Плотин, III. 1. О судьбе

Пер. Ю.А. Шичалина (2007)

AP

ΠΕΡΙ ΕΙΜΑΡΜΕΝΗΣ

1 Ἅπαντα τὰ γινόμενα καὶ τὰ ὄντα ἤτοι κατ’ αἰτίας γίνεται τὰ γινόμενα καὶ ἔστι τὰ ὄντα, ἢ ἄνευ αἰτίας ἄμφω· ἢ τὰ μὲν ἄνευ αἰτίας, τὰ δὲ μετ’ αἰτίας ἐν ἀμφοτέροις· ἢ τὰ μὲν γινόμενα μετ’ αἰτίας πάντα, τὰ δὲ ὄντα τὰ μὲν αὐτῶν ἐστι μετ’ αἰτίας, τὰ δ’ ἄνευ αἰτίας, ἢ οὐδὲν μετ’ αἰτίας· ἢ ἀνάπαλιν τὰ μὲν ὄντα μετ’ αἰτίας πάντα, τὰ δὲ γινόμενα τὰ μὲν οὕτως, τὰ δὲ ἐκείνως, ἢ οὐδὲν αὐτῶν μετ’ αἰτίας. Ἐπὶ μὲν οὖν τῶν ἀιδίων τὰ μὲν πρῶτα εἰς ἄλλα αἴτια ἀνάγειν οὐχ οἷόν τε πρῶτα ὄντα· ὅσα δὲ ἐκ τῶν πρώτων ἤρτηται, ἐξ ἐκείνων τὸ εἶναι ἐχέτω. Τάς τε ἐνεργείας ἑκάστων ἀποδιδούς τις ἐπὶ τὰς οὐσίας ἀναγέτω· τοῦτο γάρ ἐστι τὸ εἶναι αὐτῷ, τὸ τοιάνδε ἐνέργειαν ἀποδιδόναι. Περὶ δὲ τῶν γινομένων ἢ ὄντων μὲν ἀεί, οὐ τὴν αὐτὴν δὲ ἐνέργειαν ποιουμένων ἀεὶ κατ’ αἰτίας ἅπαντα λεκτέον γίνεσθαι, τὸ δ’ ἀναίτιον οὐ παραδεκτέον, οὔτε παρεγκλίσεσι κεναῖς χώραν διδόντα οὔτε κινήσει σωμάτων τῇ ἐξαίφνης, ἣ οὐδενὸς προηγησαμένου ὑπέστη, οὔτε ψυχῆς ὁρμῇ ἐμπλήκτῳ μηδενὸς κινήσαντος αὐτὴν εἰς τό τι πρᾶξαι ὧν πρότερον οὐκ ἐποίει. Ἢ αὐτῷ γε τούτῳ μείζων ἄν τις ἔχοι αὐτὴν ἀνάγκη τὸ μὴ αὐτῆς εἶναι, φέρεσθαι δὲ τὰς τοιαύτας φορὰς ἀβουλήτους τε καὶ ἀναιτίους οὔσας. Ἢ γὰρ τὸ βουλητόν—τοῦτο δὲ ἢ ἔξω ἢ εἴσω—ἢ τὸ ἐπιθυμητὸν ἐκίνησεν· ἤ, εἰ μηδὲν ὀρεκτὸν ἐκίνησεν, [ἢ] οὐδ’ ἂν ὅλως ἐκινήθη. Γιγνομένων δὲ πάντων κατ’ αἰτίας τὰς μὲν προσεχεῖς ἑκάστῳ ῥᾴδιον λαβεῖν καὶ εἰς ταύτας ἀνάγειν· οἷον τοῦ βαδίσαι εἰς ἀγορὰν τὸ οἰηθῆναι δεῖν τινα ἰδεῖν ἢ χρέος ἀπολαβεῖν· καὶ ὅλως τοῦ τάδε ἢ τάδε ἑλέσθαι καὶ ὁρμῆσαι ἐπὶ τάδε τὸ φανῆναι ἑκάστῳ ταδὶ ποιεῖν. Καὶ τὰ μὲν ἐπὶ τὰς τέχνας ἀνάγειν· τοῦ ὑγιάσαι ἡ ἰατρικὴ καὶ ὁ ἰατρός. Καὶ τοῦ πλουτῆσαι θησαυρὸς εὑρεθεὶς ἢ δόσις παρά του ἢ ἐκ πόνων ἢ τέχνης χρηματίσασθαι. Καὶ τοῦ τέκνου ὁ πατὴρ καὶ εἴ τι συνεργὸν ἔξωθεν εἰς παιδοποιίαν ἄλλο παρ’ ἄλλου ἧκον· οἷον σιτία τοιάδε ἢ καὶ ὀλίγῳ προσώτερα εὔρους εἰς παιδοποιίαν 〈γονὴ〉 ἢ γυνὴ ἐπιτήδειος εἰς τόκους. Καὶ ὅλως εἰς φύσιν.

