθους δὲ ἐν τοῖς οὖσιν ὄντος; Πῶς παρὰ τὸ ἕν, καὶ πῶς πλῆθος, καὶ πῶς τὰ πάντα ταῦτα, καὶ διὰ τί νοῦς ταῦτα καὶ πόθεν, λεκτέον ἀπ’ ἄλλης ἀρχῆς ἀρχομένοις. Περὶ δὲ τῶν ἐκ σήψεως καὶ τῶν χαλεπῶν, εἰ κἀκεῖ εἶδος, καὶ εἰ ῥύπου καὶ πηλοῦ, λεκτέον, ὡς, ὅσα κομίζεται νοῦς ἀπὸ τοῦ πρώτου, πάντα ἄριστα· ἐν οἷς εἴδεσιν οὐ ταῦτα· οὐδ’ ἐκ τούτων νοῦς, ἀλλὰ ψυχὴ παρὰ νοῦ, λαβοῦσα παρὰ ὕλης ἄλλα, ἐν οἷς ταῦτα. Περὶ δὲ τούτων σαφέστερον λεχθήσεται ἐπανελθοῦσιν ἐπὶ τὴν ἀπορίαν, πῶς ἐξ ἑνὸς πλῆθος. Ὅτι δὲ τὰ σύνθετα εἰκῇ ὄντα, οὐ νῷ, ἀλλ’ ἐφ’ ἑαυτῶν αἰσθητὰ συνελθόντα, οὐκ ἐν εἴδεσι· τά τε ἐκ σήψεως ψυχῆς ἄλλο τι ἴσως ἀδυνατούσης· εἰ δὲ μή, ἐποίησεν ἄν τι τῶν φύσει· ποιεῖ γοῦν, ὅπου δύναται. Περὶ δὲ τῶν τεχνῶν, ὅτι ἐν αὐτοανθρώπῳ περιέχονται, ὅσαι τέχναι ἀναφέρονται πρὸς τὰ κατὰ φύσιν ἀνθρώπῳ. Πρότερον δὲ ἄλλην καθόλου, καὶ τῆς καθόλου αὐτοψυχὴν ἤτοι τὴν ζωήν; ἢ ἐν νῷ πρὶν γενέσθαι ψυχήν, ἵνα καὶ γένηται, αὐτοψυχὴν ἐκείνην λέγειν.
5.5.9 Об уме, идеях и сущем
1 Все люди сначала опираются на чувства, а не на ум, и по необходимости в первую очередь прилежат к чувственному; поэтому одни, постоянно пребывая в нем, проживают жизнь в уверенности, что оно — первое и последнее, так что ежели понять, что боль и удовольствие в этом мире суть зло и добро, так того и довольно, почему они и гоняются постоянно за удовольствием и стремятся избавиться от боли.
При этом те из них, кто притязает на собственное учение, даже объявили такое воззрение мудростью, — поистине, грузные птицы, которые, будучи обильно нагружены тем, чем снабжает земля, не могут взлететь вверх, хотя от природы они и снабжены крыльями.
Другие, разумеется, несколько возвысились над дольним, поскольку лучшая часть души подвигает их от удовольствия к прекраснейшему;
однако же, будучи неспособны увидеть горнее и не имея поэтому возможности утвердиться в чем-нибудь ином, они — провозглашая «добродетель» — свергаются к практической деятельности и к «выбору» из того самого дольнего, от которого они поначалу попытались подняться.
Однако третий род людей божественных благодаря большей мощи и зоркости взора увидели — как раз в силу этой своей зоркоглазости — горнее сияние,
и вознеслись туда сквозь, так сказать, тучи и здешнюю мглу, и стали обретаться там, презрев все здешнее, ради того, что там — подлинное их обиталище, — совсем как тот, кто вернулся в благоспасаемое отечество из долгого странствия.
2 — Но где оно, это обиталище, и как бы прийти в него?
— Прийти может от природы исполненный любовью и по существу склада своего изначальный философ, то есть тот, кто хотя и терпит муки по красоте как исполненный любовью, однако же не задерживается на «плотской красоте»,
но восходит от нее к «красотам души» — добродетелям, «наукам», «обычаям» «и законам», и затем делает еще шаг вверх — к причине этой красоты в душе,
и затем — ежели что предшествует и этому — еще выше, то есть пока не дойдет до предела, — до первого, которое прекрасно само от себя.