2 Μέχρι μὲν οὖν τούτων ἐλθόντα ἀναπαύσασθαι καὶ πρὸς τὸ ἄνω μὴ ἐθελῆσαι χωρεῖν ῥᾳθύμου ἴσως καὶ οὐ κατακούοντος τῶν ἐπὶ τὰ πρῶτα καὶ ἐπὶ τὰ ἐπέκεινα αἴτια ἀνιόντων. Διὰ τί γὰρ τῶν αὐτῶν γενομένων, οἷον τῆς σελήνης φανείσης, ὁ μὲν ἥρπασεν, ὁ δ’ οὔ; Καὶ τῶν ὁμοίων ἐκ τοῦ περιέχοντος ἡκόντων ὁ μὲν ἐνόσησεν, ὁ δ’ οὔ; Καὶ πλούσιος, ὁ δὲ πένης ἐκ τῶν αὐτῶν ἔργων; Καὶ τρόποι δὴ καὶ ἤθη διάφορα καὶ τύχαι ἐπὶ τὰ πόρρω ἀξιοῦσιν ἰέναι· καὶ οὕτω δὴ ἀεὶ οὐχ ἱστάμενοι οἱ μὲν ἀρχὰς σωματικὰς θέμενοι, οἷον ἀτόμους, τῇ τούτων φορᾷ καὶ πληγαῖς καὶ συμπλοκαῖς πρὸς ἄλληλα ἕκαστα ποιοῦντες καὶ οὕτως ἔχειν καὶ γίνεσθαι, ᾗ ἐκεῖνα συνέστη ποιεῖ τε καὶ πάσχει, καὶ τὰς ἡμετέρας ὁρμὰς καὶ διαθέσεις ταύτῃ ἔχειν, ὡς ἂν ἐκεῖναι ποιῶσιν, ἀνάγκην ταύτην καὶ τὴν παρὰ τούτων εἰς τὰ ὄντα εἰσάγουσι. Κἂν ἄλλα δέ τις σώματα ἀρχὰς διδῷ καὶ ἐκ τούτων τὰ πάντα γίνεσθαι, τῇ παρὰ τούτων ἀνάγκῃ δουλεύειν ποιεῖ τὰ ὄντα. Οἱ δ’ ἐπὶ τὴν τοῦ παντὸς ἀρχὴν ἐλθόντες ἀπ’ αὐτῆς κατάγουσι πάντα, διὰ πάντων φοιτήσασαν αἰτίαν καὶ ταύτην οὐ μόνον κινοῦσαν, ἀλλὰ καὶ ποιοῦσαν ἕκαστα λέγοντες, εἱμαρμένην ταύτην καὶ κυριωτάτην αἰτίαν θέμενοι, αὐτὴν οὖσαν τὰ πάντα· οὐ μόνον τὰ ἄλλα, ὅσα γίνεται, ἀλλὰ καὶ τὰς ἡμετέρας διανοήσεις ἐκ τῶν ἐκείνης ἰέναι κινημάτων, οἷον ζῴου μορίων κινουμένων ἑκάστων οὐκ ἐξ αὑτῶν, ἐκ δὲ τοῦ ἡγεμονοῦντος ἐν ἑκάστῳ τῶν ζῴων. Ἄλλοι δὲ τὴν τοῦ παντὸς φορὰν περιέχουσαν καὶ πάντα ποιοῦσαν τῇ κινήσει καὶ ταῖς τῶν ἄστρων πλανωμένων τε καὶ ἀπλανῶν σχέσεσι καὶ σχηματισμοῖς πρὸς ἄλληλα, ἀπὸ τῆς ἐκ τούτων προρρήσεως πιστούμενοι, ἕκαστα ἐντεῦθεν γίνεσθαι ἀξιοῦσι. Καὶ μὴν καὶ τὴν τῶν αἰτίων ἐπιπλοκὴν πρὸς ἄλληλα καὶ τὸν ἄνωθεν εἱρμὸν καὶ τὸ ἕπεσθαι τοῖς προτέροις ἀεὶ τὰ ὕστερα καὶ ταῦτα ἐπ’ ἐκεῖνα ἀνιέναι δι’ αὐτῶν γενόμενα καὶ ἄνευ ἐκείνων οὐκ ἂν γενόμενα, δουλεύειν δὲ τοῖς πρὸ αὐτῶν τὰ ὕστερα, ταῦτα εἴ τις λέγοι, εἱμαρμένην ἕτερον τρόπον εἰσάγων φανεῖται. Διττοὺς δ’ ἄν τις θέμενος καὶ τούτους οὐκ ἂν τοῦ ἀληθοῦς ἀποτυγχάνοι. Οἱ μὲν γὰρ ἀφ’ ἑνός τινος τὰ πάντα ἀναρτῶσιν, οἱ δὲ οὐχ οὕτω. Λεχθήσεται δὲ περὶ τούτων. Νῦν δ’ ἐπὶ τοὺς πρώτους ἰτέον τῷ λόγῳ· εἶτ’ ἐφεξῆς τὰ τῶν ἄλλων ἐπισκεπτέον.

3 Σώμασι μὲν οὖν ἐπιτρέψαι τὰ πάντα εἴτε ἀτόμοις εἴτε τοῖς στοιχείοις καλουμένοις καὶ τῇ ἐκ τούτων ἀτάκτως φορᾷ τάξιν καὶ λόγον καὶ ψυχὴν τὴν ἡγουμένην γεννᾶν ἀμφοτέρως μὲν ἄτοπον καὶ ἀδύνατον, ἀδυνατώτερον δέ, εἰ οἷόν τε λέγειν, τὸ ἐξ ἀτόμων. Καὶ περὶ τούτων πολλοὶ εἴρηνται λόγοι ἀληθεῖς. Εἰ δὲ δὴ καὶ θεῖτό τις τοιαύτας ἀρχάς, οὐδ’ οὕτως ἀναγκαῖον οὔτε τὴν κατὰ πάντων ἀνάγκην οὔτε τὴν ἄλλως εἱμαρμένην ἕπεσθαι. Φέρε γὰρ πρῶτον τὰς ἀτόμους εἶναι. Αὗται τοίνυν κινήσονται τὴν μὲν εἰς τὸ κάτω—ἔστω γάρ τι κάτω— τὴν δ’ ἐκ πλαγίων, ὅπῃ ἔτυχεν, ἄλλαι κατ’ ἄλλα. Οὐδὲν δὴ τακτῶς τάξεώς γε οὐκ οὔσης, τὸ δὲ γενόμενον τοῦτο, ὅτε γέγονε, πάντως. Ὥστε οὔτε πρόρρησις οὔτε μαντικὴ τὸ παράπαν ἂν εἴη, οὔτε ἥτις ἐκ τέχνης— πῶς γὰρ ἐπὶ τοῖς ἀτάκτοις τέχνη; —οὔτε ἥτις ἐξ ἐνθουσιασμοῦ καὶ ἐπιπνοίας· δεῖ γὰρ καὶ ἐνταῦθα ὡρισμένον τὸ μέλλον εἶναι. Καὶ σώμασι μὲν ἔσται παρὰ τῶν ἀτόμων πάσχειν πληττομένοις, ἅπερ ἂν ἐκεῖναι φέρωσιν, ἐξ ἀνάγκης· τὰ δὲ δὴ ψυχῆς ἔργα καὶ πάθη τίσι κινήσεσι τῶν ἀτόμων ἀναθήσει τις; Ποίᾳ γὰρ πληγῇ ἢ κάτω φερομένης ἢ ὁπουοῦν προσκρουούσης ἐν λογισμοῖς τοιοῖσδε ἢ ὁρμαῖς τοιαῖσδε ἢ ὅλως ἐν λογισμοῖς ἢ ὁρμαῖς ἢ κινήσεσιν ἀναγκαίαις εἶναι ἢ ὅλως εἶναι; Ὅταν δὲ δὴ ἐναντιῶται ψυχὴ τοῖς τοῦ σώματος παθήμασι; Κατὰ ποίας δὲ φορὰς ἀτόμων ὁ μὲν γεωμετρικὸς ἀναγκασθήσεται εἶναι, ὁ δὲ ἀριθμητικὴν καὶ ἀστρονομίαν ἐπισκέψεται, ὁ δὲ σοφὸς ἔσται; Ὅλως γὰρ τὸ ἡμέτερον ἔργον καὶ τὸ ζῴοις εἶναι ἀπολεῖται φερομένων ᾗ τὰ σώματα ἄγει ὠθοῦντα ἡμᾶς ὥσπερ ἄψυχα σώματα. Τὰ αὐτὰ δὲ ταῦτα καὶ πρὸς τοὺς ἕτερα σώματα αἴτια τῶν πάντων τιθεμένους, καὶ ὅτι θερμαίνειν μὲν καὶ ψύχειν ἡμᾶς καὶ φθείρειν δὲ τὰ ἀσθενέστερα δύναται ταῦτα, ἔργον δὲ οὐδὲν τῶν ὅσα ψυχὴ ἐργάζεται παρὰ τούτων ἂν γίγνοιτο, ἀλλ’ ἀφ’ ἑτέρας δεῖ ταῦτα ἀρχῆς ἰέναι.