И только пришедши туда, он избавится от мук, но никак не прежде.
— Да, но как ему подняться, и откуда взять силы, и какое рассуждение послужит наставлением этой любви?
— Пожалуй, вот какое.
Та красота, что в телах, — благопривнесена телам, потому что она — очертания тел, придаваемые им как материалу.
Но потом субстрат меняется и прекрасное оказывается безобразным.
Поэтому, как говорит наше учение, тела прекрасны по причастности.
— Что же в таком случае сделало тело прекрасным?
— В каком-то смысле, разумеется, — присутствие красоты, но в другом — душа, поскольку это она вылепила и придала такое именно очертание.
— Хорошо; но душа — есть ли она прекрасное от самой себя?
— Пожалуй, нет, раз одна — разумна и прекрасна, а другая
— безрассудна и безобразна. Поэтому прекрасное, связанное с душой, — от разумения.
— Но кто, в таком случае, дал душе разумение?
— Пожалуй, выходит, ум, — но только не такой, что сейчас это — ум, а потом — не ум, а ум в истинном смысле. А это значит, что он прекрасен от самого себя.
Поэтому остановиться ли здесь, или идти за пределы ума, — но ум во всяком случае предшествует первому началу (с нашей точки зрения), поскольку словно в «преддверии блага» возвещает самим собою обо всем как более множественное отображение того, тогда как то пребывает в совершенном единстве.
3 Однако нужно еще рассмотреть эту природу ума, каковая, согласно принимаемому нами рассуждению, представляет собой подлинно сущее и истинную сущность, то есть нужно с помощью другого подхода прежде утвердиться, что она должна быть именно такой.
Пожалуй, смешно исследовать, пребывает ли ум в сущих, хотя иные могут усомниться и в этом; но скорее — таков ли он, как мы утверждаем;
отрешен ли он;
есть ли он — в качестве такового — сущие;
в нем ли коренится природа видов.
Вот об этом и пойдет теперь речь.
Рассмотрим утверждение, согласно которому всё — составное, так что ничто из всего не просто, причем как то, что производит искусство, так и то, что является составным по природе. Действительно, и создаваемое искусственно содержит медь, или дерево, или камень, причем от них еще не получает завершенности, прежде чем соответствующее искусство не произведет статую, ложе, дом, привнося от себя вид.
Точно так же и в составном по природе, то есть многосложном и так называемых соединениях, можно выделить находящийся в этом соединенном вид (например, в человеке — душу и тело, в теле — четыре элемента).
Обнаружив, что каждое из них составлено из материи и дающего форму (поскольку материя элементов сама по себе бесформенна), можно задаться вопросом, откуда привходит в материю вид.
Но в свою очередь и о душе можно задаться вопросом: то ли она уже относится к простым,
то ли и в ней одно — в качестве материи, другое — в качестве вида, причем под последним я разумею имеющийся у нее ум: один — как запечатленная в меди форма, другой — наподобие того, кто запечатлел эту форму в меди.
Точно так же — перенося это на здешнее всё — можно и здесь восходить к уму, полагая его в подлинном смысле создателем и творцом всего, и тогда утверждать, что субстрат, принявши виды, стал огнем, водой, воздухом и землей, причем все эти формы пришли от другого — в данном случае это душа;
и что душа дала этим четырем элементам форму мира, а для нее поставщиком понятий оказывается ум, как и в душах ремесленников рабочие понятия — от соответствующих искусств;
и этот ум выступает, во-первых, как вид души, то есть является ее формой,
а во-вторых, — тем, кто наделяет ее этой формой, — вроде создателя статуи, у которого наличествует все то, что он дает; и то, что он дает душе, — близко к истине, тогда как тело получает уже отображения и подобия.
4 — Однако почему, достигши уровня души, следует продолжать восхождение, и нельзя полагать, что она — первое?
— Ну, во-первых, ум отличается от души и превосходит ее, а лучшее — первично по природе.
Дело в том, что, конечно, никак не душа, как полагают, достигши совершенства, порождает ум, потому что откуда возможное станет действительным, ежели нет ведущей к действительности причины? — Ведь если случайно, то можно и не достичь действительности.
Поэтому первые должно считать действительными, самодовлеющими и совершенными,
а несовершенные — позднейшие — происходящими от них и получающими от породивших совершенство (наподобие родителей, которые совершенствуют кого родили изначально несовершенными);
поэтому поначалу душа — материя по отношению к создавшему, а затем она приобретает совершенство оформленности.
Далее, ежели душа аффицируема, и должно быть нечто неаффицируемое (в противном случае всё со временем погибнет), значит должно быть нечто прежде души.
И если душа внутри мира, и должно быть нечто вне мира, — значит и с этой точки зрения должно быть нечто прежде души. В самом деле, если то, что внутри мира, — во плоти и в материи, ничто не останется тождественным; следовательно, человек и все прочие понятия — будут не вечны и не тождественны.
Таким образом, что прежде души должен быть ум, можно усмотреть на основании этого и многого другого.
5 Но ум — если использовать это имя в истинном смысле — следует брать не в возможности и не пришедший в ум от неразумия
(потому что в противном случае нам опять придется искать тот, что предшествует этому),
а ум в действительности и всегда сущий как ум.
И ежели он обладает разумением не благопривнесенным, то мыслит ли он что, — мыслит от самого себя, и обладает ли чем, — обладает от самого себя.
А ежели он мыслит от самого себя и на основании самого себя, значит он сам и есть то, что он мыслит.
В самом деле, будь его сущность отлична от него, а то, что он мыслит, — иным, нежели он, — сама его сущность будет лишена мысли, и он соответственно будет не действительным, а в возможности.
Поэтому нельзя отделять одно от другого.
А мы привыкли по образцу нашего здешнего мысленно разделять и тамошнее.
— Но на что в таком случае направлено его действие и что он мыслит, чтобы мы могли полагать его тем, что он мыслит?
— Я думаю, ясно, что подлинно будучи умом, он мыслит сущие и их осуществляет. Следовательно, он есть сущие. В самом деле, либо он эти сущие будет мыслить в ином, либо — в себе самом, поскольку сам он и есть сущие. Но в ином — невозможно, потому что где это? Следовательно, — самого себя и в себе самом.
И уж во всяком случае не в чувственно воспринимаемом, как полагают, потому что всякое первое — не есть чувственно воспринимаемое.
В самом деле, вид в нем есть овеществленное подобие сущего, а всякий вид в другом восходит от этого другого к тамошнему и есть отображение тамошнего.
А если ум должен быть еще и «создателем нашего мира», он в качестве такового не будет мыслить то, что находится в еще не существующем, чтобы создать это. Следовательно, тамошнее должно быть прежде мира, и не отпечатками иного, но первообразами, причем первичными, и сущностью ума.
А если станут утверждать, что можно ограничиться понятиями, — ясно, что вечными; а раз вечными и неаффицируемыми, — значит они должны быть в уме, причем в таком, как сказано, то есть предшествующем состоянию, природе и душе, потому что все это — в возможности.
Итак, ум есть сущностно сущие, причем не такие, чтобы он их мыслил в ином, поскольку они не могут быть ни прежде него, ни после него;
но он — как бы их первый законодатель, а лучше — сам закон бытия.
Поэтому верно, что «одно и то же мыслить и быть», знание о бестелесном тождественно с предметом, и «я изучил самого себя» (имеется в виду как одно из сущих), а также учение о припоминании.
В самом деле, ничто из сущих — не вне сущих (в частности, с точки зрения места), но они пребывают в самих себе, не принимая ни изменения, ни разрушения, в силу чего они и суть сущностно сущие;
тогда как в противном случае, то есть возникая и погибая, они будут обладать благопривнесенным сущим, так что уже не они, но оно будет сущим.
Ясно, что чувственно воспринимаемые существуют по причастности, о чем говорят, когда субстрат получает форму от другого (например, медь — от ваянья, дерево — от зодчества, — поскольку искусство привходит в них через соответствующий образ, но само искусство при этом пребывает в самотождественности вне материи и обладает истиной статуи и ложа).
То же самое и в области тел; поэтому все здешнее, причастное кажимостям, показывает, что сущие от них отличаются, потому что они — неизменны (тогда как эти — изменчивы) и, будучи помещены в самих себе, не нуждаются в месте (поскольку они не величины), но обладают самодостаточной осуществленностью в мысли.