4 Ἀλλ’ ἆρα μία τις ψυχὴ διὰ παντὸς διήκουσα περαίνει τὰ πάντα ἑκάστου ταύτῃ κινουμένου ὡς μέρους, ᾗ τὸ ὅλον ἄγει, φερομένων δὲ ἐκεῖθεν τῶν αἰτίων ἀκολούθων ἀνάγκη τὴν τούτων ἐφεξῆς συνέχειαν καὶ συμπλοκὴν εἱμαρμένην, οἷον εἰ φυτοῦ ἐκ ῥίζης τὴν ἀρχὴν ἔχοντος τὴν ἐντεῦθεν ἐπὶ πάντα διοίκησιν αὐτοῦ τὰ μέρη καὶ πρὸς ἄλληλα συμπλοκήν, ποίησίν τε καὶ πεῖσιν, διοίκησιν μίαν καὶ οἷον εἱμαρμένην τοῦ φυτοῦ τις εἶναι λέγοι; Ἀλλὰ πρῶτον μὲν τοῦτο τὸ σφοδρὸν τῆς ἀνάγκης καὶ τῆς τοιαύτης εἱμαρμένης αὐτὸ τοῦτο τὴν εἱμαρμένην καὶ τῶν αἰτίων τὸν εἱρμὸν καὶ τὴν συμπλοκὴν ἀναιρεῖ. Ὡς γὰρ ἐν τοῖς ἡμετέροις μέρεσι κατὰ τὸ ἡγεμονοῦν κινουμένοις ἄλογον τὸ καθ’ εἱμαρμένην λέγειν κινεῖσθαι —οὐ γὰρ ἄλλο μὲν τὸ ἐνδεδωκὸς τὴν κίνησιν, ἄλλο δὲ τὸ παραδεξάμενον καὶ παρ’ αὐτοῦ τῇ ὁρμῇ κεχρημένον, ἀλλ’ ἐκεῖνό ἐστι πρῶτον τὸ κινῆσαν τὸ σκέλος—τὸν αὐτὸν τρόπον εἰ καὶ ἐπὶ τοῦ παντὸς ἓν ἔσται τὸ πᾶν ποιοῦν καὶ πάσχον καὶ οὐκ ἄλλο παρ’ ἄλλου κατ’ αἰτίας τὴν ἀναγωγὴν ἀεὶ ἐφ’ ἕτερον ἐχούσας, οὐ δὴ ἀληθὲς κατ’ αἰτίας τὰ πάντα γίγνεσθαι, ἀλλ’ ἓν ἔσται τὰ πάντα. Ὥστε οὔτε ἡμεῖς ἡμεῖς οὔτε τι ἡμέτερον ἔργον· οὐδὲ λογιζόμεθα αὐτοί, ἀλλ’ ἑτέρου λογισμοὶ τὰ ἡμέτερα βουλεύματα· οὐδὲ πράττομεν ἡμεῖς, ὥσπερ οὐδ’ οἱ πόδες λακτίζουσιν, ἀλλ’ ἡμεῖς διὰ μερῶν τῶν ἑαυτῶν. Ἀλλὰ γὰρ δεῖ καὶ ἕκαστον ἕκαστον εἶναι καὶ πράξεις ἡμετέρας καὶ διανοίας ὑπάρχειν καὶ τὰς ἑκάστου καλάς τε καὶ αἰσχρὰς πράξεις παρ’ αὐτοῦ ἑκάστου, ἀλλὰ μὴ τῷ παντὶ τὴν γοῦν τῶν αἰσχρῶν ποίησιν ἀνατιθέναι.