В самом деле, природа тел стремится к тому, чтобы ее стерегло другое, тогда как ум, удивительным образом уберегая от распада то, что отпадает от самого себя, сам не ищет, в чем ему поместиться.
6 Итак, примем, что сущие — это ум, что он обладает ими всеми не то чтобы в некоем месте, а в себе самом как самим собою и как одно с ними;
и что «там — все совокупно» и тем не менее — в раздельности.
Но ведь и душа, обладая совокупно многими науками, ничего не смешивает, и каждая наука, когда нужно, занимается своим, не привлекая остальные, а каждая мысль действует, будучи чиста, на основании других заключенных внутри мыслей.
Так вот, и ум в еще более высокой степени есть все совокупно и вместе с тем — не совокупно, поскольку каждое представляет собой особенное свойство.
А весь ум — охватывает, как род — виды, как целое — части. Некое подобие того, о чем идет речь, дают потенции зародышей.
А именно, в целом все неразличимо, и понятия пребывают как бы в едином центре; и тем не менее одно относится к глазу, другое к рукам, причем то, что каждое отличается от другого, опознается по тому чувственно воспринимаемому, которое от него появилось.
Таким образом, у потенций в зародышах — при том, что каждая из них есть некое единое целое понятие с охватываемыми им частями — вещественное (например, влажное) выступает как материя, а сам он есть вид, то есть целое и понятие, тождественное порождающему виду души, каковая есть отображение другой души — более мощной.
Некоторые называют ее находящейся в зародышах природой, которая, устремившись оттуда, то есть от того, что ей предшествует, — словно свет от огня, — сверкнула и придала форму материи, — но не толкая ее и без помощи пресловутых рычагов, а дав ей от понятий.
7 Из наук, пребывающих в разумной душе, одни относятся к чувственно воспринимаемому (если относящиеся к этому следует называть науками и им не больше подходит называться мнением: как позднейшие вещей, они суть их подобия), а другие — к умопостигаемому (именно их и следует называть подлинно науками): пришедши в разумную душу от ума, они не мыслят ни о чем чувственно воспринимаемом, но в той мере, в какой они суть науки, они и суть всякий раз то самое, что они мыслят.
При этом и предмет мысли, и мысль у них изнутри, поскольку ум — внутри (он и есть сами первые сущности), всякий раз совпадающий с самим собой и действительно присутствующий, и не делающий прикидок, — как если бы он не обладал чем-то, или приобретал что-то, или подробно излагал то, чего еще нет в наличии (все это — состояния души), — а напротив: он устойчиво пребывает в самом себе, будучи всем совокупно, и ему нет необходимости помыслить то или иное, чтобы оно проявилось.
Дело обстоит не так, что ему нужно помыслить бога для того, чтобы бог возник, или помыслить движение для того, чтобы движение возникло.
Поэтому также неверно называть виды мыслями, если имеется в виду, что нечто возникло или нечто существует после того, как он помыслил.
В самом деле, прежде такой мысли должно существовать мыслимое, а иначе как он может прийти к мысли об этом? — Ведь не случайно же, и не в результате необдуманной прикидки.
8 Таким образом, если речь идет о мышлении того, что есть в уме, таковым и будет существующий в уме вид; и это же — идея.
Но что же это?
Ум и мыслящая сущность, причем каждая идея не отличается от ума, но каждая — ум.
Тогда ум в целом — все виды, а каждый отдельный вид — отдельный ум,
как наука в целом — все положения, а каждое из них — часть целой науки,
причем не так, что оно отделено от нее по месту, а так, что каждое отдельное положение имеет свое значение в этом целом. Вот почему такого рода ум пребывает в себе самом и — владея самим собой в полном спокойствии — постоянно оказывается полнотой.
Поэтому если ум предварительно мыслился как предшествующий сущему, то следовало утверждать, что ум, придя в действие и помыслив, произвел и породил сущие;
но поскольку необходимо сущее мыслить прежде ума, следует полагать, что сущие внедрены в мыслящем уме, и что как в огне уже наличествует действие огня, так и его действие и мышление протекают в сущих, чтобы они обладали единым с ними умом как собственным действием. Но сущее также есть в определенном смысле действие, так что у них обоих — одно действие, а сказать вернее, оба они — одно.
Поэтому и бытие, и ум суть единая природа, и — в силу этого — также и сущие, и действие бытия, и такой ум; и понимаемые так мысли суть вид и образ бытия и его действие.
И только в нашей мысли одно предшествует другому, поскольку мы их разделяем.
Согласимся, что разделяющий ум — не тот, а тот — нераздельный и не разделяющий бытие и все тамошнее.
9 Однако чем является пребывающее в едином уме, что мы, мысля, разделяем?
Я задаю этот вопрос таким образом потому, что нужно это выявить в некоем застывшем виде, примерно так, как мы рассматриваем содержание некоей науки, которая представляет собой некий единый свод знаний.
Итак, наш мир представляет собой некое живое существо, охватывающее все живые существа в нем;
и своим бытием — причем бытием в качестве такового — он обладает от другого;
и его нужно возвести к уму, то есть к тому, от кого он этим бытием обладает.
Поэтому необходимо, чтобы в уме находился его прообраз в целом,
и этот ум был умопостигаемым миром, о котором Платон говорит «в том, что является живым существом».
В самом деле, как при наличии порождающего начала, которое есть живое существо, и материи, воспринимающей это семенное порождающее начало, неизбежным образом возникает живое существо, —
точно также при наличии некоей мыслящей и обладающей всеми потенциями природы и отсутствии препятствующего ей, то есть при отсутствии чего бы то ни было между ней и тем, что способно воспринять ее, необходимо, чтобы одно было упорядоченным, а другое его упорядочивало.
Тогда то, что было упорядочено, обладает видом, уже подвергшимся разделению (здесь — человек, там — солнце), а упорядочивающее обладает всем в одном.
10 Поэтому то, что в чувственном присутствует как виды, — оттуда, а прочее — нет.
Вот почему там нет ничего из нарушающего природный порядок, как нет в искусствах того, что противоречит искусству, и в зародышах — хромоты.
И прирожденная хромота ног — от слабости порождающего начала, а случайная — от повреждения вида.
Поэтому согласующиеся качества и количества, числа, величины и отношения, сообразные с природой воздействия и переживания, движения и пребывания как в целом, так и в частях, — также принадлежат тамошнему.
Но вместо времени там — вечность.
И место там — как в мысли, то есть одно в другом.
Поэтому там —
поскольку там все присутствует совокупно —
что ни возьмешь, — сущность, причем мыслящая,
и каждое — причастно жизни, тождественно и различно, движение и покой, движущееся и покоящееся, сущность и качество, так что все — сущность.
Это, в частности, потому, что каждое сущее есть таковое в действительности, а не в возможности, в силу чего качество не отделено от сущности.
— Но только ли там то, что в есть в чувственно воспринимаемом, или кроме того и что-то другое?
Это прежде всего следует рассмотреть на примере произведений искусства; — но во всяком случае, ни о чем безобразном там речи не идет, поскольку безобразие здесь — от ущербности, лишенности и недостатка, так что это — состояние потерпевшей неудачу материи и того, что уподоблено материи.
11 Итак, о произведениях искусства и искусствах.
Что касается искусств подражательных, — то есть живописи, скульптуры, танца, пантомимы, — то поскольку они строятся на основании чего-то здешнего, используют чувственный образец и подражают путем переноса зримым видам, движениям и пропорциям, — то их едва ли следует возводить к тамошнему, — разве что в соответствии с понятием человека.
Если же на основании соразмерности в живых существах мы делаем наблюдения над неким устойчивым состоянием живых существ в целом, то перед нами часть некоего свойства, которое мы наблюдаем и в тамошнем, причем в таком случае оно рассматривается с точки зрения наличествующей в умопостигаемом соразмерности во всем. Точно так же и музыка любого рода, если она имеет дело с гармонией и ритмом, — то есть в меру соотнесенности с гармонией и ритмом имеет дело с мыслью, — то ее можно рассматривать таким же образом, как и музыку, имеющую дело с умопостигаемым числом.
Созидательные искусства — то есть производящие чувственно воспринимаемое в соответствии с правилами определенного искусства, например, архитектура и строительство, — поскольку они имеют дело с соразмерностями, могут брать начала от тамошнего и тамошней рассудительности; но поскольку они смешивают это с чувственным, то целое там помещаться не может — кроме как в понятии человека.