5 Ἀλλ’ ἴσως μὲν οὐχ οὕτως ἕκαστα περαίνεται, ἡ δὲ φορὰ διοικοῦσα πάντα καὶ ἡ τῶν ἄστρων κίνησις οὕτως ἕκαστα τίθησιν, ὡς ἂν πρὸς ἄλληλα στάσεως ἔχῃ μαρτυρίαις καὶ ἀνατολαῖς, δύσεσί τε καὶ παραβολαῖς. Ἀπὸ τούτων γοῦν μαντευόμενοι προλέγουσι περί τε τῶν ἐν τῷ παντὶ ἐσομένων περί τε ἑκάστου, ὅπως τε τύχης καὶ διανοίας οὐχ ἥκιστα ἕξει. Ὁρᾶν δὲ καὶ τὰ ἄλλα ζῷά τε καὶ φυτὰ ἀπὸ τῆς τούτων συμπαθείας αὐξόμενά τε καὶ μειούμενα καὶ τὰ ἄλλα παρ’ αὐτῶν πάσχοντα· τούς τε τόπους τοὺς ἐπὶ γῆς διαφέροντας ἀλλήλων εἶναι κατά τε τὴν πρὸς τὸ πᾶν σχέσιν καὶ πρὸς ἥλιον μάλιστα· ἀκολουθεῖν δὲ τοῖς τόποις οὐ μόνον τὰ ἄλλα φυτά τε καὶ ζῷα, ἀλλὰ καὶ ἀνθρώπων εἴδη τε καὶ μεγέθη καὶ χρόας καὶ θυμοὺς καὶ ἐπιθυμίας ἐπιτηδεύματά τε καὶ ἤθη. Κυρία ἄρα ἡ τοῦ παντὸς πάντων φορά. Πρὸς δὴ ταῦτα πρῶτον μὲν ἐκεῖνο ῥητέον, ὅτι καὶ οὗτος ἕτερον τρόπον ἐκείνοις ἀνατίθησι τὰ ἡμέτερα, βουλὰς καὶ πάθη, κακίας τε καὶ ὁρμάς, ἡμῖν δὲ οὐδὲν διδοὺς λίθοις φερομένοις καταλείπει εἶναι, ἀλλ’ οὐκ ἀνθρώποις ἔχουσι παρ’ αὑτῶν καὶ ἐκ τῆς αὑτῶν φύσεως ἔργον. Ἀλλὰ χρὴ διδόναι μὲν τὸ ἡμέτερον ἡμῖν, ἥκειν δὲ εἰς τὰ ἡμέτερα ἤδη τινὰ ὄντα καὶ οἰκεῖα ἡμῶν ἀπὸ τοῦ παντὸς ἄττα, καὶ διαιρούμενον, τίνα μὲν ἡμεῖς ἐργαζόμεθα, τίνα δὲ πάσχομεν ἐξ ἀνάγκης, μὴ πάντα ἐκείνοις ἀνατιθέναι· καὶ ἰέναι μὲν παρὰ τῶν τόπων καὶ τῆς διαφορᾶς τοῦ περιέχοντος εἰς ἡμᾶς οἷον θερμότητας ἢ ψύξεις ἐν τῇ κράσει, ἰέναι δὲ καὶ παρὰ τῶν γειναμένων· τοῖς γοῦν γονεῦσιν ὅμοιοι καὶ τὰ εἴδη ὡς τὰ πολλὰ καί τινα τῶν ἀλόγων τῆς ψυχῆς παθῶν. Οὐ μὴν ἀλλὰ καὶ ὁμοίων ὄντων τοῖς εἴδεσι παρὰ τοὺς τόπους ἔν γε τοῖς ἤθεσι πλείστη παραλλαγὴ καὶ ἐν ταῖς διανοίαις ἐνορᾶται, ὡς ἂν ἀπ’ ἄλλης ἀρχῆς τῶν τοιούτων ἰόντων. Αἵ τε πρὸς τὰς κράσεις τῶν σωμάτων καὶ πρὸς τὰς ἐπιθυμίας ἐναντιώσεις καὶ ἐνταῦθα πρεπόντως λέγοιντο ἄν. Εἰ δ’ ὅτι εἰς τὴν τῶν ἄστρων σχέσιν ὁρῶντες περὶ ἑκάστων λέγουσι τὰ γινόμενα, παρ’ ἐκείνων ποιεῖσθαι τεκμαίρονται, ὁμοίως ἂν καὶ οἱ ὄρνεις ποιητικοὶ ὧν σημαίνουσιν εἶεν καὶ πάντα, εἰς ἃ βλέποντες οἱ μάντεις προλέγουσιν. Ἔτι δὲ καὶ ἐκ τῶνδε ἀκριβέστερον ἄν τις περὶ τούτων ἐπισκέψαιτο. Ἅ τις ἂν ἰδὼν εἰς τὴν τῶν ἄστρων σχέσιν, ἣν εἶχον ὅτε ἕκαστος ἐγίνετο, προείποι, ταῦτά φασι καὶ γίνεσθαι παρ’ αὐτῶν οὐ σημαινόντων μόνον, ἀλλὰ καὶ ποιούντων. Ὅταν τοίνυν περὶ εὐγενείας λέγωσιν ὡς ἐξ ἐνδόξων τῶν πατέρων καὶ μητέρων, πῶς ἔνι ποιεῖσθαι λέγειν ταῦτα, ἃ προυπάρχει περὶ τοὺς γονεῖς πρὶν τὴν σχέσιν γενέσθαι ταύτην τῶν ἄστρων ἀφ’ ἧς προλέγουσι; Καὶ μὴν καὶ γονέων τύχας ἀπὸ τῶν παίδων τῆς γενέσεως καὶ παίδων διαθέσεις οἷαι ἔσονται καὶ ὁποίαις συνέσονται τύχαις ἀπὸ τῶν πατέρων περὶ τῶν οὔπω γεγονότων λέγουσι καὶ ἐξ ἀδελφῶν ἀδελφῶν θανάτους καὶ ἐκ γυναικῶν τὰ περὶ τοὺς ἄνδρας ἀνάπαλίν τε ἐκ τούτων ἐκεῖνα. Πῶς ἂν οὖν ἡ ἐπὶ ἑκάστου σχέσις τῶν ἄστρων ποιοῖ, ἃ ἤδη ἐκ πατέρων οὕτως ἕξειν λέγεται; Ἢ γὰρ ἐκεῖνα τὰ πρότερα ἔσται τὰ ποιοῦντα, ἢ εἰ μὴ ἐκεῖνα ποιεῖ, οὐδὲ ταῦτα. Καὶ μὴν καὶ ἡ ὁμοιότης ἐν τοῖς εἴδεσι πρὸς τοὺς γονέας οἴκοθέν φησι καὶ κάλλος καὶ αἶσχος ἰέναι, ἀλλ’ οὐ παρὰ φορᾶς ἄστρων. Εὔλογόν τε κατὰ τοὺς αὐτοὺς χρόνους [καὶ ἅμα] ζῷά τε παντοδαπὰ καὶ ἀνθρώπους ἅμα γίνεσθαι· οἷς ἅπασιν ἐχρῆν τὰ αὐτὰ εἶναι, οἷς ἡ αὐτὴ σχέσις. Πῶς οὖν 〈καὶ〉 ἅμα μὲν ἀνθρώπους, ἅμα δὲ τὰ ἄλλα διὰ τῶν σχημάτων;

6 Ἀλλὰ γὰρ γίγνεται μὲν ἕκαστα κατὰ τὰς αὐτῶν φύσεις, ἵππος μέν, ὅτι ἐξ ἵππου, καὶ ἄνθρωπος, ὅτι ἐξ ἀνθρώπου, καὶ τοιόσδε, ὅτι ἐκ τοιοῦδε. Ἔστω δὲ συνεργὸς καὶ ἡ τοῦ παντὸς φορὰ συγχωροῦσα τὸ πολὺ τοῖς γινομένοις, ἔστωσαν δὲ πρὸς τὰ τοῦ σώματος πολλὰ σωματικῶς διδόντες, θερμότητας καὶ ψύξεις καὶ σωμάτων κράσεις ἐπακολουθούσας, πῶς οὖν τὰ ἤθη καὶ ἐπιτηδεύματα καὶ μάλιστα οὐχ ὅσα δοκεῖ κράσει σωμάτων δουλεύειν, οἷον γραμματικὸς τίς καὶ γεωμετρικὸς καὶ κυβευτικὸς καὶ τῶνδε τίς εὑρετής; πονηρία δὲ ἤθους παρὰ θεῶν ὄντων πῶς ἂν δοθείη; καὶ ὅλως ὅσα λέγονται διδόναι κακὰ κακούμενοι, ὅτι δύνουσι καὶ ὅτι ὑπὸ γῆν φέρονται, ὥσπερ διάφορόν τι πασχόντων, εἰ πρὸς ἡμᾶς δύνοιεν, ἀλλ’ οὐκ ἀεὶ ἐπὶ σφαίρας οὐρανίας φερομένων καὶ πρὸς τὴν γῆν τὴν αὐτὴν ἐχόντων σχέσιν; Οὐδὲ λεκτέον, ὡς ἄλλος ἄλλον ἰδὼν τῶν θεῶν κατ’ ἄλλην καὶ ἄλλην στάσιν χείρων ἢ κρείττων γίνεται· ὥστε εὐπαθοῦντας μὲν ἡμᾶς εὖ ποιεῖν, κακοῦν δέ, εἰ τἀναντία· ἀλλὰ μᾶλλον, ὡς φέρεται μὲν ταῦτα ἐπὶ σωτηρίᾳ τῶν ὅλων, παρέχεται δὲ καὶ ἄλλην χρείαν τὴν τοῦ εἰς αὐτὰ ὥσπερ γράμματα βλέποντας τοὺς τὴν τοιαύτην γραμματικὴν εἰδότας ἀναγινώσκειν τὰ μέλλοντα ἐκ τῶν σχημάτων κατὰ τὸ ἀνάλογον μεθοδεύοντας τὸ σημαινόμενον· ὥσπερ εἴ τις λέγοι, ἐπειδὴ ὑψηλὸς ὁ ὄρνις, σημαίνει ὑψηλάς τινας πράξεις.

7 Λοιπὸν δὲ ἰδεῖν τὴν ἐπιπλέκουσαν καὶ οἷον συνείρουσαν ἀλλήλοις πάντα καὶ τὸ πὼς ἐφ’ ἑκάστου ἐπιφέρουσαν ἀρχὴν τιθεμένην μίαν, ἀφ’ ἧς πάντα κατὰ λόγους σπερματικοὺς περαίνεται. Ἔστι μὲν οὖν καὶ αὕτη ἡ δόξα ἐγγὺς ἐκείνης τῆς πᾶσαν καὶ σχέσιν καὶ κίνησιν ἡμετέραν τε καὶ πᾶσαν ἐκ τῆς τῶν ὅλων ψυχῆς ἥκειν λεγούσης, εἰ καὶ βούλεταί τι ἡμῖν καὶ ἑκάστοις χαρίζεσθαι εἰς τὸ παρ’ ἡμῶν ποιεῖν τι. Ἔχει μὲν οὖν τὴν πάντως πάντων ἀνάγκην, καὶ πάντων εἰλημμένων τῶν αἰτίων οὐκ ἔστιν ἕκαστον μὴ οὐ γίνεσθαι· οὐδὲν γὰρ ἔτι τὸ κωλῦσον ἢ ἄλλως γενέσθαι ποιῆσον, εἰ πάντα εἴληπται ἐν τῇ εἱμαρμένῃ. Τοιαῦτα δὲ ὄντα ὡς ἀπὸ μιᾶς ἀρχῆς ὡρμημένα ἡμῖν οὐδὲν καταλείψει, ἢ φέρεσθαι ὅπῃ ἂν ἐκεῖνα ὠθῇ. Αἵ τε γὰρ φαντασίαι τοῖς προηγησαμένοις αἵ τε ὁρμαὶ κατὰ ταύτας ἔσονται, ὄνομά τε μόνον τὸ ἐφ’ ἡμῖν ἔσται· οὐ γὰρ ὅτι ὁρμῶμεν ἡμεῖς, ταύτῃ τι πλέον ἔσται τῆς ὁρμῆς κατ’ ἐκεῖνα γεννωμένης· τοιοῦτόν τε τὸ ἡμέτερον ἔσται, οἷον καὶ τὸ τῶν ἄλλων ζῴων καὶ τὸ τῶν νηπίων καθ’ ὁρμὰς τυφλὰς ἰόντων καὶ τὸ τῶν μαινομένων· ὁρμῶσι γὰρ καὶ οὗτοι· καὶ νὴ Δία καὶ πυρὸς ὁρμαὶ καὶ πάντων ὅσα δουλεύοντα τῇ αὐτῶν κατασκευῇ φέρεται κατὰ ταύτην. Τοῦτο δὲ καὶ πάντες ὁρῶντες οὐκ ἀμφισβητοῦσιν, ἀλλὰ τῆς ὁρμῆς ταύτης ἄλλας αἰτίας ζητοῦντες οὐχ ἵστανται ὡς ἐπ’ ἀρχῆς ταύτης.

8 Τίς οὖν ἄλλη αἰτία παρὰ ταύτας ἐπελθοῦσα ἀναίτιόν τε οὐδὲν καταλείψει ἀκολουθίαν τε τηρήσει καὶ τάξιν ἡμᾶς τέ τι εἶναι συγχωρήσει προρρήσεις τε καὶ μαντείας οὐκ ἀναιρήσει; Ψυχὴν δὴ δεῖ ἀρχὴν οὖσαν ἄλλην ἐπεισφέροντας εἰς τὰ ὄντα, οὐ μόνον τὴν τοῦ παντός, ἀλλὰ καὶ τὴν ἑκάστου μετὰ ταύτης, ὡς ἀρχῆς οὐ σμικρᾶς οὔσης, πλέκειν τὰ πάντα, οὐ γινομένης καὶ αὐτῆς, ὥσπερ τὰ ἄλλα, ἐκ σπερμάτων, ἀλλὰ πρωτουργοῦ αἰτίας οὔσης. Ἄνευ μὲν οὖν σώματος οὖσα κυριωτάτη τε αὐτῆς καὶ ἐλευθέρα καὶ κοσμικῆς αἰτίας ἔξω· ἐνεχθεῖσα δὲ εἰς σῶμα οὐκέτι πάντα κυρία, ὡς ἂν μεθ’ ἑτέρων ταχθεῖσα. Τύχαι δὲ τὰ κύκλῳ πάντα, οἷς συνέπεσεν ἐλθοῦσα εἰς μέσον, τὰ πολλὰ ἤγαγον, ὥστε τὰ μὲν ποιεῖν διὰ ταῦτα, τὰ δὲ κρατοῦσαν αὐτὴν ταῦτα ὅπῃ ἐθέλει ἄγειν. Πλείω δὲ κρατεῖ ἡ ἀμείνων, ἐλάττω δὲ ἡ χείρων. Ἡ γὰρ κράσει σώματός τι ἐνδιδοῦσα ἐπιθυμεῖν ἢ ὀργίζεσθαι ἠνάγκασται ἢ πενίαις ταπεινὴ ἢ πλούτοις χαῦνος ἢ δυνάμεσι τύραννος· ἡ δὲ καὶ ἐν τοῖς αὐτοῖς τούτοις ἀντέσχεν, ἡ ἀγαθὴ τὴν φύσιν, καὶ ἠλλοίωσεν αὐτὰ μᾶλλον ἢ ἠλλοιώθη, ὥστε τὰ μὲν ἑτεροιῶσαι, τοῖς δὲ συγχωρῆσαι μὴ μετὰ κάκης.

9 Ἀναγκαῖα μὲν οὖν ταῦτα, ὅσα προαιρέσει καὶ τύχαις κραθέντα γίνεται· τί γὰρ ἂν ἔτι καὶ ἄλλο εἴη; Πάντων δὲ ληφθέντων τῶν αἰτίων πάντα πάντως γίνεται· ἐν τοῖς ἔξωθεν δὲ καὶ εἴ τι ἐκ τῆς φορᾶς συντελεῖται. Ὅταν μὲν οὖν ἀλλοιωθεῖσα παρὰ τῶν ἔξω ψυχὴ πράττῃ τι καὶ ὁρμᾷ οἷον τυφλῇ τῇ φορᾷ χρωμένη, οὐχὶ ἑκούσιον τὴν πρᾶξιν οὐδὲ τὴν διάθεσιν λεκτέον· καὶ ὅταν αὐτὴ παρ’ αὑτῆς χείρων οὖσα οὐκ ὀρθαῖς πανταχοῦ οὐδὲ ἡγεμονούσαις ταῖς ὁρμαῖς ᾖ χρωμένη. Λόγον δὲ ὅταν ἡγεμόνα καθαρὸν καὶ ἀπαθῆ τὸν οἰκεῖον ἔχουσα ὁρμᾷ, ταύτην μόνην τὴν ὁρμὴν φατέον εἶναι ἐφ’ ἡμῖν καὶ ἑκούσιον, καὶ τοῦτο εἶναι τὸ ἡμέτερον ἔργον, ὃ μὴ ἄλλοθεν ἦλθεν, ἀλλ’ ἔνδοθεν ἀπὸ καθαρᾶς τῆς ψυχῆς, ἀπ’ ἀρχῆς πρώτης ἡγουμένης καὶ κυρίας, ἀλλ’ οὐ πλάνην ἐξ ἀγνοίας παθούσης ἢ ἧτταν ἐκ βίας ἐπιθυμιῶν, αἳ προσελθοῦσαι ἄγουσι καὶ ἕλκουσι καὶ οὐκέτι ἔργα ἐῶσιν εἶναι, ἀλλὰ παθήματα παρ’ ἡμῶν.