И разумеется, речи не идет о земледелии, которое занято чувственно воспринимаемым посевом, о медицине, блюдущей здешнее здоровье, то есть занимающейся телесной силой и крепостью: согласимся, что тамошняя сила и здравость, которою все живое непоколебимо и крепко, — иного рода.
Ораторское и полководческое искусство, управление хозяйством и царская власть, — ежели они уделяют тому, чем занимаются, благо, то если они созерцают тамошнее, — имеют оттуда долю в своем знании от знания тамошнего.
Геометрия, относясь к умопостигаемому, должна помещаться там, и мудрость — еще выше, поскольку она занята сущим.
Итак, это — по поводу искусств и сообразного с искусствами.
12 С другой стороны, ежели там понятие человека, то там и его разумное и творческое начала, а также искусства, поскольку они — порождения ума.
И также следует утверждать, что виды суть виды общего, то есть не Сократа, а человека.
Но относительно человека также следует рассмотреть, есть ли там то, что свойственно отдельным людям.
И относительно отдельного свойства, то есть того, что не тождественно, а у разных разное:
например, если один курнос, а другой с горбатым носом, то горбоносость и курносость следует относить к видовым отличиям человека, как в случае с различиями животного;
но то, что у одного появляется такая горбоносость, а у другого другая, может зависеть и от материи.
Точно также различия в цвете кожи: одни — в понятии, а особенность других зависит от материи и места, которое может быть различным.
13 Остается сказать, только ли там то, что в чувственно воспринимаемом, или же как человек-как-таковой отличается от того или иного человека, так и душа-как-таковая отличается от той или иной души и ум-как-таковой — от того или иного ума. Прежде всего следует сказать, что не все здешнее следует считать подобиями первообразов;
в частности, та или иная душа не есть подобие души-как-таковой, но одна отличается от другой достоинством, так что и та, что здесь, — хотя и не в силу того, что она здесь, — есть душа-как-таковая.
И душам, каждая из которых подлинно есть, свойственна некая справедливость и здравомыслие, и есть в наших душах истинное знание, причем они не суть подобия и отображения тамошних на том только основании, что они в чувственно воспринимаемом, но суть те же самые, что и там, отличным от чувственного иным образом пребывающие здесь, потому что тамошнее не ограничено пребыванием в некоем определенном месте.
Поэтому когда душа выныривает из тела, она — там и есть тамошнее.
Это ведь чувственно воспринимаемый мир в одном месте, а умопостигаемый повсюду.
И все, что является таковой душой здесь, то — там; поэтому если под чувственно воспринимаемым понимается зримое, там не только то, что в чувственно воспринимаемом, но и многое кроме этого;
но если в то, что находится в этом мире, включается душа и то, что в душе, — тогда здесь все то, что и там.
14 Итак, ту природу, которая охватывает все в умопостигаемом, следует полагать началом.
Тогда каким образом — несмотря на то, что это начало в подлинном смысле — едино и во всех отношениях просто — в сущих есть множественность?
Каким образом она — наряду с единым, и в каком смысле она — множество, как надо понимать такого рода всё, почему это всё является умом и откуда оно, — обо всем этом следует говорить, взяв другое начало рассуждения.
Относительно видов для того, что возникает от гниения и ядовитых укусов, есть ли они там, а также для нечистот и грязи, следует сказать, что все, что ум доставляет от первого, — все превосходно: в таковых видах этого нет;
и не ум доставляет это, а душа, которая одно берет от ума, а другое — от материи, в том числе и это.
Об этом будет сказано яснее, когда мы вернемся к затруднению, как от единого происходит множество.
И о том, что случайные сочетания, — то есть когда чувственно воспринимаемое собирается не сообразно с умом, а само по себе, — не имеют для себя видов.
То, что от гниения, — поскольку душа оказалась неспособна к чему-то другому: в противном случае она произвела бы что-то соответствующее природе, — во всяком случае, когда может, она производит.
Относительно искусств и того, что они охватываются в человеке-как-таковом: имеются в виду те, что возводятся к естественному для человека.
И так ли обстоит дело, что до отдельной — всеобщая, а до всеобщей — душа-как-таковая, или жизнь?
Пожалуй, следует считать, что в уме до рождения души и есть душа-как-таковая, — как раз чтобы та появилась.