10 Τέλος δή φησιν ὁ λόγος πάντα μὲν σημαίνεσθαι καὶ γίνεσθαι κατ’ αἰτίας μὲν πάντα, διττὰς δὲ ταύτας· καὶ τὰ μὲν ὑπὸ ψυχῆς, τὰ δὲ δι’ ἄλλας αἰτίας τὰς κύκλῳ. Πραττούσας δὲ ψυχὰς ὅσα πράττουσι κατὰ μὲν λόγον ποιούσας ὀρθὸν παρ’ αὑτῶν πράττειν, ὅταν πράττωσι, τὰ δ’ ἄλλα ἐμποδιζομένας τὰ αὑτῶν πράττειν, πάσχειν τε μᾶλλον ἢ πράττειν. Ὥστε τοῦ μὲν μὴ φρονεῖν ἄλλα αἴτια εἶναι· καὶ ταῦτα ἴσως ὀρθὸν καθ’ εἱμαρμένην λέγειν πράττειν, οἷς γε καὶ δοκεῖ ἔξωθεν τὴν εἱμαρμένην αἴτιον εἶναι· τὰ δὲ ἄριστα παρ’ ἡμῶν· ταύτης γὰρ καὶ τῆς φύσεώς ἐσμεν, ὅταν μόνοι ὦμεν· καὶ τούς γε σπουδαίους 〈τὰ καλὰ〉 πράττειν καὶ ἐπ’ αὐτοῖς [τὰ καλὰ πράττειν], τοὺς δὲ ἄλλους, καθ’ ὅσον ἂν ἀναπνεύσωσι συγχωρηθέντες τὰ καλὰ πράττειν, οὐκ ἄλλοθεν λαβόντας τὸ φρονεῖν, ὅταν φρονῶσι, μόνον δὲ οὐ κωλυθέντας.

3.3.1 О роке

1 Все возникающее и сущее либо возникает (возникающее) и существует (сущее) в силу неких причин, либо и то и другое причин не имеет;
или же в обоих случаях у одного есть причины, а другого нет;
или же у всего возникающего причины есть, а из сущего у одного причины есть, а у другого нет, или ни у одного сущего причин нет;
или наоборот: у всего сущего причина есть, а из возникающего — у одного есть, у другого нет, или же ничто из возникающего причины не имеет.
Далее, в том, что вечно, первые сущности нельзя возвести к другим причинам, поскольку они первые; но то, что от первых зависит, пусть обладает бытием от них.
Объясняя, каким образом то или иное действует, следует возводить эти действия к тем или иным сущностям: потому что в том и состоит «бытие этим», чтобы представлять ту или иную деятельность.
Относительно возникающих, как и относительно сущих хотя и вечно, но производящих не одно и то же действие, следует сказать, что все такое возникает всякий раз в силу определенных причин, а беспричинного допускать не следует, то есть не следует давать места ни бессмысленным «отклонениям», ни внезапному движению тел, которое обнаруживается без чего-либо предшествующего;
ни безрассудному порыву души, которую ничто не подвигает к совершению того, чего она прежде не делала.
Пожалуй, в силу как раз этого безрассудства душа должна быть во власти некого более мощного принуждения, то есть не принадлежать себе, а нестись такого рода движениями, невольными и беспричинными.
Потому что либо ее приводит в движение предмет воли (который может быть и вне, и внутри) или предмет желания;
либо — если бы что-нибудь вожделенное не приводило ее в движение — она вообще не могла бы прийти в движение. Поскольку все возникает в силу неких причин, то легко привести для каждого действия его непосредственные причины и возвести к ним: например, причина, чтобы пойти на торговую площадь, — мысль о том, что нужно там увидеть такого-то, или получить долг; в общем можно сказать, что причина выбрать то или иное или отправиться за тем-то, — решение сделать именно это.
А некоторые вещи нужно возводить к определенным ремеслам: причина здоровья — медицина и врач; причина богатства — найденное сокровище, или чей-то дар, или получение денег трудами или ремеслом; причина появления ребенка — отец, а также если что-нибудь извне способствует деторождению, воздействуя опосредованно: например, определенная пища или — более отдаленная причина — лекго зачинающая жена, пригодная рожать; или вообще все возводится к природе.

2 Но остановиться, добравшись до этого, и не желать восходить к горнему свойственно, пожалуй, человеку нерадивому и не желающему слушать тех, кто подымается к первым и трансцендентным причинам.
В самом деле, почему при одних и тех же обстоятельствах, например, при появлении луны, один совершил ограбление, а другой нет? И хотя оказывали влияние одни и те же внешние воздействия, один заболел, а другой нет? И тот богат, а тот беден от одних и тех же трудов? Обычаи и разные нравы, а также превратности случая также побуждают идти к отдаленным причинам.
Поэтому — не желая всякий раз останавливаться на ближайших причинах — одни,
признающие телесные начала, например, атомы, и их движением, столкновениями и сочетаниями одних с другими объясняющие состояние и возникновение каждой данной вещи, — то есть как она существует, воздействует и подвергается воздействиям,
так что даже наши порывы и состояния всякий раз оказываются такими, как будут воздействовать атомы, —
итак, они вводят такого рода необходимость и необходимое воздействие их на существующие предметы.
И если ввести некие другие тела в качестве начал, так что все будет возникать из них, то это заставит все существующее быть рабом необходимости, определяемой ими.
Иные, восходя к началу всего, от этого начала выводят все: утверждая, что оно — причина, распространяющаяся по всему, причем причина не просто движущая, но и производящая все, они считают это начало роком и самой главной причиной, которая сама есть всё: не только все возникающее, но и наши мысли появляются от ее движений, вроде того, как каждая часть живых существ движется не сама по себе, но под воздействием ведущего начала в каждом живом существе.
Другие полагают, что круговращение мира в целом объемлет и создает всё своим движением, а также положением и взаимным соотношением планет и неподвижных звезд, и — опираясь на предсказание по звездам — считают, что каждая отдельная вещь возникает отсюда.
Точно также говорить о взаимном сплетении причин и об их цепи, восходящей к горнему, и о неизбежной зависимости последующего от предшествующего, и о том, что одно восходит к другому, поскольку посредством него возникает и без него не могло бы возникнуть, но что все позднейшее рабствует предшествующему, — значит очевидным образом вводить судьбу иным способом.
Кто примет, что этих философов два вида, не погрешит против истины, поскольку одни все ставят в зависимость от чего-то одного, а другие — иначе. Но о них еще пойдет речь; теперь же обратимся к первым, а затем рассмотрим мнения остальных.

3 Но доверять мировое целое телам — атомам или так называемым стихиям — и рождать из их беспорядочного движения порядок, разумное устроение и душу, являющуюся ведущим началом, — равно нелепо и невозможно; при этом более невозможно (если это выражение имеет смысл) представление, исходящее из атомов, причем об этом уже высказано много правильных соображений. Но даже если принять такого рода начала, и в таком случае с необходимостью не вытекает ни стоящая над всем необходимость, ни иное роковое предопределение. Сначала допустим, что существуют атомы. Они, понятное дело, будут двигаться то вниз (допустим, что некое движение будет движением вниз), то в стороны, как придется, каждые по-своему. Ничто, разумеется, не будет двигаться упорядоченно, поскольку порядка нет; а наш возникший мир, когда он уже возник, оказывается всецело упорядоченным!
И в таком случае вообще не было бы возможно ни предсказание, ни пророчество, причем ни основанное на искусстве (потому что какое искусство может быть по отношению к неупорядоченному?), ни в состоянии исступления и вдохновения: потому что и такого рода пророчество должно опираться на определенное будущее.
И если тела под ударами атомов будут по необходимости пребывать в том состоянии, которое создадут атомы, то к каким движениям атомов можно будет возвести действия и состояния души? В самом деле, от какого удара — влекущего ее вниз или подталкивающего в какую угодно сторону — она будет пребывать в размышлениях, или порывах, или в движениях — вынужденных, или вообще каких-нибудь?..
А когда душа делает что-то вопреки состояниям тела?..
И при каком движении атомов кто-то с необходимостью станет геометром, другой займется изучением арифметики или астрономии, а третий окажется мудрецом?.. —
Потому что вообще не будет действия, производимого нами, и того, что мы — живые существа, — ежели мы будем нестись, куда нас направляют тела, толкающие нас, как бездушные тела. Те же возражения относятся и к принимающим в качестве причин для всего любые другие тела, потому что если некие тела могут нагревать, охлаждать и уничтожать слабейшее, нет никакой необходимости, чтобы действия души также происходили от них, но они должны происходить от другого начала.

4 Но значит ли это, что есть некая душа, которая — простираясь по всему миру — совершает все, так что каждая вещь в качестве части движется так, как направляет целое, и что поскольку от нее появляются последующие причины, то необходимо их сплошную последовательность и связь считать роковой предопределенностью,
— вроде как у растения, имеющего начало в корне, управление из корня по всем частям и связь частей между собою, воздействие и восприимчивость, можно было бы назвать единым управлением и роковой предопределенностью растения.
Но прежде всего мощь этой необходимости и такого рода роковой предопределенности уничтожает саму роковую предопределенность и это сцепление причин и их сплетение.
В самом деле, как применительно к частям нас самих, движущимся в соответствии с ведущим началом, бессмысленно говорить, что они движутся по роковой предопределенности,
— потому что здесь нет чего-то одного, вызвавшего движение, и чего-то другого, воспринявшего и самостоятельно использовавшего этот порыв, а само ведущее начало и есть то, что само приводит в движение тот или иной сустав, —
так вот, если точно таким же образом и в мировом целом будет нечто одно, производящее и воспринимающее все, а не одно будет зависеть от другого в соответствии с некоторыми причинами, всякий раз отсылающими к чему-то иному, то неверно будет говорить, что все происходит в соответствии с определенными причинами, а все будет одним.
Тогда и мы будем не мы, и не будет никакого совершаемого нами поступка: так что и рассуждаем мы не сами, а наши решения суть чьи рассуждения; и поступаем не мы, — как удар наносят не ноги, а мы посредством того, что является нашей частью. Однако, согласимся, что каждое должно быть самим собой, и нашими должны быть и поступки, и мысли; и поступки каждого должны быть хорошими или дурными в зависимости от самого данного человека, и уж во всяком случае свершение дурного не следует возводить к мировому целому.

5 Но тогда, может быть, отдельные события свершаются не так, а все определяется круговращением небесного свода, которое управляет всем, и движением звезд, то есть тем, каково их взаимное положение в их аспектах, восходах, заходах и сочетаниях. Во всяком случае, пророчествуя на основе этого, предсказывают и то, что произойдет с миром в целом, и о каждом отдельном событии, как оно случится, — в том числе и о наших намерениях. И мы, мол, видим, что животные и растения возрастают и слабеют в силу сострастия со светилами и испытывают все прочие состояния под их воздействием;
и что разные местности на земле отличаются одна от другой по тому, как они соотносятся с миром в целом и в особенности с солнцем;
и что определенным местностям соответствуют не только определенные растения и животные, но также и конституции людей и их рост, цвет кожи, темпераменты и наклонности, а также образ их жизни и нравы.
Следовательно, над всем господствует это круговращение мира.
Но на это прежде всего нужно возразить, что такой взгляд также сваливает на светила то, за что ответственны мы, то есть решения и страстные порывы, пороки и влечения; и ничего не отдавая нам, оставляет нас несущимися камнями, а не людьми, у которых есть нечто свойственное им самим и их природе. Поэтому наше следует отдать нам, и чтобы на это наше и нам свойственное — поскольку оно уже является нашим — оказывало воздействие нечто из мирового целого; и отделяя то, что делаем мы сами, от претерпеваемого по необходимости, не следует всё сваливать на светила.
И хотя местность и окружающая среда оказывают на нас какое-то влияние, например, на соотношение в нашем характере горячности и холодности; но и те, что нас породили, — тоже влияют: именно на родителей мы похожи прежде всего своим внешним видом, но также и какими-то иррациональными движениями души.
И потом, хотя жители из одной области бывают похожи по внешнему виду, но их нравы и образ мыслей обнаруживают величайшие различия, которые поэтому должны происходить от другой причины. И в связи с этим уместно также упомянуть о том, что мы сопротивляемся нашему физическому темпераменту и нашим страстям.
Если же на том основании, что глядя на положение звезд говорят, что было с тем-то и тем-то, делают заключение о том, это ими производится, тогда подобным образом и вещие птицы должны производить то, что предзнаменуют, и все то, глядя на что прорицатели дают предсказания.
Более отчетливое представление об этом можно получить также на основании вот чего. То, что предрекается при рассмотрении положения звезд в момент рождения, то, говорят, не только предзнаменуется ими, но и производится. Но когда они поведут речь о благородном происхождении, то есть от знатных отцов и матерей, как можно говорить, что производится то, что уже имеется у родителей прежде, чем сложилось именно то положение звезд, на основании какого предсказывают?
Далее, они говорят о судьбах родителей исходя из обстоятельств рождения их детей; говорят, каков будет характер детей и об их будущих судьбах по гороскопам родителей, то есть говорят по отношению к еще не рожденным; и о гибели братьев — по гороскопам братьев, и о том, что ждет мужей — по гороскопам жен, и наоборот, что ждет жен — по гороскопам мужей... Но каким же образом положение звезд при рождении каждого может произвести то, о чем говорится, что оно будет таким, на основании гороскопа родителей? Ведь либо производящей причиной будет то прежнее положение звезд, либо — если не производит то — ничего не произведет и это.
И точно так же сходство по внешнему виду с родителями подтверждает, что красота и безобразие идут от семьи, а не от движения звезд.
Также вполне вероятно, что в одно и то же время вместе рождаются и разнообразные животные, и вместе — люди: и у всех тех, у кого одно и то же положение светил, должно должна быть одна и та же судьба. Так как же от этих констелляций — сразу и люди, и прочие живые существа?

6 Поэтому согласимся, что, во-первых, каждый возникает в соответствии со своей природной определенностью: конем — потому что от коня, человеком — потому что от человека, и таким-то — потому что от такого-то; но, во-вторых, пусть в качестве помощника выступит и движение небесного свода, уступив главное родителям; пусть помогают светила, телесным образом многое передающие телесному составу — жар и холод и связанные с ними телесные проявления темперамента; но каким образом они могут передать нравы и привычки и в особенности все то, что, как представляется, не следует рабски за телесными проявлениями темперамента, например, что некто — филолог, или геометр, или игрок в кости, или изобретатель таких-то вот вещей?
И как порочность нрава может быть дана от светил, если они — боги? И вообще все те неприятности, которые, говорят, приносят звезды, поскольку становятся неблагоприятными оттого, что они заходят и движутся под землей, как будто бы — если с нашей точки зрения они заходят — они испытывают в этом случае что-то особенное, а не несутся всегда по небесной сфере и не занимают всегда одно положение по отношению к земле? Точно так же не следует говорить, будто когда один из богов видит другого, он — в зависимости от того или иного местонахождения — становится хуже или лучше, так что, благодушествуя, они проявляют к нам благосклонность, а в противном случае — вредят; а скорее наоборот, что все это несется ради сохранения целого, но предполагает и иное употребление: вглядываясь в них, как в некие письмена, знатоки такого рода письменности прочитывают будущее, благодаря наличию соответствия выводя из небесных фигур то, что они значат; например, если кто говорит, что птица, когда она высоко, означает некие высокие деяния.

7 Остается рассмотреть учение о некоем начале, которое переплетает и, так сказать, сцепляет все вещи одну с другой и в то же время придает каждой некое особенное свойственное ей бытие;
предполагается, что это начало — одно, и что им совершается все в соответствии с семенными логосами.
(Это представление, впрочем, очень близко тому, согласно которому всякое состояние и движение — как наше, так и всякое другое — исходит из души мирового целого, но только оно стремится дать нам — каждому отдельному человеку — в качестве поблажки некоторую возможность делать кое-что от нас зависящее.)
Так вот, это начало содержит в себе всецелую необходимость всего, и — поскольку таким образом все причины оказываются уже вмещены — не может быть такого, чтобы какое-то событие не произошло, потому что нет больше ничего препятствующего или же имеющего заставить произойти иначе, если все вмещено роком.
Но все это — если оно таково потому, что пришло в движение от некоего единого начала, — нам не оставляет ничего, кроме как нестись, куда подтолкнут, поскольку и наши представления будут обусловлены своими предпосылками, и наши порывы будут определяться этими представлениями, и «зависящее от нас» окажется пустым именем: потому что нет никакого проку в том, что порыв — наш, если он рождается в строгом соответствии с предшествующими обстоятельствами; и мы к этому порыву имеет точно такое же отношение, как и прочие животные, и грудные младенцы, следующие своим слепым порывам, и сумасшедшие, — потому что у них тоже есть порывы; и еще есть, клянусь Зевсом, порывы огня и вообще чего угодно, что — будучи рабом собственной физической организации — несется в соответствии с ней.
Впрочем, это все видят, и тут ни у кого не возникает затруднения, так что в поисках причин этого особенного порыва никто не останавливается на нем как о на начале.

8 Какая тогда иная помимо названных причина, появившись, не оставит ничего беспричинным, и в мире порядок и строй соблюдет, и для нас быть чем-то возможность найдет, и пророчества и прорицания на нет не сведет?.. — Душу введя в число сущих в качестве начала иного, причем не только душу мира, но и отдельные души наряду с ней, как с началом не малым, должно ею оплести все, потому что не возникает и она, как все прочее, из семян, но обладает бытием в качестве причины первичной.
И она — когда не связана с телом — сама себе полнейшая госпожа, свободна и не подчинена охватывающей здешний мир причинности; а перенесшись в тело, — госпожа уже не во всем, поскольку помещена в одном строю с другими; большей частью случайности правят всем, что ее окружает и среди чего она оказывается, попав сюда; поэтому одно она совершает из-за них, но, овладев другим, правит им сама по собственному желанию. Большим владеет лучшая, меньшим — худшая. Эта последняя, поддаваясь то в одном, то в другом физическому темпераменту, принуждена испытывать вожделение или гнев, в бедности унижаться, богатствами чваниться, а чувствуя силы, являть тиранический нрав; а первая — благая по природе — в тех же самых обстоятельствах оказывает им сопротивление и скорее старается изменить их, чем меняется сама, так что одно она преображает, а другому уступает без вреда для себя.

9 Итак, необходимо все то, что происходит в результате смешения выбора и случайностей: в самом деле, что еще можно к этому прибавить? И поскольку все причины оказываются уже вмещены, все происходит с полной необходимостью; при этом в числе внешних причин оказывается также и движение небесного свода, если что-то будет происходить под его влиянием. Всякий раз когда душа совершает нечто, изменившись от внешних обстоятельств, и устремляется словно в некоем слепом порыве, ни ее действие, ни ее состояние не следует называть добровольным; то же самое — когда она, став по своей вине хуже, предается порывам всецело неправильным и не годящимся в вожди.
Но когда она устремляется под водительством свойственного ей чистого и бесстрастного понятия, только тогда ее порыв следует признать «зависящим от нас» и добровольным, и в этом именно и состоит наше дело, которое не приходит откуда-то извне, но изнутри, от чистой души, от первого начала, ведущего и господствующего, а не от той, которая по неведению терзается заблуждениями или поддается силе страстей, которые, подступившись, ведут и влекут и не допускают, чтобы мы сами сделали что-то, а только терзались.

10 Окончательный вывод данного рассуждения таков: хотя для всего есть предзнаменования и возникает все, разумеется, по определенным причинам, но причины эти — двоякого рода; поэтому одно происходит под воздействием души, а другое — по иным причинам, внешним. Когда души совершают то, что совершают, действуя в соответствии с правильным понятием, они всякий раз совершают это самостоятельно; во всех остальных случаях, когда им мешают заниматься своим делом, они скорее претерпевают, нежели действуют.
Поэтому причины того, что душа не мыслит, — отличны от самой души, и было бы правильно сказать, что она совершает это по роковой предопределенности, — если, конечно, считать, что рок — внешняя причина.
А все лучшее свершается нами самими, потому что мы — именно таковы, когда мы сами по себе. Во всяком случае, такому свершению предаются ревностные, и это свершение прекрасного зависит от них; а все остальные свершают прекрасное только в миги передышки, причем не потому, что, мысля, они получают разум откуда-то извне, а просто потому, что им тогда ничто не мешает.